Ancient Greek
Book 2
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 2.27.1
Not analysed yet
Ἔλεγχον εἰδωλολατρίας προεκθέμενος ὁ λόγος διὰ τῶν προκειμένων ὡς ἂν παυσομένης τῆς εἰδωλολατρίας τοῖς ὠφελημένοις ἐκ τῆς προφητικῆς διδασκαλίας ἐπαγγελίας ποιεῖται ἐπανόδου τῆς ἀπὸ Βαβυλῶνος αἰχμαλωσίας· ἐπειδὴ γὰρ εἰδωλολατροῦντες τοῖς Βαβυλωνίοις παρεδόθησαν, αὐτή τε ἡ Ἰερουσαλὴμ πολιορκίαν ὑπέμεινε καὶ παντελῆ καταστροφὴν κατὰ τοὺς Ἀσσυρίων χρόνους διὰ τὰ ἐν αὐτῇ τετολμημένα τοῖς οἰκήτορσι θεσπίζει τοῖς ταῦτα πεπονθόσιν ἐλευθερίαν κακῶν, εἰ παύσαιντο τῆς πλάνης. ἐπληροῦτο δὲ ταῦτα κατὰ τοὺς Κύρου τοῦ πρώτου Περσῶν βασιλεύσαντος χρόνους· διόπερ καὶ αὐτοῦ μέμνηται ὀνομαστὶ τοῦ Κύρου σφόδρα θαυμασίως ἐγγύς που διακοσίοις ὕστερον ἔτεσι γενομένου καὶ τῆς αἰχμαλωσίας ἐλευθερώσαντος τὸν Ἰουδαίων λαόν, τόν τε νεὼν προστάξαντος τὸν ἐν τῇ Ἰερουσαλὴμ ἀνεγεῖραι. διόπερ ὡς ἐπὶ τοιαύτῃ ἀγαθῶν ἐπαγγελίᾳ διὰ τῶν ἔμπροσθεν ἐπεφώνει τοῖς οὐρανοῖς καὶ τοῖς θεμελίοις τῆς γῆς, τοῖς τε ὄρεσι καὶ τοῖς βουνοῖς καὶ πᾶσι τοῖς ξύλοις ὑμνεῖν καὶ δοξάζειν τὸν θεόν, οἷς ἀκολούθως καὶ τὰ διὰ τῶν ἐν χερσὶν ἐπιφέρει λέγων· Οὕτως λέγει κύριος ὁ λυτρούμενός σε καὶ πλάσσων σε ἐκ κοιλίας. τίς δέ ἐστιν ὁ πλάσσων ἐκ κοιλίας, διδάξει ἡ τοῦ Ἰερεμίου γραφή, ἐν ᾗ εἴρηται· καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων· πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας ἡγίακά σε, λόγον κυρίου σαφῶς ὁ προφήτης ὑποστησάμενος τοῦτον εἶναι τὸν τῶν κατὰ γαστρὸς κυουμένων σωμάτων πλάστην διδάσκει. εἶτ’ ἐπειδήπερ ἐπάνοδον αὐτοῖς τὴν ἀπὸ τῆς αἰχμαλωσίας ᾐνίττετο, λυτρούμενον αὐτὸν εὐκαίρως ὠνόμασεν. ἐπεὶ δὲ σωματικώτεροι ἦσαν, οἷς ταῦτ’ ἐλέγετο, εἰκότως αὐτοὺς ὑπομιμνῄσκει, ὡς ἄρα αὐτὸς εἴη ὁ ἐκ κοιλίας αὐτοὺς πλάσας. καὶ ἐπιλέγει· Ἐγὼ κύριος ὁ συντελῶν πάντα, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· ὁ ποιήσας πάντα. καὶ πρῶτον μὲν τὸν οὐρανόν φησι μόνος ἐξέτεινα, ἔπειτα ἐστερέωσα τὴν γῆν· πάντα γὰρ δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. ἐξέτεινε δὲ τὸν οὐρανὸν μόνος καὶ ἐστερέωσε τὴν γῆν νεύματι καὶ βουλῇ τοῦ πατρός· αὐτὸς γὰρ εἶπε, καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. διὸ ἐν Παροιμίαις εἴρηται ἐξ αὐτοῦ προσώπου· ἡνίκα ἡτοίμαζε τὸν οὐρανόν, συμπαρήμην αὐτῷ· ἑτοιμάζοντι μὲν γὰρ τῷ πατρὶ διὰ τοῦ βούλεσθαι καὶ διατάττειν συμπαρῆν, εἰς ἔργα δὲ προάγοντι διηκονεῖτο ἔργοις ἐπιτελῶν τὸ πρὸς τοῦ πατρὸς ὡρισμένα. διό φησιν· ἐξέτεινα τὸν οὐρανὸν μόνος καὶ ἐστερέωσα τὴν γῆν. ἡ μὲν οὖν γῆ ναστὴ οὖσα καὶ στερέμνιος, ὡς ἡδράσθαι ἀκινήτως τὸν σύμπαντα αἰῶνα, εἰκότως ἐστερεῶσθαι λέγεται· ὁ δὲ οὐρανὸς ἅτε ἐξηπλωμένος δι’ ὅλου ἐκτετάσθαι. διὸ καὶ ἐν ἑτέροις εἴρηται· ἐκτείνας τὸν οὐρανὸν ὡσεὶ δέρριν. Τίνα δέ ἐστιν ἅπερ ὁ τοσοῦτος διδάσκει κύριος, ἑξῆς ἐπιφέρει λέγων· τίς ἕτερος διασκεδάσει σημεῖα ἐγγαστριμύθων καὶ μαντείας ἀπὸ καρδίας; σημαίνει δὲ ὡς ἔσται τις μετὰ ταῦτα καιρός, ἐν ᾧ πᾶσαι αἱ μαντεῖαι καὶ τὰ χρηστήρια τῶν πάλαι νομιζομένων θεῶν διασκεδασθήσεται τῇ αὐτοῦ δυνάμει. ἀλλὰ καὶ τοὺς νομιζομένους τοῦ αἰῶνος τούτου φρονίμους ἀποστρέψω φησὶν εἰς τὰ ὀπίσω μωρὰν ἀποδεικνὺς τὴν νομιζομένην αὐτῶν σοφίαν. ταῦτα μὲν οὖν οὕτω διαθήσομαι· τοῦ δὲ ἐμοῦ παιδὸς τοῦ ἀγαπητοῦ καὶ ἐκλεκτοῦ, λέγω δὲ τοῦ Χριστοῦ μου, περὶ οὗ διὰ τῶν ἔμπροσθεν πλεῖστα ὅσα εἴρηται, συστήσω τὰ ῥήματα καὶ τῶν ἀγγέλων δὲ αὐτοῦ, λέγω δὲ τῶν ἀποστόλων καὶ μαθητῶν καὶ εὐαγγελιστῶν, τὴν βουλὴν ἐπαληθεῦσαι ποιήσω. ἐγὼ δὲ τοίνυν ὁ ταῦτα μέλλων ποιεῖν ἐντεῦθεν ἤδη προλέγω καὶ ἐπαγγέλλομαι, ὅτι τὴν Ἰερουσαλὴμ μετὰ τὴν πρώτην καθαίρεσιν τὴν ὑπὸ Βαβυλωνίων γενησομένην ἀνακαινισθῆναι ποιήσω, ὡς καὶ τὰς τῆς Ἰουδαίας πόλεις κατοικηθῆναι καὶ τὰ ἐν αὐταῖς ἔρημα πάλιν ὡς τὸ ἀπ’ ἀρχῆς συστῆναι. Ἀλλὰ καὶ τὴν πολυπλήθειαν τῆς κακίας ἄβυσσον ὀνομαζομένην ἔρημον καταστήσω