Ancient Greek · ~19 min
Book 2
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 2.33.1
Not analysed yet
Τὰ ἐπελευσόμενα τῇ Βαβυλῶνι, τοῖς τε οἰκήτορσι καὶ τοῖς βασιλεῦσιν αὐτῆς προαναφωνήσας ὁ λόγος τὸν Ἰουδαίων ἀπελέγχει λαὸν διὰ τῶν προκειμένων φάσκων, ὅτι διὰ τὸ παρ’ ἐμοὶ δίκαιον ἐπάξω ταῦτα κατὰ τῶν Χαλδαίων· οὐ μὴν ὅτι σὺ βοηθείας ἦσθα ἄξιος. καὶ ταῦτα προλαβὼν προεῖπον πρὶν γενέσθαι τὰ πράγματα προγνώσει θεϊκῇ θεσπίσας, ἵν’ ἐπειδὰν εἰς πέρας ἀχθῇ καὶ δι’ ἔργων χωρήσῃ τὰ κατὰ τῶν Χαλδαίων προηγορευμένα, μὴ οἷς νομίζεις θεοῖς τὴν αἰτίαν ἀναθῇς μηδὲ εἴπῃς, ὅτι θεοί μου, οἷς εἰδωλολατρῶν προσεῖχον. ταύτην παρὰ τῶν πολεμίων τὴν τιμωρίαν εἰλήφασιν, ἐμοῦ γὰρ ἐντεῦθεν ἤδη προφητεύσαντος τὰ συμβησόμενα καὶ ἀπειλήσαντος διὰ τῶν ἐμῶν προφητῶν ἐπάξειν τὰ προλεχθέντα τῇ Βαβυλωνίων βασιλείᾳ. ἐπειδὰν δι’ ἔργων ταῦθ’ οὕτως χωρήσειε καθὼς διεστειλάμην, ἀνάγκη πᾶσα ὁμολογεῖν ὑμᾶς ἐμὲ μόνον εἶναι θεὸν τὸν ἐπαληθεύσαντα τοὺς ἐμαυτοῦ λόγους. καλεῖ δὲ αὐτοὺς οἶκον Ἰακὼβ ὡς μὴ ὄντας ἀξίους τῆς τοῦ προπάτορος αὐτῶν ἐπωνυμίας, ἀλλὰ καὶ οἱ κεκλημένοι φησὶν ἐπὶ τῷ ὀνόματι Ἰσραήλ, οὐκ ὄντες Ἰσραὴλ οὐδὲ φερώνυμοι τῆς προσηγορίας ὄντες ὅμως οὕτως ὠνομάζοντο. εἶτ’ ἐπιλέγει· καὶ ἐξ ὕδατος Ἰούδα ἐξελθόντες· μηδὲν γὰρ ἔχοντες ἄξιον τῆς τοῦ πατριάρχου ψυχῆς, ἐκ τοῦ ὕδατος δὲ αὐτοῦ καὶ τοῦ σωματικοῦ σπέρματος ὑποστάντες· σωματικοὶ καὶ σάρκινοι μόνον ἦσαν υἱοί, οὐχὶ δὲ καὶ ψυχῆς ἀληθινὰ τέκνα. σημαίνει δὲ διὰ τοῦ ὕδατος Ἰούδα τὸ βασιλικὸν γένος ἐκ διαδοχῆς Δαυὶδ καὶ ἐκ φυλῆς Ἰούδα ἔτι τότε κατὰ τοὺς προφητικοὺς χρόνους διαμένον ἐν τῇ Ἰερουσαλήμ. ὥσπερ δὲ ἐπιπλάστως καὶ Ἰακὼβ καὶ Ἰσραὴλ καὶ Ἰούδας ἐχρημάτιζον οἱ νῦν κατηγορούμενοι οὐκ ὄντες κατὰ ἀλήθειαν ἄξιοι τούτων τῶν προσηγοριῶν, οὕτως καὶ ὀμνύοντες τῷ ὀνόματι κυρίου καὶ μνήμην ποιούμενοι τοῦ θεοῦ Ἰσραὴλ μέχρι χειλέων καὶ στόματος ταῦτ’ ἔπραττον. οὐ μὴν μετὰ ἀληθείας τῇ τῶν ὅρκων ἐχρῶντο παραλήψει, ἀλλὰ καὶ τῆς πόλεως τῆς τῷ θεῷ ἀνακειμένης ἀντεχόμενοι ἐδόκουν ἀντιστηρίζεσθαι ἐπὶ τῷ θεῷ καὶ τοῦτο μεθ’ ὑποκρίσεως πράττοντες. Ταῦτα τῷ Ἰουδαίων προσφωνήσας λαῷ ἑξῆς διαστέλλεται τοῖς αὐτοῖς λέγων Μὴ νομίσητέ με, ὦ οὗτοι, ἀργῶς τὰ μέλλοντα προαγορεύειν· τοῦτο γὰρ ὅλον γίνεται, ὅπως οἱ ἐν ὑμῖν ἄπιστοι ἐκ τῆς τῶν πραγμάτων ἐκβάσεως μάθοιεν, ὅτι οὐκ ἀνθρώπινοι ἦσαν οἱ τῶν ἐμῶν προφητῶν λόγοι· οὐ γὰρ ἀνθρώπου φύσεως τὸ γνῶσιν ἔχειν τῶν μελλόντων. θεὸς δέ εἰμι ὁ ταῦτα θεσπίζων, ἤδη μὲν οὖν καὶ διὰ τῶν ἔμπροσθεν χρόνων, ἀλλά τινα προηγόρευσα καὶ λόγοι τινὲς ἐξῆλθον διὰ στόματος ἑτέρων μου προφητῶν, ὡς εἰς ἀκοὰς ἐλθεῖν πολλῶν τὰ προλελεγμένα, οἷς καὶ τὰ ἔργα ἐπηκολούθησε σύμφωνα ταῖς προαγορεύσεσιν. Ὅμως ἐπειδὴ σὺ ὁ Ἰουδαίων λαὸς τράχηλον ἀκαμπῆ καὶ σιδήρεον ἔοικας φέρειν, ἤδη δὲ καὶ ἀναίσχυντος οὕτως εἶ ὡς μὴ ἄν τινα σφαλῆναι φήσαντα μέτωπον ἔχειν σε χάλκεον. Τούτου χάριν καὶ νῦν προαπήγγειλά σοι τὰ ἐσόμενα, μήποτε τῶν πραγμάτων ἐπελθόντων ἀπατῶν σαυτὸν τοὺς πεπλανημένως νομιζομένους θεοὺς πεποιηκέναι αὐτὰ νομίσειας. πλὴν καὶ τοῦτο τὴν ἐμὴν οὐ λανθάνει πρόγνωσιν τὸ μηδ’ ἐκ τούτων ὠφεληθήσεσθαί σε τῶν λόγων. ὅμως δ’ οὖν ἐπιμένων τῇ ἐμαυτοῦ φιλανθρωπίᾳ ἔτι καὶ νῦν μαρτύρομαι καὶ διαστέλλομαί σοι τὰ συμβησόμενα τῇ Βαβυλῶνι καὶ τοῖς Χαλδαίοις τοῖς μέλλουσί σε καταπολεμεῖν. ἰδοὺ γὰρ ἐντεῦθεν προαπεφηνάμην ὡς ἂν εἰδείης τὸν καταληψόμενον αὐτοὺς ὄλεθρον, ἵν’ ἐπειδὰν οἱ πολέμιοι παραγένωνται ἐκ Βαβυλῶνος ἐπιστάντες γνωρίσῃς τὸν θεὸν τὸν προφήσαντά σοι ταῦτα καὶ βοηθὸν αὐτὸν ἀνακαλέσῃ ὡς ἂν ἤδη προαποφηνάμενον τὸ διαληψόμενον αὐτοὺς