Ancient Greek · ~45 min
Book 2
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 2.28.1
Not analysed yet
Ἀντὶ τοῦ· Ποῖον βέλτιον κατεσκεύασα καὶ τῶν ἑξῆς ἀσαφῶς εἰρημένων παρὰ τοῖς Ἑβδομήκοντα, σαφεστέραν διάνοιαν ἐξέδωκεν ὁ Σύμμαχος οὕτως εἰπών· Οὐαὶ ὁ ἀντιλέγων τῷ πλάσαντι αὐτὸν καὶ ὄστρακον σὺν ὀστράκοις τῆς γῆς· μὴ ἐρεῖ πηλὸς τῷ πλάσαντι αὐτόν Τί ποιεῖς; καὶ τῷ ἔργῳ σου Οὔκ εἰσι χεῖρες αὐτῶν; κατὰ δὲ τὸν Ἀκύλαν εἴρηται τοῦτον τὸν τρόπον· Ὠὶ δικαζόμενος σὺν πλάσσοντι αὐτόν, κεράμιον σὺν τέκτοσι χθονός· μήτι ἐρεῖ ὁ πηλὸς τῷ πλάσσοντι αὐτόν Τί ποιήσεις; καὶ κατ’ ἔργου σου οὗ Οὔκ εἰσι χεῖρες αὐτῷ; κατὰ δὲ τὸν Θεοδοτίωνα οὕτως ἔχει· Οὐαὶ ὁ κρινόμενος μετὰ τοῦ πλάσσοντος αὐτόν, ἀροτριῶν ἀροτριῶντας τὴν γῆν· μὴ ἐρεῖ ὁ πηλὸς τῷ κεραμεῖ Τί ποιεῖς; καὶ τὸ ἔργον σου Οὐκ ἔχεις χεῖρας; καί μοι δοκεῖ διὰ τούτων ὁ λόγος ἐπιτιμᾶν τοῖς μετὰ τὰς τοσαύτας εὐεργεσίας, ἃς κατέλεξε περὶ τῆς ἐπανόδου τῆς αἰχμαλωσίας καὶ περὶ τῆς ἀνοικοδομήσεως τοῦ ἐν τῇ Ἰερουσαλὴμ ναοῦ, μὴ προστρέχουσι τῷ θεῷ μηδ’ ὁμολογοῦσιν αὐτὸν εἶναι μόνον τὸν ἐπὶ πάντων θεὸν παιδεύοντα μέν, ὅτε καὶ βούλεται, τὸν ἑαυτοῦ λαόν, ἀναλαμβάνοντα δὲ αὐτὸν πάλιν καὶ εἰς τὴν ἑαυτοῦ χώραν ἐπανάγοντα, ὅτε τοῦτο γενέσθαι κρίνει· ὡς γὰρ πρὸς τοὺς ἀντιλέγοντας τῇ καθ’ ὅλου προνοίᾳ τε καὶ διοικήσει φησίν· Οὐαὶ ὁ ἀντιλέγων τῷ πλάσαντι αὐτόν. ὅτε μὲν γὰρ παιδείας καὶ ἐπιστροφῆς χρεία ἦν, καὶ συνέτριψα τὴν Ἰερουσαλὴμ ὡς ὄστρακον καὶ τὸν λαὸν ἐχθροῖς καὶ πολεμίοις παραδέδωκα· ὅτε δὲ πάλιν χρὴ μετὰ τὴν αὐτάρκη παιδείαν τὰ τῆς φιλανθρωπίας ἐνδείξασθαι, τότε βελτίονα τοῦ προτέρου κατεσκεύασα τὸν τότε νεὼν καὶ τὴν πόλιν ὡς πηλὸν κεραμέως μεταβαλὼν καὶ ἀνανεωσάμενος τὰ πάλαι συντετριμμένα. καὶ παρὰ τῷ Ἰερεμίᾳ δὲ τὰ ὅμοια ὧδέ πως λέλεκται· καὶ κατέβην εἰς τὸν οἶκον τοῦ κεραμέως, καὶ ἰδοὺ αὐτὸς ἐποίει ἔργον ἐπὶ τῶν λίθων· καὶ διέρριψε τὸ ἀγγεῖον, ὃ αὐτὸς ἐποίει ἐν ταῖς χερσὶν αὐτοῦ, καὶ πάλιν ἐποίησεν αὐτὸ ἀγγεῖον ἕτερον, καθὼς ἤρεσεν ἐναντίον αὐτοῦ τοῦ ποιῆσαι. καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων Εἰ καθὼς ὁ κεραμεὺς οὗτος οὐ δυνήσομαι τοῦ ποιῆσαι ὑμᾶς, οἶκος Ἰσραήλ; καὶ ἐπὶ τοῦ παρόντος τοίνυν φησίν, ὅτι νῦν βέλτιον κατεσκεύασα ὡς πηλὸν κεραμέως τὸν πάλαι συντριβέντα λαόν. ἀντὶ δὲ τοῦ· μὴ ὁ ἀροτριῶν ἀροτριάσει τὴν γῆν, ὁ Θεοδοτίων οὕτως ἐξέδωκεν· ὁ ἀροτριῶν τοὺς ἀροτριῶντας τὴν γῆν. αὐτὸς γὰρ ἐγὼ ὁ θεός, ὁ ὥσπερ δι’ ἀρότρου τοῦ ἐμοῦ λόγου τοὺς τὴν γῆν οἰκοῦντας ἀνθρώπους γεωργῶν καὶ ἀροτριῶν αὐτὸς κατεσκεύασα ὡς πηλὸν κεραμέως τὸν λαὸν καὶ τὸν νεὼν βέλτιον ἔργον ἀπεργασάμενος τοῦ προτέρου. μήτι οὖν δύναται ὁ πηλὸς διατάττειν τῷ κεραμεῖ ἢ ἀντιλέγειν τῷ πλάστῃ αὐτοῦ ἢ καταμέμφεσθαι αὐτῷ καὶ λέγειν· Τί ποιεῖς ἢ τί οὐκ ἐργάζῃ οὐδὲ ἔχεις χεῖρας; ἀλλ’ ὥσπερ οὐκ ἂν εἴποι ταῦτα τῷ κεραμεῖ ὁ πηλός, οὕτως οὐ θέμις τῷ πάντων ποιητῇ καὶ δημιουργῷ θεῷ, παρ’ ᾧ πάντες πηλὸς λελογίσμεθα, καταμέμφεσθαι. παιδευέσθω τοιγαροῦν πᾶς ἄνθρωπος ὁ ἀπὸ γῆς ληφθεὶς καὶ σῶμα γεῶδες περικείμενος, πηλοῦ τε μηδὲν διαφέρων παραθέσει τοῦ κτίσαντος αὐτόν, μὴ τολμᾶν ταῖς τοῦ θεοῦ διοικήσεσιν ἀντιλέγειν μηδὲ καταμέμφεσθαι τῆς προνοίας τοὺς λόγους· οὐαὶ γὰρ ὁ ἀντιλέγων τῷ πλάσαντι αὐτόν. Ἐξαιρέτως δὲ ὁ τῷ θεῷ ἀνακείμενος λαὸς καὶ πατέρα αὐτὸν ἐπιγραφόμενος φυλαττέσθω τι φθέγγεσθαι προπετῶς· οὐαὶ γὰρ ὁ λέγων τῷ πατρὶ αὐτοῦ Τί γεννήσεις; καὶ τῇ μητρὶ αὐτοῦ Τί ὠδίνεις; κατὰ δὲ τὸν Σύμμαχον· Τί ἐγέννησας καὶ τῇ γυναικί Τί ὠδίνεις; πολλοὶ γάρ εἰσιν οἱ φιλεγκλήμονες αἰτιᾶσθαι εἰωθότες· καὶ τί γὰρ ἀναγκαῖον ἦν τὴν ἀρχὴν εἰς τὸν βίον παρελθεῖν λέγοντες· Διὰ τί δὲ ταῦτα οὕτως γίνεται; Τίς δὲ τῶν τοιούτων ἦν χρεία; ἔδει δὲ οὕτως γεγενῆσθαι, ἀλλὰ τούτοις μὲν ἀπόκειται τό· οὐαί. Ἐπιλέγει δὲ ἑξῆς ὁ αὐτὸς κύριος ὁ ἅγιος τοῦ Ἰσραήλ Ἐρωτήσατέ με περὶ τῶν υἱῶν μου καὶ περὶ τῶν ἔργων τῶν χειρῶν μου ἐντείλασθέ μοι, ὡς ἂν συμβουλεύοντές μοι ἤτοι περὶ τῶν ἐμῶν υἱῶν ἢ περὶ τῶν ἔργων