καὶ τοὺς ποταμοὺς τῆς πολυπληθείας τῶν πόλεων ἀποξηρανῶ, ὡς μηκέτι τὴν Βαβυλῶνα συστῆναι μήτε τοὺς ποταμοὺς αὐτῆς τοὺς πολλὰ δεδυνημένους ἐν πλήθει ὑποστῆναι. ταῦτα δὲ πάντα ποιήσω διακόνῳ χρησάμενος ἀνδρὶ τοῦ Περσῶν γένους βασιλεύοντι πρώτῳ. εἰ δὲ χρὴ καὶ ἐπ’ ὀνόματος προφητεῦσαι τούτου τὴν προσηγορίαν, Κῦρος ὄνομα θεσπιζομένῳ, ὃν προστήσομαι τῶν ἐμῶν λόγων ὑπηρέτην φρόνησιν αὐτῷ δωρησάμενος εὐσεβῆ, ὡς πάντα τὰ καταθύμιά μοι ποιῆσαι καὶ προστάξαι τὴν Ἰερουσαλὴμ οἰκοδομηθῆναι καὶ τὸν νεὼν τὸν ἐν αὐτῇ θεμελιωθῆναι, ἢ κατὰ τὸν Σύμμαχον· ὁ λέγων Κύρῳ Ποιμήν μου καί Πᾶν τὸ θέλημά μου πληρώσει, καὶ λέγων τῇ Ἰερουσαλήμ Οἰκοδομηθήτω, καὶ ὁ ναὸς θεμελιωθήσεται. Ταῦτα γὰρ ἐμοῦ πράξαντος καὶ βουληθέντος ἔργοις ἐπιτελέσει Κῦρος ὁ Περσῶν βασιλεύς, διὸ καὶ χριστὸν αὐτὸν ὠνόμασα ὡς ὑπ’ ἐμοῦ προαχθέντα εἰς τὴν βασιλείαν. χριστοὶ γὰρ παρὰ τοῖς Ἑβραίοις πάντες οἱ ὑπὸ τοῦ θεοῦ προαγόμενοι βασιλεῖς ἐχρημάτιζον. ἀγαθὸν δὲ ὑπηρέτην τῆς ἐμῆς βουλῆς εὑρὼν τὸν δηλωθέντα ἄνδρα· ἐντεῦθεν ἤδη ἐπαγγέλλομαι κρατήσειν αὐτοῦ τῆς δεξιᾶς πρὸς τὸ μὴ παρατρέπεσθαι μηδὲ νικᾶσθαι ὑπό τινος κρείττονος. ὑποτάσσω δὲ αὐτῷ πλεῖστα ὅσα ἐν τοῖς λοιποῖς ἔθνεσι βασιλεύονται· δι’ αὐτοῦ δὲ τὴν ἰσχὺν διαρρήξω πάσης τῆς ἐν τοῖς λοιποῖς ἔθνεσι δυναστείας. πάντα δὲ λεῖα καὶ ὁμαλὰ καταστήσας πρὸ τῶν αὐτοῦ ποδῶν, θύρας πόλεων καὶ αὐτὰς ὅλας τὰς πόλεις ὑποχειρίους αὐτῷ παραδώσω ὡς μηδεμίαν ἐναντίαν αὐτῷ γενέσθαι. Ἀκουσάτω δὲ καὶ αὐτὸς ὁ Κῦρος τῆς τούτων προγνώσεως κατηξιωμένος τὰ πρὸς αὐτὸν λεγόμενα. ἴσθι τοίνυν, ὦ οὗτος, ὡς ἐγὼ ἔμπροσθέν σου πορεύσομαι καὶ ὄρη ὁμαλιῶ καὶ θύρας χαλκᾶς συντρίψω καὶ τὰ δυ καὶ ἑτέροις ἄλυτα ὡς ἂν μοχλοῖς σιδηροῖς ἀποκεκλεισμένα, τούς τε εἴσω τούτων τεταμιευμένους θησαυροὺς ἀφανεῖς καὶ ἀοράτους τοῖς προτέροις βασιλεῦσι γενομένους ἀναπετάσω σοι, ὡς ἂν αὐτοῖς ἔργοις γνῷς, ὅστις ποτέ εἰμι ὁ πρὸ τοσούτων ἐτῶν τὴν σὴν προσηγορίαν ταῖς