Ancient Greek · ~10 min
Book 2
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 2.30
Not analysed yet
Περιγράψασα ἡ προφητεία τὰ περὶ τῆς ἐπιστροφῆς τῶν ἐθνῶν καὶ τὰ περὶ τῆς ἐκλογῆς τοῦ σπέρματος τῶν υἱῶν Ἰσραὴλ ἐπιστρέφει πάλιν πρὸς Ἰουδαίους τὸν λόγον καὶ τὴν τῆς εἰδωλολατρίας παντελῆ κατάλυσιν σημαίνει λέγουσα· Ἔπεσε Βήλ, συνετρίβη Δαγών, ἐγένετο τὰ γλυπτὰ αὐτῶν εἰς θηρία καὶ κτήνη. Βὴλ δὲ εἴδωλον ἦν, ὅπερ Ἕλληνες καλοῦσιν ἤλ, ἑρμηνεύοντες αὐτὸν εἶναι τὸν παρ’ αὐτοῖς καλούμενον Κρόνον, περὶ ὃν οὕτως ἦσαν οἱ παλαιοὶ ἐπτοημένοι ὡς κατασφάττειν αὐτῷ τὰ ἑαυτῶν φίλτατα καὶ ἄλλας μυρίας ἀνθρωποθυσίας αὐτῷ κατὰ πάντα τόπον προσφέρειν. Δαγὼν δὲ καὶ αὐτὸ ξόανον ἦν τῶν ἀλλοφύλων τῶν τὴν Ἀσκάλωνα καὶ τὴν Γάζαν οἰκούντων. καὶ δὴ μερικῶς τούτων μνημονεύσας ὁ λόγος ἑξῆς καθολικώτερον περὶ πάντων τῶν ἁπανταχοῦ θεοποιουμένων ἐπιφέρει· ἐγένετο τὰ γλυπτὰ αὐτῶν εἰς θηρία καὶ κτήνη. καὶ ταῦτα δέ ἐστι καθ’ ὅλης συνιδεῖν τῆς Αἰγύπτου, ἔνθα πᾶν θηρίων καὶ κτηνῶν γένος σέβειν ὡς θεοὺς εἰώθασι. κατὰ δὲ τὸν Σύμμαχον· ἐγένετο τὰ εἴδωλα αὐτῶν ζῴοις ἔκδοτα, ἅτε δὴ ἀπορριφέντα καὶ εἰς παντελῆ καταστάντα ἐρημίαν. τούτοις ἑξῆς εἴρηται· αἴρετε αὐτὰ καταδεδεμένα ὡς φορτίον κοπιῶντι, κατὰ δὲ τὸν Σύμμαχον· καὶ κτήνεσιν βαστάγμασιν ὑμῶν γόμοι ἄρσεως εἰς ἔκλυσιν. ἐβαρήθησαν, ὑπερεταλάντησαν ὁμοῦ, οὐκ ἐδυνήθησαν ἐπισῶσαι τὸν βασταγμόν. ταῦτα δὲ καὶ αὐτοῖς ἔργοις καθ’ ἡμᾶς ἐπληροῦτο πρὸς λέξιν, καὶ κατὰ διάνοιαν δὲ βαρὺ καὶ δυσβάστακτον καὶ διαβολικὸν φορτίον ταῖς τῶν ἀνθρώπων ψυχαῖς τῆς εἰδωλολάτρου πλάνης ἐπέκειτο πάλαι. διὸ λέλεκται· ὥσπερ πεινῶντι καὶ μηκέτι ἔχοντι ἰσχὺν ἀλλ’ ἐκλελυμένῳ ἀπὸ ἀτροφίας ἐπιθείη τις φορτίον, οὕτω βαρύτατα εἶναι τὰ δαιμονικὰ βάρη τοῖς δεδουλωμένοις αὐτῶν τῇ πλάνῃ ἀσώτοις τισὶ καὶ μὴ οἵοις τε σωθῆναι ἀπὸ τοῦ καταλαβόντος αὐτῶν τὰς ψυχὰς πολέμου, ἐν ᾧ δίκην αἰχμαλώτων κλοιοῖς καὶ δεσμοῖς διαβολικοῖς περιβληθέντες ἀπήχθησαν. διό φησιν· οἳ οὐ δυνήσονται σωθῆναι ἀπὸ πολέμου, αὐτοὶ δὲ αἰχμάλωτοι ἤχθησαν. Ταῦτα τὸ Ἰουδαίων ἔθνος διδάσκων ὁ λόγος εἰς ἀποτροπὴν τῆς συνεχούσης αὐτοὺς εἰδωλολατρίας εἰς αὐτῶν πρόσωπον ἑξῆς προσφωνεῖ λέγων· Ἀκούσατέ μου, οἶκος τοῦ Ἰακὼβ καὶ πᾶν τὸ κατάλοιπον τοῦ Ἰσραήλ, ἀλλ’ οὔτε Ἰακὼβ αὐτοὺς καλεῖ οὔτε Ἰσραὴλ ὀνομάζει, οἶκον δὲ αὐτὸν μόνον τοῦ Ἰακὼβ διὰ τὴν κατὰ σάρκα οἰκειότητα καὶ κατάλοιπον ὡσανεὶ περίττευμα καὶ τρύγα τοῦ Ἰσραήλ. εἶτ’ ὀνειδίζει αὐτοὺς τὴν ἐξ ἁπαλῶν ὀνύχων μελέτησιν καὶ ἐκμάθησιν τῶν θείων ἀναγνωσμάτων, ἃ δὴ μανθάνοντες ἐκ παιδίου καὶ εἰς γῆρας εἰς κενὸν ἐμελέτησαν, ὡς διὰ τοῦτ’ εἰρῆσθαι τό· καὶ λαοὶ ἐμελέτησαν κενά. δεῖγμα δὲ μέγιστον τοῦ εἰς κενὸν καὶ μάταιον τὴν τῶν θείων γραφῶν μελέτην αὐτοὺς πεποιῆσθαι τὸ εἰσέτι τότε εἰδωλολατρεῖν καὶ δεῖσθαι λόγων προφητικῶν εἰς ἔλεγχον καὶ ἀποτροπὴν τῆς πλάνης. ἀλλ’ εἰ καὶ ὑμεῖς φησι τοιοῦτοι, ἐγὼ θεὸς ὢν ὁ αὐτὸς ἐμαυτῷ ἔσομαι καὶ οὐ παύσομαι εἰσφερόμενος σπουδὴν πρὸς τὸ σῶσαι ὑμᾶς.