Ancient Greek · ~30 min
Book 2
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 2.29.1
Not analysed yet
Θέα δέ μοι διὰ τούτων ὅπως μεγάλως τετίμηται παρὰ τῷ πάντων ποιητῇ θεῷ τὸ τῶν ἀνθρώπων γένος. διὸ καὶ τῆς κλήσεως αὐτὸς τῆς σωτηρίου κατηξίωσε καὶ πάντων τῶν διὰ τῆς παρούσης προφητείας ἐπηγγελμένων· ὥσπερ γὰρ τὸν οὐρανὸν εἰς διατριβὴν ἀγγέλων καὶ πνευμάτων ἁγίων ἀναγκαίως ὑπεστησάμην εἰς σύστασίν τε καὶ εἰς κόσμον τοῦ παντός, τὸν αὐτὸν τρόπον καὶ τὸ τῆς γῆς στοιχεῖον οὐκ εἰς ἀργὸν οὐδὲ εἰς ἄχρηστον κατεσκεύασα· οἰκητήριον δὲ αὐτὸ καὶ διατριβὴν τῶν ἐν αὐτῷ λογικῶς πολιτευομένων εἰργασάμην, οἳ καὶ θεὸν εἰδέναι καὶ θεοσεβῶς βιοῦν οἷοί τε ἦσαν, ἅτε κατ’ εἰκόνα θεοῦ πεποιημένοι. ὅπερ δ’ οὖν ἐν οὐρανῷ ἄγγελοι λειτουργοὶ θεοῦ, τοῦτ’ ἐπὶ γῆς ἄνδρες τῷ θεῷ μεμελημένοι . ἐπεὶ τοίνυν τοσαύτης ἠξίωται παρ’ ἐμοὶ τιμῆς τὸ τῶν ἀνθρώπων γένος ὡς δι’ αὐτοὺς τὴν σύμπασαν γῆν ὑποστήσασθαι, εἰκότως τὸ κήρυγμα τὸ εὐαγγελικὸν προφανῶς πᾶσιν ἀνθρώποις ἀνεκήρυξα, ὅπως μὴ μόνοι Ἰουδαῖοι, ἀλλὰ καὶ πάντα τὰ ἐπὶ γῆς ἔθνη τῆς παρ’ ἐμοῦ τύχοιεν σωτηρίας. διὸ ἐπιλέγει· Ἐγώ εἰμι κύριος, καὶ οὐκ ἔστιν ἔτι. οὐκ ἐν κρυφῇ λελάληκα οὐδὲ ἐν τόπῳ γῆς σκοτεινῷ· ἐπεὶ γὰρ πᾶσα ἡ γῆ καὶ οἱ ἐν αὐτῇ πάντες ἄνθρωποι ἐμοί εἰσι, διὰ τοῦτό φησι τοὺς ἐμαυτοῦ λόγους οὐκ εἴασα κρύπτεσθαι οὐδ’ ὥσπερ ἐν σκότῳ λανθάνειν, εἰς φανερὸν δ’ ἀγαγὼν πᾶσιν ἥπλωσα ὡς πᾶσιν ἔθνεσι κηρυχθῆναι τὸ σωτήριον εὐαγγέλιον. διὸ εἰς πᾶσαν τὴν γῆν ὁ φθόγγος ἐξῆλθε τῶν ἐμῶν ἀποστόλων καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. σφόδρα δὲ ἀκολούθως συμβάλλεται ταῦτα τῷ· ἐγκαινίζεσθε πρός με, νῆσοι. Ἰσραὴλ σῴζεται ὑπὸ κυρίου σωτηρίαν αἰώνιον· οὐκ αἰσχυνθήσονται οὐδὲ μὴ ἐντραπῶσιν ἕως τοῦ αἰῶνος. δι’ ὧν ὁ λόγος τῶν ἐκκλησιῶν τοῦ θεοῦ καὶ τῶν ἀποστόλων τοῦ σωτῆρος ἡμῶν μνημονεύσας ἀκολούθως ἐπήγαγε τό· οὐκ ἐν κρυφῇ λελάληκα οὐδὲ ἐν τόπῳ γῆς σκοτεινῷ, καὶ κατὰ τὸν Σύμμαχον δὲ εἴρηται· οὐ κρυφῇ ἐλάλησα οὐδὲ ἐν τόπῳ γῆς σκοτεινῷ. ἄντικρυς δὲ ταῦτα μόνῳ τῷ εὐαγγελικῷ ἁρμόζοιεν ἂν κηρύγματι· τὰ γὰρ Μωσέως λόγια εἴ τις ἐξετάζειν ἐθέλοι, εὕροι ἂν αὐτὰ κρυφῇ λελαλημένα, γλώσσῃ δὲ Ἑβραΐδι, χαρακτῆρσι δὲ ἰδιάζουσι καὶ μὴ γνωριζομένοις παρὰ πᾶσιν. ἀλλὰ καὶ εἴ τις ἐννοήσειε τὸ ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ ὁ Μωσέως ἐξεδόθη νόμος, εὕροι ἂν αὐτὸν ἐν τόπῳ γῆς σκοτεινῷ λελαλημένον. οὐ μὴν ὁμοίως καὶ τὸ εὐαγγέλιον τοῦ Χριστοῦ· εἰς πᾶσαν γοῦν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν ἀποστόλων αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. παντοίᾳ δὲ γλώττῃ καὶ πάσῃ φωνῇ, χαρακτῆρσί τε τοῖς καθ’ ἕκαστον ἔθνος παραδέδοται εἰς ἐξάκουστον πᾶσι τοῖς ἔθνεσι. διὸ εἴπερ τι ἄλλο καὶ τοῦτο θαυμαστῶς καὶ εὐκαίρως ἀναπεφώνηται, λέγω δέ· οὐκ ἐν κρυφῇ λελάληκα οὐδὲ ἐν τόπῳ γῆς σκοτεινῷ. τούτοις ἑξῆς ἐπιλέγει· οὐκ εἶπον τῷ σπέρματι Ἰακώβ Μάταιον ζητήσατε, κατὰ δὲ τὸν Σύμμαχον· οὐκ εἶπον τῷ σπέρματι Ἰακώβ Ματαίως ζητήσατέ με, ἢ κατὰ τὸν Ἀκύλαν καὶ τὸν Θεοδοτίωνα· οὐκ εἶπον τῷ σπέρματι Ἰακώβ Κενῶς ζητήσατέ με. πρώτους μὲν γάρ φησιν ἐκείνους ἀνεκαλεσάμην διὰ τοῦ εὐαγγελικοῦ κηρύγματος καὶ πρώτοις αὐτοῖς τὴν βασιλείαν τῶν οὐρανῶν ἐπηγγειλάμην ὥσπερ μισθοὺς τῆς εἰς ἐμὲ πίστεως αὐτοῖς ὑπισχνούμενος πρὸς τὸ μὴ νομίσαι αὐτοὺς ματαίως θεοσεβεῖν. διὸ καὶ ζωὴν αἰώνιον ἐπηγγειλάμην καὶ ἀγαθά, ἃ ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. ἐπεὶ δὲ θεός εἰμι λαλῶν δικαιοσύνην καὶ ἀναγγέλλων ἀλήθειαν, κατὰ τὸν τῆς δικαιοσύνης λόγον μετ’ ἐκείνους πάντας ἀνθρώπους πρὸς ἐμαυτὸν ἀνεκαλεσάμην. Ἐντεῦθεν ἤδη τοῖς πᾶσι κηρύττω λέγων· συνάχθητε καὶ ἥκετε, βουλεύσασθε ἅμα, οἱ σῳζόμενοι ἀπὸ τῶν ἐθνῶν. ἀντὶ δὲ τοῦ· βουλεύσασθε ἅμα, ὁ Σύμμαχος· προσεγγίσατέ μοι οἱ διαπεφευγότες τῶν ἐθνῶν. ὁρᾷς ὅπως τοὺς ἀπὸ τῶν ἐθνῶν βουλομένους σῴζεσθαι προσκαλεῖται. ἐπειδὴ δὲ μὴ ὑπακούειν ἔμελλον τῷ κηρύγματι μηδὲ ὑποδέχεσθαι τῆς κλήσεως τὴν χάριν, ἐναπομένειν δὲ τῇ ἑαυτῶν ἀθέῳ πλάνῃ, ἀκολούθως καὶ τὴν περὶ τούτων ἐπισυνάπτει μνήμην λέγων· οὐκ ἔγνωσαν οἱ αἴροντες τὸ ξύλον γλύμμα αὐτῶν καὶ προσευχόμενοι πρὸς θεούς, οἳ οὐ σῴζουσιν αὐτούς. εἰ δ’ ἔχοιέν τι ὑπὲρ τῶν οἰκείων θεῶν λέγειν, προσίτωσάν μοι καὶ ἐγγισάτωσάν μοι· γνώσονται γὰρ ἐγγὺς γενόμενοι τὸν ἀληθινὸν θεόν, οὗ μέγα δεῖγμα τῆς θεότητος τοῦ προφητεῦσαι ταῦτα διὰ τῶν ἐμῶν προφητῶν καὶ τὸ ἀπ’ ἀρχῆς ἀπαγγεῖλαι ταῦτα εἰς τὰς ἀκοὰς ὑμῶν. διό φησι· τίς ἀκουστὰ ἐποίησε ταῦτα ἀπ’ ἀρχῆς; τότε ἀνηγγέλη ὑμῖν. ἀνθ’ οὗ ὁ Σύμμαχός φησιν· ἐκ πρώτης τότε εἶπον αὐτά. εἰ γάρ τινα οἴεσθε εἶναι θεόν, εἴπατε τίς ἕτερος θεὸς ταῦτα γνοὺς προεῖπε; τίς δὲ προαπήγγειλε τὰ γενησόμενα; ἀλλ’ οὐδεὶς ἕτερος ἔγνω οὐδεὶς προεῖπεν, ἐπεὶ μηδὲ ἦν ἄλλος θεός, μόνος δὲ ἐγὼ ταῦτα ἐθέσπισα. διό φημι· Ἐγὼ κύριος ὁ θεός, καὶ οὐκ ἔστιν ἄλλος πλὴν ἐμοῦ. ἐθέσπισα δὲ καὶ προεῖπον, ἐπεὶ δίκαιός εἰμι καὶ σωτήρ, διόπερ κατὰ τὸν τοῦ δικαίου λόγον πάντα τὰ ἔθνη καλῶ εἰς τὴν παρ’ ἐμοὶ σωτηρίαν. Οἷς ἀκολούθως ἐπιλέγει· ἐπιστράφητε ἐπ’ ἐμὲ καὶ σωθήσεσθε, οἱ ἀπ’ ἐσχάτου τῆς γῆς, ἢ κατὰ τὸν Σύμμαχον· τράπητε πρός με καὶ σώθητε πάντα τὰ πέρατα τῆς γῆς. ὁρᾷς ὅπως καθολικὸν κήρυγμα πᾶσι τοῖς ἔθνεσι καταγγέλλει. καὶ προστίθησιν· ἐγώ εἰμι ὁ θεός, καὶ οὐκ ἔστιν ἄλλος. κατ’ ἐμαυτοῦ ὀμνύω Εἰ μὴν ἐξελεύσεται ἐκ τοῦ στόματός μου δικαιοσύνη. καὶ πάλιν τὴν δικαιοσύνην προΐσχετε μεθ’ ὅρκου παραλήψεως εἰς βεβαίωσιν τῆς ἐπαγγελίας, ἵνα διὰ δύο φησὶν ὁ θεῖος Ἀπόστολος πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι θεόν, ἰσχυρὰν παράκλησιν σχῶμεν. διὰ δὲ τῆς δικαιοσύνης τῆς παρ’ αὐτοῦ πᾶσιν ἀνθρώποις ἐπαγγέλλεται σωτηρίαν. καὶ οἱ λόγοι δέ μού φησιν οὗτοι οὐκ ἀποστραφήσονται· ποῖοι δὲ λόγοι ἢ δι’ ὧν ἔλεγεν· ἐπιστράφητε ἐπ’ ἐμὲ καὶ σωθήσεσθε, οἱ ἀπ’ ἐσχάτου τῆς γῆς; καὶ ἐπιφέρει· ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ καὶ ἐξομολογήσεται πᾶσα γλῶσσα τῷ θεῷ, ἤ· καὶ ὀμεῖται κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς πᾶσα γλῶσσα τῷ θεῷ. θεσπίζει