τέλος. ταῦτα δέ σοι ἐκ τῶν ἐμῶν γιγνώσκειν παρέσχον λόγων, ἄλλοθέν ποθεν οὐδὲ μίαν αὐτῶν εἰληφότι γνῶσιν. μὴ γὰρ σαυτὸν ἀπάτα μηδὲ λέγε, ὅτι πρὸ τῆς ἐμῆς προφητείας ἐγίνωσκες αὐτά· πόθεν γάρ σοι παρῆν ταῦτα γινώσκειν; πλὴν οὐδέν σε ἐκ τούτων ὠφεληθήσεσθαι τῶν λόγων πέπεισμαι. Οἶδα γὰρ καὶ πρὸ τούτου γινώσκων, ὡς ἀθετῶν ἀθετήσεις· διὸ παρ’ ἐμοὶ ὡς παρὰ θεῷ προγνώστῃ πάντων καὶ πρὶν γεννηθῆναί σε ἄνομος καὶ παράνομος ἐκέκλησο. διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· καὶ ἀσύνθηκος ἐκ κοιλίας ἐκλήθης· ὅμως γοῦν οὐ διὰ σέ, ἀλλὰ διὰ τὴν ἐμαυτοῦ φιλανθρωπίαν ἐντεῦθεν ἤδη καὶ προεῖπον καὶ ἐπέδειξά σοι τὸν μέλλοντα κατὰ τῶν σῶν πολεμίων ἐπιέναι ὄλεθρον σπουδάζων διὰ πάσης προφάσεως σωθῆναί σε. Ὅθεν ἐν τῷ παραδιδόναι σε τοῖς ἐχθροῖς σου οὐχ ἕνεκεν ἀργυρίου ἐπίπρασκόν σε· ἐπ’ ὠφελείᾳ δὲ τῇ σῇ καὶ τοῦτ’ ἔπραττον ὡς ἂν τοῦτον σωφρονισθείης τὸν τρόπον, ὅτι μὴ τὴν διὰ λόγων καὶ παραινέσεων ὑπεδέξω παιδείαν. τοῖς δὲ πολεμίοις οὐχ ἕνεκεν ἀργυρίου ἐπίπρασκόν σε, ἀλλὰ τῶν σῶν ἁμαρτημάτων καὶ ἀσεβημάτων χάριν· ταῖς γὰρ ἁμαρτίαις ὑμῶν ἐπράθητε. καὶ ὅμως οὐδ’ οὕτως εἴασα ὑμᾶς διὰ παντὸς τοῖς ἐχθροῖς δουλεύειν, ἀλλὰ πάλιν λυτρώσομαι καὶ ὥσπερ ἀπὸ καμίνου πτωχείας ἐκ τῆς ὑπὸ τοῖς Βαβυλωνίοις κακώσεως αὖθις ὑμᾶς ἐλευθερώσω. Καὶ ταῦτα πάντα διὰ τὸ ἐμὸν ποιήσω ὄνομα, ἐπειδὴ λαβόντες εἰς τὸ περιττὸν οἱ πολέμιοι τὴν ἐμὴν κατεβλασφήμουν θεότητα. οὐκ ἐνόμιζον δὲ παραδεδωκέναι ὑμᾶς αὐτοῖς, θρασυνόμενοι δὲ καὶ μέγα φρονοῦντες ἐφ’ ἑαυτοῖς τὸ μηθὲν εἶναί με ὑπελάμβανον, τοὺς δὲ αὐτῶν ἐδόξαζον θεοὺς ὡς αἰτίους αὐτοῖς γενομένους τῆς καθ’ ὑμῶν νίκης. διὸ τὴν ἐμαυτοῦ δόξαν οὐ καθυφίημι οὐδὲ ἑτέρῳ παραχωρήσαιμι τὴν ἐμὴν θεότητα, ἥτις δικαιοσύνης τῆς εἰς πάντας ἀνθρώπους ἐκτεινομένης συνίσταται.