προφητικαῖς γραφαῖς μου ὥσπερ ἐν στήλαις αἰωνίοις ἐγχαράξας. εἰμὶ δὲ ὁ θεὸς Ἰσραήλ, ὃν προσήκει καὶ σὲ μὴ ἀγνοεῖν, ὦ Κῦρε· πάντα γὰρ τὰ προλεχθέντα χαριοῦμαί σοι οὐ διά τι ἕτερον, ἀλλ’ ἕνεκεν τοῦ ἐμοῦ λαοῦ, ὃν ἐμαυτῷ ἐξελεξάμην ἐξ ἁπάντων τῶν ἐθνῶν διὰ τὴν πρὸς τοὺς πατέρας αὐτῶν τιμήν. ἤδη γοῦν ἐπ’ ὀνόματός σε καλέσας καὶ χριστὸν ἀναγορεύσας προσεδεξάμην σε ὡς ἐμαυτοῦ οἰκεῖον καίπερ μὴ ἐγνωκότα με, ἀλλ’ ἑτέροις θεοῖς, οὓς ἐκ πατέρων παρείληφας, προσανακείμενον καὶ μὴ εἰδότα, ὅτι οὐκ ἔστιν ἕτερος πλὴν ἐμοῦ. πλὴν ἀλλ’ εἰ καὶ πρότερον μὴ τοῦτ’ ἠπίστασο, νῦν γοῦν μάθε, ἀφ’ ὧν διαπράξομαι, δι’ ὧν πάντες οἱ τὴν σύμπασαν οἰκουμένην οἰκοῦντες γνώσονται, ὅτι οὐκ ἔστι πλὴν ἐμοῦ θεὸς ἕτερος. ἐξ αὐτῶν γὰρ τοῦτο μαθήσονται τῶν ἔργων· ὅτε γὰρ λυπηρὰ μὲν ἐχρῆν ἐπαγαγεῖν τῷ ἐμῷ λαῷ ἐπὶ ἐπιστροφῇ καὶ παιδείᾳ, τοῖς πολεμίοις αὐτὸν ἐξέδωκα ὥσπερ σκότῳ καὶ ὀργῇ παραδοὺς αὐτὸν τῶν ἀσεβημάτων αὐτοῦ χάριν. ὅτε δὲ λοιπὸν ἐπιστρέψαντα καὶ ὠφελημένον προσήκει ἀναλαβεῖν, ἀκόλουθον ἂν εἴη φῶς εἰρήνης καὶ πάντων τῶν ἀγαθῶν ἀνατελεῖν ἐπ’ αὐτόν· ἐξ ἐμοῦ γὰρ καὶ τὸ φῶς χορηγεῖται καὶ τὰ τῆς εἰρήνης πάντα, κρίσει δὲ τῇ ἐμῇ καὶ τὰ τῆς ὀργῆς ἐπάγεται. διόπερ δόγμα παρ’ ἐμοῦ τοῦτο μάνθανε· ὡς ἄρα ἐγὼ αὐτὸς καὶ φωτός εἰμι δημιουργὸς καὶ εἰρήνης χορηγός, ὁμοίως δὲ καὶ σκότους καὶ τῶν νομιζομένων λυπηρῶν· ἅπερ κακὰ τοῖς πολλοῖς εἶναι νενόμισται, ὧν ποιητὴς ἂν λεχθείην κρίσει δικαίᾳ τὰ κατάλληλα τοῖς ἀξίοις ἐπάγων. εἷς τοίνυν ἐγὼ θεός, καὶ οὐκ ἔστι πλὴν ἐμοῦ ἕτερος ὁ ποιῶν ταῦτα πάντα, κἂν ἐναντία εἶναι δοκῇ, οὐκ ὄντα τῇ φύσει εἶναι ἐναντία. ἐπεὶ καὶ τὰ νομιζόμενα ὑπ’ ἐμοῦ ἐπάγεσθαι κακὰ τὰ μέγιστα συμβάλοιτ’ ἂν πρὸς ὠφέλειαν καὶ σωτηρίαν τῶν δι’ αὐτῶν σωφρονιζομένων. Ταῦθ’ ὥσπερ εὐαγγελισάμενος ὁ λόγος καὶ προθεσπίσας τὴν ἐπάνοδον τοῦ λαοῦ τὴν ἀπὸ τῆς πολεμίας τὴν κατὰ τοὺς χρόνους Κύρου γενομένην αὖθις ταῖς οὐρανίαις δυνάμεσιν ἐπιφωνεῖ λέγων· εὐφρανθήτω ὁ οὐρανὸς ἄνωθεν, καὶ αἱ νεφέλαι ῥανάτωσαν δικαιοσύνην. ὥσπερ γὰρ ἦν καιρός ποτε, ὅτε ταῖς νεφέλαις ἐνετειλάμην τοῦ μὴ βρέξαι εἰς τὸν ἀμπελῶνα ὑετόν, οὕτω νῦν κατὰ καιρὸν ταῖς ἐμαῖς νεφέλαις λογικαῖς οὔσαις προστάσσω μὴ αἰσθητὸν ὕδωρ, ἀλλ’ αὐτὴν δικαιοσύνην ἄνωθεν ἐξ ὕψους ἐπιρραίνειν τοῖς τὴν γῆν οἰκοῦσι. καὶ ἡ γῆ δὲ ἡ πάλαι διὰ τὰς ἁμαρτίας τοῦ λαοῦ γενομένη ἔρημος ἀνανεωθεῖσα βλαστησάτω καρποὺς θεοσεβείας ἔλεος καὶ δικαιοσύνην ἐργαζομένη, γῆν δὲ καλῶ τοὺς οἰκήσοντας τὴν γῆν. καὶ ταῦτ’ ἔσται φησὶν πάντα, ἐπείπερ ἐγὼ κύριος ὁ κτίσας σε ταῦτα γενέσθαι παρεκελευσάμην· ὡς γὰρ ἐκ τοῦ μὴ ὄντος ὑπέστησά σε καὶ παρήγαγον εἰς φῶς μὴ πρότερον ὄντα, οὕτω τῇ δυνάμει τῇ ποιητικῇ καὶ τὰ προλεχθέντα πάντα ἐπὶ πέρας ἄξω ἀνανεῶν σε καὶ ὥσπερ ἐξ ὑπαρχῆς κτίζων σε. διὰ δὴ τούτων ἁπάντων ὁ προφητικὸς τυγχάνει λόγος προτρεπτικὰς ποιῶν τῷ λαῷ παρακλήσεις εἰς ἀποστροφὴν τῆς πολυθέου πλάνης ὁμοῦ καὶ τὴν τῶν μελλόντων πρόγνωσιν εἰδέναι παρέχων τοῖς ἐντυγχάνουσιν. εἰκὸς δὲ ἐκ τῆς παρούσης γραφῆς θάρσος ἀναλαβεῖν τὸν Κῦρον καὶ προθυμότερον γενέσθαι εἰς τὸ πρᾶξαι τὰ διηγορευμένα μεμαθηκότα, οἷα περὶ αὐτοῦ προλαβὼν ὁ θεὸς εἴρηκεν· τοιαύτης γὰρ βίβλου σῳζομένης παρὰ τοῖς ἐν Βαβυλῶνι Ἰουδαίοις οὐδὲν ἦν θαυμαστὸν τὸ καὶ ἐκφῆναι τὴν προφητείαν τῷ βασιλεῖ Κύρῳ ἅπαξ ὁρμήσαντι ἐξ ὑποβολῆς θεοῦ τὰ τῆς εἰς αὐτοὺς ἐνδείξασθαι εὐεργεσίας. μαρτυρεῖ δὲ τῷ λόγῳ τούτῳ ἐν ταῖς Ἱστορίαις ὁ Ἰώσηπος τοῦτον γράφων κατὰ λέξιν τὸν τρόπον· Κῦρος ὁ βασιλεὺς λέγει· ἐπεί με ὁ θεὸς ὁ μέγιστος τῆς οἰκουμένης ἀπέδειξε βασιλέα, πείθομαι τοῦτον εἶναι ὃν τὸ τῶν Ἰσραηλιτῶν ἔθνος προσκυνεῖ. καὶ γὰρ τοὐμὸν προεῖπεν ὄνομα διὰ τῶν προφητῶν, καὶ ὅτι τὸν ναὸν οἰκοδομήσω τὸν ἐν Ἱεροσολύμοις ἐν τῇ Ἰουδαίᾳ χώρᾳ. ταῦτα δὲ ἔγνω Κῦρος ἀναγινώσκων τὸ βιβλίον, ὃ τῆς αὐτοῦ προφητείας ὁ Ἠσαΐας καταλέλοιπε πρὸ ἐτῶν διακοσίων δέκα. ταῦτα δὲ εἴρηται ἐν τῷ ἑνδεκάτῳ τῆς Ἀρχαιολογίας τόμῳ.