δὲ καὶ διὰ τούτων, ὅτι αὐτῷ κάμψει πᾶν γόνυ, οὐχὶ τὸ Ἰουδαίων μόνον, ἀλλὰ καὶ τῶν λοιπῶν ἐθνῶν, οὗ μακαριώτερον οὐδὲν ἂν γένοιτο. καὶ ταύτης δὲ τῆς προφητείας τὸ ἀποτέλεσμα ἐπληροῦτο τῇ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίᾳ, μεθ’ ἣν ἐν τῇ ἐκκλησίᾳ αὐτοῦ τῇ καθ’ ὅλης τῆς οἰκουμένης πάντες συγκροτούμενοι λαοὶ γόνυ κλίνειν τῷ θεῷ ἐν ταῖς προσευχαῖς ἐδιδάχθησαν, καίτοι Ἰουδαίων τοῦτο ποιεῖν οὐκ εἰδότων. διὸ λέλεκται· ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ· οὐκέτι γὰρ θεοῖς ἑτέροις οὐδὲ τῇ πλάνῃ τῆς εἰδωλολατρίας, ἀλλ’ ἐμοὶ κάμψει πᾶν γόνυ φησὶ τῷ ταῦτα προαγορεύοντι θεῷ καὶ ἐμοὶ ὀμεῖται πᾶσα γλῶσσα. ὅπερ καὶ ἀκόλουθον ἦν· οἱ γὰρ ἐμὲ τὸν θεὸν ἐπιγνόντες ἐν πᾶσι τοῖς ἔθνεσι διὰ παντοίας γλώσσης καὶ ὁμιλίας, βαρβάρου τε καὶ Ἑλληνικῆς, ἐν τοῖς ὅρκοις ἐμὲ μάρτυρα παραλήψονται βεβαιοῦντες τὰς ἑαυτῶν πίστεις. Οἱ δ’ αὐτοὶ οὗτοι ἐροῦσι Δικαιοσύνη καὶ δόξα πρὸς αὐτὸν ἥξει, ἢ κατὰ τὸν Σύμμαχον· δικαιοσύνη καὶ ἰσχὺς εἰς αὐτὸν ἐλεύσεται. πᾶσαι αἱ ἐν ἀνθρώποις ἀρεταὶ τέλος αὐτὸν ἕξουσι καὶ πᾶσα ἰσχὺς ἀνθρώπων τῶν ὑπὲρ θεοσεβείας ἀγωνισαμένων πρὸς αὐτὸν ἐλεύσεται καὶ τὸν τῶν καμάτων καρπὸν τήν τε ἀμοιβὴν τῆς ἀρετῆς λήψονται, οἱ δὲ διορίζοντες ἑαυτοὺς ἀπ’ αὐτοῦ αἰσχυνθήσονται. διὸ καὶ ἐν ἑτέροις λέλεκται· αἰσχυνθήσονται πάντες οἱ προσκυνοῦντες γλυπτοῖς οἱ ἐγκαυχώμενοι ἐν τοῖς εἰδώλοις αὐτῶν. πότε δὲ οὗτοι αἰσχυνθήσονται ἢ ὅταν πᾶν γόνυ κάμψῃ τῷ θεῷ καὶ ἐξομολογήσηται αὐτῷ πᾶσα γλῶσσα. Ἑξῆς τούτοις λέγεται· δικαιωθήσονται καὶ ἐν τῷ θεῷ ἐνδοξασθήσονται πᾶν τὸ σπέρμα τῶν υἱῶν Ἰσραήλ. καὶ θέα τὴν ἀκρίβειαν τοῦ λόγου· οὐ γὰρ τὸν Ἰσραὴλ εἶπεν οὐδὲ τὸ σπέρμα Ἰσραήλ, ἀλλὰ τὸ σπέρμα τῶν υἱῶν Ἰσραήλ. υἱοὶ δὲ Ἰσραὴλ ἐτύγχανον οἱ πρῶτοι κήρυκες τοῦ σωτηρίου εὐαγγελίου, ὧν τὸ σπέρμα καὶ τὴν διαδοχὴν δικαιωθήσεσθαι καὶ δοξασθήσεσθαι εἴρηται. καὶ ἐν ἀρχῇ δὲ τῆς προφητείας περὶ τῶν αὐτῶν εἴρητο· εἰ μὴ κύριος σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν.