Ancient Greek · ~32 min
Book 2
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 2.34.1
Not analysed yet
Ἔτι καὶ ταῦτα πρὸς τοὺς αὐτοὺς καὶ περὶ τῶν αὐτῶν ὁ λόγος ἀποτείνεται καί φησιν· Ἄκουέ μου, Ἰακὼβ καὶ Ἰσραὴλ ὃν ἐγὼ καλῶ, ἢ κατὰ τὸν Σύμμαχον· ὁ κλητός μου, κατὰ δὲ τὸν Ἀκύλαν· κλητέ μου. ἐν τούτοις τοὺς κατορθοῦντας ἀνακαλεῖται διὰ τῶν ἔμπροσθεν ἑτέρους τοὺς παρ’ αὐτοῖς διαβεβλημένους ὀνομάσας, ἀλλ’ ἐνταῦθα τοῖς κρείττοσι διαλέγεται, οὓς κλητοὺς αὐτοῦ ὀνομάζει· ἦσαν γὰρ ἐξ ἐκείνου πολλοὶ κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί, πλὴν οἱ δηλούμενοι οὐκ ἦσαν ἐκλεκτοί, ἀλλὰ κλητοί. ὑπομιμνῄσκει δὲ αὐτοὺς τῆς ἑαυτοῦ θεολογίας πρῶτον καὶ ἔσχατον εἶναι ἑαυτὸν λέγων. διὸ κατὰ τοὺς λοιποὺς εἴρηται· ἐγὼ πρῶτος καὶ ἐγὼ ἔσχατος. εἴρηται δέ που περὶ τοῦ μονογενοῦς τοῦ θεοῦ, ὅτι αὐτός ἐστιν ὁ πρῶτος καὶ ἔσχατος ,καί· τὸ Ἄλφα καὶ τὸ Ὦ. πῶς δὲ πρῶτος καὶ πῶς ἔσχατος, ἑξῆς διασαφεῖ φάσκων· ὁ ζῶν, καὶ ἐγενόμην νεκρός. ἀρχὴ μὲν γὰρ ζωῆς αὐτός, ὅτι αὐτὸς ἦν ἡ ζωή, καὶ ἔσχατος δὲ πάλιν αὐτός, ἐπεὶ ἐκένωσεν ἑαυτὸν μορφὴν δούλου λαβὼν καὶ γενόμενος ὑπήκοος τῷ πατρὶ ἐταπείνωσεν ἑαυτὸν μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Εἶθ’ ἑξῆς τὴν ὑπερμεγέθη δύναμιν αὐτοῦ παρίστησι φάσκων· ἡ χείρ μου ἐθεμελίωσε τὴν γῆν. διὸ λέγεται ἐν Παροιμίαις· ὁ θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν . ἀλλὰ καὶ ἡ δεξιά μου ἐστερέωσέ φησι τὸν οὐρανόν, ἢ τοὺς οὐρανοὺς κατὰ τοὺς λοιπούς, δηλαδὴ τὰς θείας καὶ οὐρανίας δυνάμεις. καὶ ἐπιφέρει· καλέσω αὐτούς, καὶ στήσονται ἅμα· ὡς γὰρ δεσπότῃ προστάττοντι ὑπακούσουσιν αἱ προλεχθεῖσαι δυνάμεις, ἀλλὰ καὶ συναχθεῖσαι ἐπὶ τὸ αὐτὸ ἑστᾶσιν ἀκουσόμεναι τῶν αὐτοῦ λόγων. τοῦτό τοι ἐδήλου καὶ ἐν ἀρχῇ τῆς βίβλου φάσκων ὁ λόγος· Ἄκουε, οὐρανέ, καὶ ἐνωτίζου, γῆ, ὅτι κύριος ἐλάλησεν. δυσωπεῖ δὲ διὰ τούτων τοὺς ἀκούοντας· εἰ γὰρ αἱ θεῖαι δυνάμεις τοιαύτην ἐνδείκνυνται σὺν εὐλαβείᾳ ὡς πρὸς δεσπότην τῶν ὅλων ὑπακοήν, ὑμεῖς ἄνθρωποι ὄντες, πῶς οὐ μᾶλλον τὸν θεῖον ἀναλήψεσθε φόβον; ἀντὶ δὲ τοῦ· τίς αὐτοῖς ἀνήγγειλε ταῦτα; ὁ Σύμμαχος τίς αὐτοῖς ἀπήγγειλε ταῦτα, ὃν ὁ κύριος ἠγάπησεν, ὃς ποιήσει τὸ θέλημα αὐτοῦ ἐξέδωκεν. ὅτι δὲ καὶ αἱ οὐράνιαι δυνάμεις ὑπακούουσι καλούμεναι καὶ ἄγονται ἀκουσόμεναι τῆς τοῦ θεοῦ βουλῆς, πόθεν ἐγνώσθη ἀνθρώποις τοῦτο; εἰ γνῶναι ποθεῖς μάνθανε, ὅτι αὐτὸς ὁ κύριος ἀπήγγειλε καὶ σοὶ τοῦτο φανερὸν ἐποίησε διὰ τὸ ἀγαπᾶν σε, κατὰ δὲ τὸν Ἀκύλαν τοῦτον εἴρηται τὸν τρόπον· τίς ἐν ἀνθρώποις ἀπήγγειλε ταῦτα, κύριος ἠγάπησεν αὐτόν, ὁμοίως τῷ Συμμάχῳ φήσαντι· τίς αὐτοῖς ἀπήγγειλε ταῦτα, ὃν ὁ κύριος ἠγάπησεν. αὐτὸς οὖν οὗτος, ὃν ὁ κύριος ἠγάπησεν, ἀκουστὰ ἐποίησε ταῦτα ἀνθρώποις· ὁ δ’ αὐτὸς οὗτος, ὃν ἠγάπησε κύριος, τὸ θέλημα τοῦ πατρὸς ἐνεργήσει τὰ προλεχθέντα διὰ τῶν ἔμπροσθεν κατὰ τῆς Βαβυλῶνος ἐπάξων καὶ ἀνακαλεσάμενος τὸν ἑαυτοῦ λαὸν ἀπὸ τῆς πολεμίας γῆς, ἐπανάξων τε αὐτὸν εἰς τὴν οἰκείαν καὶ ὁδηγήσων τὴν ὁδὸν αὐτοῦ. ταῦτα μὲν οὖν κατὰ καιρὸν τὸν μέλλοντα ποιήσω, ὑμεῖς δὲ ταῦτα προμεμαθηκότες οὐκ ἐν κρυφῇ λαλούμενα, ἀλλὰ μετὰ παρρησίας ὑμῖν ἀπαγγελλόμενα, ἥκετε πρός με σπεύδοντες. καὶ γὰρ ὅτε ἐβουλεύετο ταῦτα ὁ πατήρ, παρ’ αὐτῷ ἤμην, καὶ νῦν αὐτὸς κύριος ὢν ὁ ἐπὶ πάντων θεὸς καὶ τὸ πνεῦμα τῆς ἁγιωσύνης αὐτοῦ ἀπέστειλέ με τὰ ἅπαξ ὑπ’ αὐτοῦ ὡρισμένα διαπράξασθαι. Ἄκουε τοίνυν, ὦ Ἰσραήλ, ἅπερ διδάσκει σε ὁ ῥυσάμενός σε κύριος· μέμνησο δὲ μεταξὺ παντὸς λόγου, πῶς ἐγώ εἰμι ὁ θεός σου, καὶ οὐκ ἔστιν ἕτερος· ταῦτα γὰρ πάντα δείκνυμί σοι ὑπὲρ τοῦ εὑρεῖν σε ὁδὸν σωτηρίας. εἰ γοῦν καὶ τὴν ἀρχὴν ὑπήκοός μοι ἐγεγόνεις, οὐκ ἄν ποτε τοῖς ἐχθροῖς παρεδόθης· τοσοῦτο δὲ πλῆθος εἰρήνης ἐφυλάττετό σοι ὡς ποταμοῦ ῥεύματι ἐοικέναι τὸ πολὺ πλῆθος τῆς ἐπιρρεούσης σοι ἐξ ἐμοῦ εἰρήνης ,διαβόητος δ’ ἂν ἐγένετό σου ἡ δικαιοσύνη ὥσπερ τι κῦμα θαλάσσης εἰς τὰς πάντων ἐξήχουν ἀκοάς. τήρει δὲ ἐν τούτοις, ὅπως ποταμῷ ἀπεικάζει τὸ πλῆθος τῆς εἰρήνης καὶ κύματι θαλάσσης, ἢ κύμασι θαλάσσης κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς, τὴν τοῦ λαοῦ δικαιοσύνην, ἵν’ εἴ ποτε συμβαίη λέγεσθαι. καὶ ἐπὶ ἑτέρων μὴ πάντως ἐπὶ τὸ πρόχειρον ἐκπίπτοι μὲν ὡς νομίζειν περὶ θαλάσσης καὶ ποταμῶν σωματικῶν τὰ τοιαῦτα λέγεσθαι, ἀλλὰ καὶ τὸ σπέρμα σού φησιν ἐπληθύνθη ἂν εἰς ἀνήριθμον πλῆθος ὡς τῇ ἄμμῳ παραβάλλεσθαι αὐτὸ καὶ τῆς κοιλίας σου τὰ γεννήματα τῷ χοῒ τῆς γῆς ἀπεικάζεσθαι πλήθους ἕνεκα, εἰ ἐγεγόνεις φύλαξ τῶν ἐμῶν ἐντολῶν. ἀντὶ δὲ τοῦ· ὡς ὁ χοῦς τῆς γῆς φησὶ ὡς αἱ κέγχροι αὐτῆς, οἱ λοιποὶ ἑρμηνευταὶ εἰρήκασιν. εἰ μὲν οὖν σωματικώτερον ταῦτά τις ἐκδέχοιτο ὡς πρὸς Ἰουδαίους σαρκίνους ὄντας καὶ σωματικωτέρους, εἴποι ἂν εἰρῆσθαι τὴν ἐπαγγελίαν σεμνυνομένως ἐπὶ τῇ τῶν παίδων πολυπληθείᾳ διὰ τὸ μηδὲν σεμνὸν μηδὲ θεοπρεπὲς ἐννοεῖν. εἰ δὲ πρὸς τὴν ἐπαγγελίαν τοῦ θεοῦ τὸ ἀξίωμα τοῦ λέγοντος ἀπίδοις, νόει μοι σπέρμα τὸ ἐκ τοῦ Ἰσραὴλ ἐκεῖνο καὶ τὸ διὰ τῶν ἔμπροσθεν δεδηλωμένον ἐν τῷ· εἰ μὴ κύριος σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν, δι’ οὗ ἐδηλοῦτο ὁ ἀποστολικὸς χορὸς καὶ πάντες οἱ τοῦ σωτῆρος ἡμῶν ἐξ Ἰουδαίων γενόμενοι μαθηταί. οἱ πατέρες κατέστησαν τῶν τῆς οἰκουμένης ἐκκλησιῶν καὶ τοῦ πλήθους τῶν ἐν αὐταῖς κατὰ θεὸν ἀναγεννημένων, οἳ οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος σαρκὸς οὐδὲ ἐκ θελήματος ἀνδρὸς ἀλλ’ ἐκ θεοῦ ἐγεννήθησαν. ἀλλὰ ταῦτά φησιν ἐγένετο ἂν περὶ σέ, εἰ ἤκουσας τῶν ἐντολῶν μου. εἴποι δ’ ἄν τις ὡς πρὸς Ἰουδαίους καὶ μὴ παρακούσασιν αὐτοῖς καὶ μὴ φυλάξασι τὰς ἐντολάς, ἀλλὰ καὶ εἰδωλολατροῦσι καὶ τοὺς προφήτας ἀναιροῦσι πολυπλήθει τὰ τῆς κατὰ σάρκα παιδοποιΐας. πῶς οὖν ὡς ἐξαίρετον ἐπαγγελίαν μεθ’ ὑποστολῆς ὑπισχνεῖται ὁ λόγος φάσκων· εἰ τάδε πεποιήκεις, ἐγένετο ἂν ὡσεὶ ποταμὸς ἡ εἰρήνη σου καὶ ἡ δικαιοσύνη σου ὡς κύματα θαλάσσης, καὶ τὸ σπέρμα σου καὶ τὰ ἔκγονά σου. τοσάδε τῷ πλήθει εἰ μὲν οὖν δικαιοπραγοῦσιν αὐτοῖς τὸ τῆς εἰρήνης πλῆθος παρῆν καὶ σὺν τούτῳ τὰ τῆς πολυπαιδίας, οὐκ ἦν ἄλλο τι