Ancient Greek
Book 2
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 2.31
Not analysed yet
Ἔτι καὶ ταῦτα πρὸς τὸν ἐκ περιτομῆς λαὸν ἀποτείνεται, ὃν οὐκέτι παῖδα αὐτοῦ ἐκάλει οὐδὲ ἐκλεκτὸν καὶ ἀγαπητὸν Ἰσραήλ· αὗται γὰρ αἱ προσθῆκαι διὰ τῶν ἀνωτέρων τὴν ἐξ αὐτῶν ἐκλογὴν ἐδήλουν. φησὶν οὖν πρὸς αὐτούς· Ὑμεῖς μέν, ὦ οὗτοι ἐκ παίδων καὶ ἐξ αὐτῆς κοιλίας ὡς εἰπεῖν τὰ θεῖα λόγια παιδευόμενοι καὶ καταγηρῶντες ἐν αὐτοῖς, οὐδὲν πρὸς ψυχῆς ὠφέλειαν ἐξ αὐτῶν ἐκαρπώσασθε· ἐγὼ δὲ καὶ μετὰ τοσαύτας ὑμῶν ἀποπτώσεις ἔτι καὶ νῦν ἀνεχόμενος εἰς μετάνοιαν ὑμᾶς προσκαλοῦμαι, ἐπειδήπερ ἐμὸν τυγχάνετε ὄντες ποίημα. ἐγὼ γὰρ ἐποίησα, διὸ κἀγὼ ἀνέχομαι· ἐπαγγέλλομαι δὲ καὶ συγχώρησιν ποιήσασθαι τῶν ἡμαρτημένων ὑμῖν, εἰ μεταβαλεῖσθε. διό φημι· καὶ ἐγὼ ἀνήσω καὶ πάλιν ἀναλήψομαι ὑμᾶς καὶ σώσω. Καὶ τὰ μὲν τῆς ἐμῆς προτροπῆς τοιαῦτα, ὑμεῖς δὲ λογίσασθε εἰς ποίας ἐκπεπτώκατε θεομαχίας καὶ δυσσεβείας τολμήσαντες ὁμοιῶσαί με τοῖς μὴ οὖσι καὶ ἐν οὐδενὶ λόγῳ θέσθαι τὴν ἐμὴν θεότητα. ἰσότιμον δέ με ἔθεσθε τῇ ἀψύχῳ ὕλῃ, ἣν ἐπλάσασθε· χρυσίον καὶ ἀργύριον ἐκ συμβολῆς συνάγοντες καὶ διὰ χειρῶν ἀνθρωπίνων ἀνειδωλοποιήσαντες, οἷς δὲ προσκυνεῖν οὐκ αἰσχύνεσθε μήτε βαδίζειν μήτε κινεῖσθαι δυνατοῖς οὖσιν, ἀλλ’ ἐπ’ ὤμων φερομένοις καὶ ὑφ’ ἑτέρων ὠθουμένοις καὶ μήτε ἀκούειν μήτε αὐτοὺς σῴζειν δυνατοῖς. τούτοις ὅμοιον κἀμὲ εἶναι ἐλογίσασθε, ὦ τὰς ψυχὰς πεπηρωμένοι. Ἀλλὰ γὰρ βραχύ τι διαβλέψαντες ἐννοήσατε εἰς οἷον ἀσεβείας βυθὸν ἐξωκείλατε· τούτων δὲ αὐτῶν μνησθέντες μετανοήσατε καὶ ἐπιστρέψατε ὀρθοῖς λογισμοῖς εἰς ἔννοιαν τῆς ἐμῆς θεότητος, ἐννοήθητέ τε παρ’ ἑαυτοῖς ὡς ἐξ αἰώνων ἀπείρων καὶ πρὸ παντὸς ἐπινοουμένου χρόνου ἐγώ εἰμι, καὶ οὐκ ἔστιν πλὴν ἐμοῦ θεός. Τούτου δὲ μέγιστον ἀνθρώποις μαρτύριον διὰ τῶν ἐμαυτοῦ προφητῶν παρεστησάμην τὰ μέλλοντα θεσπίσας καὶ τὰ μακροῖς ὕστερον χρόνοις γενησόμενα προειπών, ἃ καὶ δι’ ἔργων ἐξετέλεσα καὶ αὖθις ἐπιτελέσω ἐν τοῖς ἐπιοῦσι χρόνοις. καὶ πάντα δὲ ὅσα βεβούλευμαι καὶ ὥρισα ἀραρότως γενήσεται ἐμοῦ τέλος ἐπιθήσαντος τοῖς ἐμαυτοῦ λόγοις· ὅτε καὶ βούλομαι διὰ τοῦ καλεῖν τοὺς ἐμαυτοῦ ὑπηρέτας δι’ ἀέρος φερομένους ὀρνέων καὶ πετηνῶν δίκην, λέγω δὲ τὰς ἀγγελικὰς δυνάμεις καὶ τὰ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν. οὕτως γοῦν καλῶν ἀπὸ ἀνατολῶν πετηνόν, ἢ ὄρνεον κατὰ τὸν Σύμμαχον, καὶ ἀπὸ γῆς πόρρωθεν τὰς ἐμοὶ διακονουμένας θείας δυνάμεις. ἅπερ πρότερον ἐλάλησα διὰ τῶν ἐμαυτοῦ προφητῶν, ταῦτα δι’ αὐτῶν ἔργοις ἐπιτελέσω. κατὰ δὲ τὸν Σύμμαχον καὶ τοὺς λοιποὺς ἑρμηνευτάς· πᾶν φησι τὸ θέλημά μου ποιήσω, καλῶν ἀπὸ ἀνατολῶν ὄρνιν ἀπὸ γῆς πόρρωθεν, ἄνδρα βουλῆς μου· καίγε ἐλάλησα, καίγε ἄξω αὐτό, ἔπλασα καὶ ποιήσω αὐτό. ἄνδρα δὲ βουλῆς αὐτοῦ τίνα ἂν εἴποις ἢ τὸν Χριστὸν αὐτοῦ, ὃν ἀνακαλεσάμενός φησιν ἐκ γῆς πόρρωθεν, δηλαδὴ ἐκ τῶν τοῦ ᾅδου μυχῶν. πάντα ὅσα πρὸ τούτου ἐπηγγειλάμην, εἰς ἔργα δι’ αὐτοῦ χωρῆσαι ποιήσω.