Ancient Greek · ~26 min
Book 2
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 2.32.1
Not analysed yet
Ἔτι καὶ ταῦτα πρὸς τὸν ἐκ περιτομῆς λαὸν εἴρηται, ἅπερ συνάψαι προσήκει τοῖς ἀνωτέρω εἰρημένοις, δι’ ὧν προσφωνήσας αὐτοῖς ὁ λόγος καὶ εἰπών· Ἀκούσατέ μου, οἶκος τοῦ Ἰακὼβ καὶ τὸ κατάλοιπον τοῦ οἴκου Ἰσραὴλ ἐπήγαγε· τίνι με ὡμοιώσατε; ἴδετε, τεχνάσασθε, οἱ πλανώμενοι. ἀλλ’ ἐκεῖ πλανωμένους αὐτοὺς ὠνόμαζεν, ἐνταῦθα δὲ ἀκούσατέ μού φησιν, οἱ ἀπολωλεκότες τὴν καρδίαν, ἀνθ’ οὗ ὁ Σύμμαχος σκληροκάρδιοι ἡρμήνευσε. καὶ προστίθησιν· οἱ μακρὰν ἀπὸ τῆς δικαιοσύνης, ἀλλ’ ὑμεῖς μέν φησιν ἐμακρύνατε ἑαυτοὺς τῆς ἐμῆς δικαιοσύνης, ἐγὼ δὲ οὐ καθ’ ὑμᾶς ἔπραξα, κατὰ δὲ τὴν φιλανθρωπίαν ὡς θεὸς ἀγαθὸς καὶ δίκαιος τὴν δικαιοσύνην μου ἤγγισα καὶ τὴν σωτηρίαν τὴν παρ’ ἐμοῦ οὐ βραδυνῶ. καὶ ταῦτα πράξω οὐ μέλλων οὐδὲ βραδύνων, ἀλλ’ ἐντεῦθεν ἤδη δώσω ἐν Σιὼν σωτηρίαν καὶ τῷ Ἰσραὴλ δόξαν· οὕτω γὰρ ἡρμήνευσεν ὁ Σύμμαχος εἰπών· δώσω ἐν Σιὼν σωτήριον καὶ τῷ Ἰσραὴλ δόξαν. τῇ μὲν οὖν ἐμαυτοῦ φιλανθρωπίᾳ χρώμενος ταῦτα τῇ Σιὼν καὶ τῷ Ἰσραὴλ δώσω, τὴν δὲ δικαιοσύνην μου ἐνδείξομαι ἐν τῷ ἐπεξιέναι τοῖς πολιορκήσασιν αὐτούς. Χαλδαῖοι δὲ ἦσαν οὗτοι καὶ Βαβυλώνιοι, πρὸς οὓς μεταβαίνων ἀποτείνεται προαγορεύων αὐτοῖς καθαίρεσιν τῆς βασιλείας καὶ ταπείνωσιν τοῦ ὕψους, ἐφ’ ᾧ ἐμεγαλαύχουν μακροῖς χρόνοις δυναστεύσαντες τῶν ἐθνῶν. προσωποποιεῖται δὲ ἐν τούτοις τὴν βασιλείαν αὐτῶν θυγατέρα Βαβυλῶνος ὀνομάζων αὐτήν· καλεῖ δὲ αὐτὴν καὶ παρθένον διὰ τὸ ὡραΐζεσθαι καὶ καλλωπίζεσθαι παρθένου δίκην, βούλεσθαί τε φαίνεσθαι νέαν καὶ κόρην εἶναι νομίζεσθαι. εἶθ’ ὡς ἐν ὕψει καθημένῃ διαναστῆναι αὐτῇ προστάττει καὶ καταβῆναι ἀπὸ τοῦ ἑαυτῆς θρόνου, καθεσθῆναί τε ἐπὶ τῆς γῆς καὶ ἀποκρύψαι ἑαυτῆς τὴν ἀσχημοσύνην, ἣν πείσεται ἐκ τῆς ἐπὶ τὸ χεῖρον μεταβολῆς. τοῦτο δὲ σημαίνει φάσκων· εἴσελθε εἰς τὸ σκότος. εἶθ’ ὡς ἐπὶ παρθένου προσωποποιῶν τὴν βασιλείαν οὐκέτι φησὶ κληθήσῃ ἁπαλὴ καὶ τρυφερά. Ὁποῖα ἐτύγχανες πάλαι ποτὲ κατεντρυφῶσα ὡς πάντας τοὺς ἀρχομένους ὑπὸ σοῦ τοιούτοις τισὶν ὀνόμασιν ἐπὶ σοῦ κεχρῆσθαι. διὸ ἀποθεμένη τὴν βασιλικὴν ἐκείνην τρυφὴν θεραπαίνης τρόπον κακοπαθοῦς τινος καὶ μυλωθρίδος παρασκεύασον σεαυτὴν δουλεύειν τοῖς σαυτῆς δεσπόταις, μύλον δηλαδὴ λαβοῦσα ἐν αὐτῷ ἄλεσον τὴν σκληρὰν ταύτην καὶ ἐπίπονον θητείαν τῆς παλαιᾶς τρυφῆς ἀντικαταλλαξαμένη. ἀλλὰ καὶ τὸ κατακάλυμμά σου, ᾧ τὴν κεφαλὴν περιέσκεπες χρυσῷ καὶ λίθοις καὶ τῇ λοιπῇ κομμωτικῇ περιεργίᾳ κατακεκοσμημένη περίελε ἀπὸ σοῦ. καὶ ἐπειδὴ μακροῖς χρόνοις παλαιωθεῖσα καὶ καταγηράσασα ἐν τῇ τῶν ἐθνῶν κατατυράννιδι ἀπέκρυπτες τὸ γῆρας καὶ τὴν παλαιότητα ἐγκαλύπτουσα τὰς σαυτῆς πολιὰς τῇ τοῦ κόσμου περιβολῇ ὡς νομίζεσθαί σε παρθένον ἁπαλὴν καὶ τρυφερὰν εἶναι. ἄκουε νῦν ἐλεγχομένη ὡς δεήσει σε τὰς ἐπὶ τῆς κεφαλῆς πολιὰς ἀνασῦραι καὶ τοῖς πᾶσι τὴν σαυτῆς ἐνδείξασθαι παλαιότητα. κατὰ δὲ τὸν Σύμμαχον· κάλυψαί φησιν ὦτα, ἀποκάλυψαι κνήμην, πάρελθε ποταμούς· ἀποκαλυφθήτω ἡ αἰσχύνη σου, καὶ γὰρ ἐφάνη τὸ ὄνειδός σου· ἐκδίκησίν σου λήψομαι, καὶ οὐκ ἀντιστήσεται ἐν ἐμοὶ ἄνθρωπος. ταῦτα κατὰ τὸν Σύμμαχον, δι’ ὧν ἀπαγωγήν τινα τὴν ἐπ’ ἀλλοδαπῆς χώρας καὶ ὥσπερ αἰχμαλωσίαν τὴν ὑπ’ ἐχθροῖς καὶ πολεμίοις ὁ λόγος ἀποτελεῖ τῇδε δουλωμένῃ. ἐκ δὲ τῆς τούτων παραθέσεως καὶ ἡ παρ’ ἡμῖν ἀνάγνωσις σαφηνισθήσεται. ἀντὶ γὰρ τοῦ· τὸ δίκαιον ἐκ σοῦ λήψομαι, οὐκέτι μὴ παραδῶ ἀνθρώποις, ὁ Σύμμαχος· ἐκδίκησίν φησι λήψομαι, καὶ οὐκ ἀντιστήσεταί μοι ἄνθρωπος. ἀντὶ δὲ τοῦ· ὁ ῥυσάμενός σε, κύριος σαβαώθ, Ἀκύλας· ἀγχιστεύων ἡμῶν κύριος, ὁ δὲ Σύμμαχος· λυτρωτὴς ἡμῶν κύριος δυνάμεων, ὁ δὲ Θεοδοτίων· ὁ λυτρούμενος ἡμᾶς κύριος τῶν δυνάμεων, ὄνομα αὐτῷ ἅγιος Ἰσραήλ. Ταῦτα γάρ φησι κατὰ σοῦ ὥρισεν ὁ ἡμέτερος κύριος λυτρούμενος ἡμᾶς καὶ ἐλευθερῶν ἀπὸ τῆς ὑπὸ σὲ ταλαιπωρίας. διό φησιν· Κάθισον κατανενυγμένη, ἢ κατὰ τὸν Σύμμαχον σιωπῶσα, ἡ πάλαι ἐπαιρομένη καὶ μεγαλαῦχος, ἡ ὡς οἰκέταις προστάσσουσα τοῖς λοιποῖς ἔθνεσι καὶ ὥσπερ μεταμελομένη, ἐφ’ οἷς ἔπραξας, καὶ τὴν ψυχὴν κατανενυγμένη. κάθισον ἐν αὐτῷ ἐδάφει ταπεινή, ἢ εἰ δυνατὴ τυγχάνεις, ἀπόκρυψον σαυτὴν καὶ σκότῳ παράδος, ἵνα μὴ ἀσχημονῇς. εἶτα κατὰ τὸν Σύμμαχον εἴρηται· οὐκέτι γὰρ κληθήσῃ δέσποινα βασιλειῶν. ὠργίσθην κατὰ τοῦ λαοῦ μου, ἐβεβήλωσα τὴν κληρονομίαν μου. κἀγὼ μὲν κατὰ τὸ δίκαιον παιδείας ἕνεκεν καὶ ἐπιστροφῆς εἰς τὰς σὰς χεῖρας παρέδωκα τὸν ἐμαυτοῦ λαὸν σωφρονίζων αὐτόν, σὺ δὲ ἐκ περιττοῦ καὶ τοῦ δέοντος ἔπραξας πλέον οὐδὲν φιλάνθρωπον ὡς πρὸς ὁμοιωπαθεῖς ἐνδειξαμένη. Καὶ τὰ λοιπὰ δὲ σαφέστερα ὄντα τὸ ὑπερήφανον τῆς τῶν Χαλδαίων βασιλείας διαγράφει καὶ τὴν ἀλαζονείαν τῶν παρ’ αὐτοῖς βασιλευσάντων ἀνδρῶν, ὅπως τε ὑπέγραφον ἑαυτοῖς ἀθάνατον κράτος καὶ ἀκαθαίρετον ἕξειν τὴν ἀρχήν. ἀλλ’ ὑφ’ ἕνα καὶ τὸν αὐτὸν καιρὸν ἥξει ἐπὶ σέ φησι καὶ ἀνδρὸς στέρησις καὶ τέκνων ἀπώλεια, ἀνδρὸς μὲν τοῦ ἐν σοὶ βασιλεύοντος, τέκνων δὲ τῶν ὑπὸ σοῦ βασιλευθησομένων. ἀθρόως δὲ ταῦτα ἥξει ἐπὶ σὲ ὡς καὶ χήραν καὶ ἄτεκνον ἀποδειχθῆναί σε· ταῦτα δὲ σοὶ συμβήσεται, οὐ διὰ τὰ προλεχθέντα μόνον, ἀλλὰ καὶ διὰ τὸ πλῆθος τῶν φαρμακειῶν σου καὶ τῶν ἐπαοιδῶν σου, ἐφ’ οἷς τὰς ἐλπίδας ἔχουσα ἀγαυριᾷς μονουχὶ λέγουσα· Ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ἑτέρα. ἀντὶ δὲ τοῦ· γνῶθι ἡ σύνεσις τούτων ἔσται, ὁ Σύμμαχος· καὶ ἡ γνῶσίς σού φησιν αὕτη ἐξηπάτησέ σε, διὸ εἶπας ἐν τῇ καρδίᾳ σου Ἐγώ εἰμι, καὶ οὐχ ὑπάρχει μετ’ ἐμὲ ἔτι. Ἀλλ’ ἐπελθούσης σοι τῆς ἐκ θεοῦ ὀργῆς χρῆσαι ταῖς ἐπαοιδαῖς καὶ ταῖς φαρμακείαις, αἷς εἴωθας εἴ πως ἄρα βοηθείας τεύξῃ· ταῦτα γὰρ ἦν σοῦ τὰ μαθήματα, ἃ ἐμάνθανες ἐξ ἀρχείων χρόνων καὶ ἐκ νεότητός σου. ἔστι δὲ ἀπὸ τῆς τοῦ Δανιὴλ γραφῆς γνῶναι, ὅπως διέπρεπον παρὰ τοῖς Χαλδαίοις τοῖς τὴν Βαβυλῶνα κατοικοῦσι μάγοι τινὲς καὶ γαζαρηνοὶ καὶ φάρμακοι καὶ οἱ περὶ ταῦτα καὶ τὰ τοιαῦτα δεινοί τε καὶ σοφοί. καὶ εὐδοκίμουν παρὰ τῷ βασιλεῖ ὡς δι’ αὐτῶν κατορθουμένης τῆς βασιλείας, ἀλλ’ ἐπεὶ μὴ μόνον φαρμακείαις καὶ ἐπαοιδίαις ἐσχόλαζον, ἤδη δὲ καὶ ἐπὶ τῇ τῶν μαθηματικῶν θεωρημάτων γνώσει μέγα ἐφρόνουν τὰ οὐράνια ἐπίστασθαι ἐπαγγελλόμενοι καὶ τῶν ἀστέρων τὰς κινήσεις, τά τε ἐκ τούτων ἀποτελέσματα καὶ τούτοις ἐπὶ τοῦ παρόντος χρῆσαι κατὰ καιρόν, ὡς ἂν μάθοις τὰ μέλλοντά σε διαλήψεσθαι. ἀλλ’ οὐδεὶς ἔσται ὁ δυνησόμενος ἐκ τῆς τούτων θεωρίας τὸ μέλλον ἐξειπεῖν· μάλιστα γὰρ αὐτοὺς καταλήψεται τοὺς ἐπὶ τούτοις μέγα φρονοῦντας ἡ διὰ πυρὸς τιμωρία. ἐπειδὰν καὶ πᾶσα ἡ πόλις πυρίκαυστος γίγνεσθαι μέλλῃ, τότε γοῦν ἐλεγχθήσονται τῷ μὴ δεῖν ἑαυτοῖς ἐπαμύνειν δύνασθαι καὶ ὅλην δὲ σὲ τοῦτο τὸ τέλος περιμένει, λέγω δὲ τὸ ἐν ἄνθραξι καὶ πυρὶ καυθῆναι. καὶ μᾶλλον οἱ ἄνθρακές σου τότε τῆς παλαιᾶς τρυφῆς κρείττους γενήσονταί σοι ἐπιστρεπτικοί τινες ὄντες καὶ ὠφέλιμοι. τὸ δέ· ἔσονταί σοι βοήθεια, οὐκ εἴρηται παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς. τούτῳ δέ φησι περιβληθήσῃ τῷ τέλει, ὦ σὺ Χαλδαία, ἐπειδήπερ μακροῖς χρόνοις πλάνῃ σεαυτὴν ἐκδοῦσα καὶ ὡς εἰπεῖν ἐξ αὐτῆς νεότητος ἐκοπίασας ἐν τῇ μεταβολῇ σου, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· οἱ ἔμποροί σου ἀπὸ νεανιότητός σου, ἕκαστος εἰς τὸ πέραν ἑαυτοῦ ἐπλανήθησαν, ἐξ ὧν οὐδεὶς εὕρηταί σοι σωτήρ, ἢ διὸ οὐκ ἔστιν ὁ σῴζων σε κατὰ τὸν Σύμμαχον.