τῶν χειρῶν μου, τῆς μὲν νοερᾶς καὶ λογικῆς οὐσίας διὰ τῶν υἱῶν δηλουμένης, τῶν δὲ τοῦ κόσμου μερῶν διὰ τῶν ἔργων τῶν χειρῶν αὐτοῦ παρισταμένων. περὶ ὧν εἴ τις ἂν ἔχοι φησὶ πρὸς ἐπανόρθωσιν λέγειν τι, φερέτω εἰς μέσον καὶ λεγέτω· εἰ δὲ μηδὲν ἔχοι τις διδάσκειν, ἐρωτησάτω εἰ βούλοιτο καὶ πυνθανόμενος λόγον αἰτησάτω παρ’ ἐμοῦ περὶ τῶν υἱῶν μου καὶ περὶ τῶν ἔργων τῶν χειρῶν μου, μανθανέτω δέ τίνα τρόπον διέπω καὶ διοικῶ προνοῶν καὶ κηδόμενος τῶν ἐπὶ γῆς ἁπάντων, ἐξαιρέτως δὲ τῶν διὰ τὴν ἐν αὐτοῖς λογικὴν οὐσίαν υἱῶν μου χρηματίσαι ἠξιωμένων τῶν τε ἔργων τῶν χειρῶν μου, ὧν οὐ διαλείπω πρόνοιαν ποιούμενος. περὶ ὧν εἴ τινα ἀγνοεῖτε, μάθετε παρ’ ἐμοῦ διὰ τῶν ἐμῶν προφητῶν ἐρωτήσαντες. Ταῦτ’ εἰπὼν ἑξῆς ἐπιφέρει διδασκαλίαν εὐσεβῆ τῆς αὐτοῦ παραστατικῆς προνοίας λέγων· ἐγὼ ἐποίησα γῆν καὶ ἄνθρωπον ἐπ’ αὐτῆς, ἐγὼ τῇ χειρί μου ἐστερέωσα τὸν οὐρανόν, ἐγὼ πᾶσι τοῖς ἄστροις ἐνετειλάμην. τίνα οὖν ἔχοιεν ταῦτα μέμψιν; ποῖον δὲ οὐχ ὑπεραίρει κάλλος ἢ ποῖον οὐ καλύπτει μέγεθος; τί δ’ οὐχὶ συμβαλεῖται ταῦτα πρός τε τὴν τοῦ παρόντος διακόσμησιν καὶ πρὸς τὸν ἐν ἀνθρώποις βιωφελῆ βίον; γῆν μὲν γὰρ ἐποίησα οὐκ ἔρημον οὐδὲ ἄχρηστον στοιχεῖον, οἰκητήριον δ’ ἀνθρώπων. διὸ καὶ τὰ λοιπὰ ζῷά τε καὶ φυτὰ εἰς χρῆσιν καὶ ὑπηρεσίαν ἀνθρώποις παρεσκεύασα, οὐρανόν τε ἐστερέωσα κοσμήσας ἄστροις, οἷς ἐνετειλάμην εὔτακτον καὶ ἐναρμόνιον ποιεῖσθαι τὴν κίνησιν, ὡς τοτὲ μὲν φαίνειν τοῖς ἐπὶ τῆς γῆς, τοτὲ δὲ εἶναι εἰς σημεῖα καὶ εἰς καιροὺς καὶ εἰς ἡμέρας καὶ μῆνας καὶ ἐνιαυτούς. Ἐγὼ τοίνυν ὁ τῶν τοσούτων δημιουργὸς ἔργων μετὰ τῶν ἄλλων καλῶν καὶ τοῦτο διεπραξάμην τοῦ ἐμοῦ λαοῦ χάριν καὶ ἤγειρα μετὰ δικαιοσύνης βασιλέα. τίνα δὲ τοῦτον ἢ ποῖον; ὁ μέν τις ἐρεῖ τὸν τῶν Περσῶν βασιλέα Κῦρον, οὗ καὶ διὰ τῶν ἔμπροσθεν ἐμνημόνευσεν ὁ λόγος, ὥστε περὶ αὐτοῦ λέγεσθαι τό· καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ εὐθεῖαι, ἢ κατὰ τὸν Σύμμαχον· καὶ πάσας τὰς ὁδοὺς αὐτοῦ εὐθυνῶ. καὶ οὗτος οἰκοδομήσει τὴν πόλιν μου· δυνάμει γὰρ αὐτὸς ἦν ὁ τὴν πόλιν οἰκοδομήσας τὴν Ἰερουσαλὴμ διὰ τοῦ συγχωρῆσαι τοῖς ἐθέλουσιν ἀνιέναι ἀπὸ τῆς Βαβυλῶνος καὶ ἀνεγείρειν τὸν τόπον, ἀλλὰ καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μού φησιν ἐπιστρέψει οὐ μετὰ λύτρων οὐδὲ μετὰ δώρων, εἶπε κύριος ὁ θεός, ὃ καὶ αὐτὸ ἐπλήρου κατὰ τὴν ἱστορίαν ὁ δηλωθεὶς Περσῶν βασιλεύς. ἄλλος δ’ ἂν εἴποι ταῦτα λέγεσθαι περὶ τοῦ Ζοροβάβελ, ὃς ἀπὸ τοῦ βασιλικοῦ γένους ὁρμώμενος ἐκ φυλῆς Ἰούδα καὶ τῆς τοῦ Δαυὶδ διαδοχῆς καθηγήσατο μὲν τῆς ἀπὸ Βαβυλῶνος ἐπανόδου τῶν ἐπανελθόντων εἰς τὴν Ἰουδαίαν, ᾠκοδόμησε δὲ τὸν νεὼν προφητευόντων Ἁγγαίου καὶ Ζαχαρίου, ὡς περὶ αὐτοῦ λελέχθαι τό· αἱ χεῖρες Ζοροβάβελ ἐθεμελίωσαν τὸν οἶκον τοῦτον, καὶ αἱ χεῖρες αὐτοῦ ἐπιτελέσουσιν αὐτόν. ἕτερος δέ τις παρὰ τούτους ἀνοίσει τὰ προκείμενα ἐπὶ τὸν Χριστὸν τοῦ θεοῦ, ὃν ὁ πατὴρ ἤγειρεν ἐκ νεκρῶν λύσας τὰς ὠδῖνας τοῦ θανάτου, κατέστησέ τε μετὰ δικαιοσύνης βασιλέα, ὥστε αὐτὸν ἐπαληθεύοντα λέγειν· ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ’ αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ. μόνου δὲ τοῦ Χριστοῦ πᾶσαι ἀληθῶς αἱ ὁδοὶ ἦσαν εὐθεῖαι, καὶ αὐτὸς ᾠκοδόμησε τὴν ἀληθινὴν πόλιν τοῦ θεοῦ, καθ’ ἣν πεποίηται ἐπαγγελίαν εἰπών· ἐπὶ τὴν πέτραν οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. πόλις γὰρ ὡς ἀληθῶς αὕτη ἐκ λίθων συνεστῶσα ζώντων τυγχάνει πόλις θεοῦ ἀκαθαίρετος ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν διήκουσα καὶ πληροῦσα πάντα τὰ ἔθνη διὰ τοῦ θεοσεβοῦς πολιτεύματος, ἀλλὰ καὶ τὴν τῶν ψυχῶν αἰχμαλωσίαν μόνος ὁ Χριστὸς τοῦ θεοῦ ὑπέστρεψε τῆς δαιμονικῆς πλάνης ἐλευθερώσας αὐτὰς καὶ δουλείας. καὶ τοῦτ’ ἔπραξεν οὐ μετὰ λύτρων οὐδὲ μετὰ δώρων, ὃ δὴ διδάσκει ὁ Ἀπόστολος εἰπών· χάριτί ἐσμεν σεσῳσμένοι. καὶ εἴποι δ’ ἄν τις τὰ κατὰ τὸν Ζοροβάβελ ἢ κατὰ τὸν Κῦρον ἱστορικῶς γενόμενα εἰκόνας καὶ σύμβολα περιέχειν τῶν ἀληθῶν, τὰ δὲ κατὰ τὸν ἀληθῆ κύριον καὶ τὸν ἀληθῆ Χριστὸν τοῦ θεοῦ πνευματικῶς πεπληρῶσθαι ὡς ἐπ’ αὐτοῦ μᾶλλον ἀληθεύειν τὸν λόγον τὸν φήσαντα· τάδε λέγει κύριος τῷ χριστῷ μου Κύρῳ. κατὰ γὰρ τὸν πρόχειρον λέξιν οὔτε Χριστὸς ὢν τοῦ θεοῦ ὁ Περσῶν βασιλεὺς φαίνεται οἰκοδομήσας τὴν Ἰερουσαλήμ, ἀλλ’ οὐδ’ ὅλως κατὰ τὴν αὐτοῦ ζωὴν προὔκοψε τῆς οἰκοδομῆς τὸ ἔργον· μόνον γὰρ ἤρξαντο τῶν θεμελίων κατὰ τοὺς αὐτοῦ χρόνους, εἶτ’ ἐπισχεθέντος τοῦ ἔργου διέμεινεν ἔρημος ὁ τόπος μέχρι τῆς Δαρείου βασιλείας. καὶ τὰ ἑξῆς δὲ ἐπιλεγόμενα μᾶλλον τῷ Χριστῷ τοῦ θεοῦ ἢ τῷ τῶν Περσῶν βασιλεῖ ἐφαρμόσειεν ἂν καὶ μᾶλλον τῷ ἡμετέρῳ σωτῆρι ἢ τῷ Ζοροβάβελ. Οὕτως γάρ φησι λέγει κύριος σαβαώθ Ἐκοπίασεν Αἴγυπτος καὶ ἐμπορία Αἰθιόπων, καὶ οἱ Σαβαεὶμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται καὶ σοὶ ἔσονται δοῦλοι καὶ ὀπίσω σου ἀκολουθήσουσι δεδεμένοι χειροπέδαις. Αἴγυπτον δέ φησι κεκοπιακέναι διὰ τῆς εἰδωλολάτρου πλάνης, ὁπηνίκα τῷ διαβόλῳ καὶ τοῖς περὶ αὐτὸν δαίμοσι πονηροῖς καταδεδούλωτο· πλὴν ἀλλ’ ὅμως διαναπαύεσθαι τοῦ κόπου τὴν Αἴγυπτον ἐπαγγέλλεται δι’ αὐτῆς πᾶν τὸ τῶν εἰδωλολατρῶν γένος αἰνιττόμενος. καὶ ἡ ἐμπορία δέ φησιν Αἰθιόπων καὶ οἱ Σαβαεὶμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ τὸν προφητευόμενον βασιλέα διαβήσονται καὶ σοὶ ἔσονται δοῦλοι, δι’ ὧν σημαίνειν ἔοικε βάρβαρά τινα καὶ ἀνήμερα καὶ ἐν τοῖς ἐξωτάτω τῆς γῆς οἰκοῦντα ἔθνη, ἃ δὴ δουλεύσειν τῷ Χριστῷ θεσπίζει. διὸ ἐπιλέγει· ὀπίσω σου ἀκολουθήσουσι δεδεμένοι χειροπέδαις καὶ προσκυνήσουσί σοι. Σαβὰ δὲ ἔθνος ἐστὶν Αἰθιοπικόν, ὅθεν βασίλισσα Σαβὰ παραγέγονε τῆς σοφίας Σολομῶντος ἀκουσομένη. ἀλλὰ καὶ τούτοις τέλος ἀγαθὸν ὑπισχνεῖται τὸ προσκυνήσειν τῷ προφητευομένῳ καὶ τὸ προσεύξασθαι ἐν αὐτῷ, ἐπειδήπερ ὁ θεὸς ἐν αὐτῷ ἦν καὶ διὰ τὸν ἐνοικοῦντα ἐν αὐτῷ θεὸν καὶ αὐτὸς θεὸς ἦν. οὐκ ᾔδεισαν δὲ τοῦτο πάλαι πρότερον οἱ προσκυνοῦντες αὐτόν, ὅμως δὲ γνόντες τὰ μεγάλα ὤναντο. αὐτὸς δὲ ἦν καὶ τοῦ Ἰσραὴλ σωτήρ, διὸ καὶ τὸ Ἰησοῦς ὄνομα εἰς τὸν σωτῆρα μεταλαμβάνεται. ἐπειδὰν οὖν αἱ τῶν εἰδωλολατρῶν ψυχαὶ καὶ αἱ τῶν ἀνημέρων καὶ βαρβάρων ἀνδρῶν καταδουλωθεῖσαι τῷ Χριστῷ τοῦ θεοῦ προσκυνήσωσιν αὐτῷ καὶ αὐτῷ προσεκύνησαν γνοῦσαι αὐτὸν εἶναι θεὸν διὰ τὸν ἐν αὐτῷ κατοικοῦντα. τὸ τηνικαῦτα αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοι αὐτῷ καὶ πορεύσονται ἐν αἰσχύνῃ. ὅπως δὲ κατῃσχύνθησαν καὶ ἐνετράπησαν πάντες οἱ κατὰ καιροὺς ἀντικείμενοι γενόμενοι τῷ Χριστῷ, αὐτοί τε οἱ ἐκ περιτομῆς καὶ τῶν ἐθνῶν πάντες οἱ τοὺς κατὰ τῆς αὐτοῦ ἐκκλησίας διωγμοὺς ἐξάψαντες, παντὸς λόγου μᾶλλον ἡ διὰ τῶν ἔργων μαρτυρία παρίστησιν. ἀντὶ δὲ τοῦ· ὅτι ἐν σοὶ ὁ θεός ἐστι, καὶ οὐκ ἔστι θεὸς πλὴν σοῦ, κατὰ τὸν Θεοδοτίωνα τοῦτον ἔχει τὸν τρόπον· πλὴν ἐν σοὶ ἰσχυρός, καὶ οὐκ ἔστιν ἔτι πλὴν αὐτοῦ· τοῦ γὰρ ἐν σοὶ κατοικοῦντος θεοῦ ἕτερος οὐκ ἔστι. πάλιν ἀντὶ τοῦ· σὺ γὰρ εἶ θεός, καὶ οὐκ ᾔδειμεν, ὁ μὲν Σύμμαχος· ὄντως φησὶ σὺ θεὸς κρυφαῖος, ὁ δὲ Ἀκύλας· ἄρα σὺ ἰσχυρὸς ἀποκρυπτόμενος, ὁ δὲ Θεοδοτίων· διὰ τοῦτο σὺ ἰσχυρὸς κρυφαῖος, τὸ ἀπόρρητον τῆς τοῦ Χριστοῦ θεολογίας διὰ τοῦ κρυφαῖον θεὸν αὐτὸν ὀνομάσαι δηλώσας. τούτοις ἑξῆς ἐπιφέρει· ἐγκαινίζεσθε πρός με, νῆσοι. Ἰσραὴλ σῴζεται ὑπὸ κυρίου σωτηρίαν αἰώνιον· οὐκ αἰσχυνθήσονται οὐδὲ μὴ ἐντραπῶσιν ἕως τοῦ αἰῶνος. καὶ ταῦτα δὲ ἀκολούθως συνῆπται περὶ τῶν ἀποστόλων καὶ μαθητῶν καὶ εὐαγγελιστῶν τοῦ σωτῆρος ἡμῶν· αὐτοὶ γὰρ ἦσαν ὁ σῳζόμενος Ἰσραήλ, καὶ δι’ αὐτῶν ἀνεκαινίσθησαν αἱ πολλάκις διὰ τῶν ἔμπροσθεν δηλωθεῖσαι νῆσοι. αὗται δὲ ἦσαν αἱ ἐκκλησίαι τοῦ θεοῦ ὡς ὑπὸ θαλάσσης κυκλούμεναι ὑπὸ τῆς τοῦ βίου κακίας. ταύτας οὖν φησιν ἐγκαινίζεσθαι καὶ πρὸς αὐτὸν ἐπιστρέφειν διὰ τῆς τῶν ἀποστόλων αὐτοῦ κλήσεως, οἵτινες ἦσαν Ἰσραὴλ σῳζόμενος ὑπὸ κυρίου σωτηρίαν αἰώνιον, οἷς καὶ τό· οὐκ αἰσχυνθήσονται οὐδὲ μὴ ἐντραπῶσιν ἕως τοῦ αἰῶνος, ἐναργῶς ἥρμοττε μαρτυροῦντος τοῦ δι’ αὐτῶν καθ’ ὅλης τῆς οἰκουμένης ἐπιτελεσθέντος ἔργου διὰ τῶν ἐκκλησιῶν τοῦ θεοῦ.