φάναι. εἰ δὲ κακῶς πράττοντες εἰρήνης μὲν μακρὰν ἀφεστήκασι ὡς τοῖς ἐχθροῖς αὐτοὺς εἰσέτι καὶ νῦν δεδουλῶσθαι, ἔρημον δὲ καὶ ἄβατον αὐτοῖς εἶναι τὸν πάλαι σεπτὸν καὶ ἅγιον τόπον, λελῦσθαι δὲ αὐτῶν τὰ νόμιμα καὶ τὴν βασιλείαν, οὕτω δὲ πράττοντες κακῶς ἐν μόνῃ τῇ τῶν σωμάτων γονῇ σκωλήκων δίκην πληθύνουσιν. ὥρα μὴ ἑτέρως ἢ κατὰ τὴν ἀποδοθεῖσαν ἡμῖν ἑρμηνείαν τὴν τῆς προφητείας διάνοιαν παραδέχεσθαι, ἀλλὰ καὶ νῦν φησιν, ὅτε μὴ τὰς ἐντολὰς ἐφυλάξατε, ἀλλ’ ὅμως διὰ τὴν ἐμὴν φιλανθρωπίαν οὐ μὴ ἐξολοθρευθῆτε οὐδὲ μὴ ἐξαλειφθήσεται τὸ ὄνομά σου ἐνώπιόν μου, ἢ κατὰ τὸν Σύμμαχον· ἐξ ἔμπροσθέν μου. Διόπερ ἐντεῦθεν ἤδη ἐπαγγελλόμενος μὴ ἐξολοθρεῦσαί σε μηδὲ ἐξαλείψειν τὸ ὄνομά σου, εἶπά σοι ἐξιέναι ἀπὸ Βαβυλῶνος ἄφετον καὶ ἐλεύθερον τοῦ τῶν πολεμίων φόβου γενόμενον. λαβὼν δὲ τὴν ἐξουσίαν τῆς εἰς τὰ οἰκεῖα ἐπανόδου μὴ ὑπτίως μηδὲ νωχελῶς ποιοῦ τὴν πορείαν σὺν πάσῃ δὲ σπουδῇ· ἀπαντήσει γάρ σοι φωνὴ εὐφροσύνης ἐντεῦθεν ἤδη ἀκουομένης, ἀλλὰ καὶ πάντες οἱ τούτων τῶν ἐμῶν λόγων ἀκούοντες συγχαρήσονταί σου τῇ σωτηρίᾳ. βοήσονταί τε εἰς ἐξάκουστον ὡς πᾶσι τοῖς εἰς τὰ ἔσχατα τῆς γῆς οἰκοῦσι τὴν ἀκοὴν γνωσθῆναι λεγόντων· Ἐρρύσατο κύριος τὸν δοῦλον αὐτοῦ Ἰακώβ. καὶ ἐὰν διψήσωσι, δι’ ἐρήμου ἄξει αὐτούς, ὕδωρ ἐκ πέτρας ἐξάξει αὐτοῖς· σχισθήσεται πέτρα, καὶ ῥυήσεται ὕδωρ, καὶ πίεται ὁ λαός μου. οὐκ ἔστι χαίρειν τοῖς ἀσεβέσι, λέγει κύριος. καὶ ταῦτα δὲ πρὸς μὲν ἱστορίαν οὐκ ἐπληροῦτο κατὰ τὸν χρόνον τῆς ἀπὸ Βαβυλῶνος ἐπανόδου τῶν ἠλευθερωμένων ὑπὸ Κύρου καὶ Δαρείου τῶν βασιλευσάντων ἐν Πέρσαις· πρὸς δὲ διάνοιαν, ἐπεὶ μὴ ἔστι πρὸς λέξιν εὑρεῖν ἐν τῇ ἱστορίᾳ πέτραν ὑδάτων ῥεύσασαν κατὰ τὴν ἐπάνοδον τοῦ λαοῦ, φήσομεν τοῖς τῆς νοητῆς αἰχμαλωσίας ἠλευθερωμένοις, περὶ ὧν ὁ Χριστὸς ἔλεγε τοῦ θεοῦ· εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρύξαι αἰχμαλώτοις ἄφεσιν ἐπαληθεύειν τὴν ἐπαγγελίαν. τούτοις γὰρ αὐτοῖς τὸ λογικὸν πόμα ἐκ τῆς ἀληθινῆς πέτρας ἐξομβρεῖ· ἡ πέτρα δὲ ἦν ὁ Χριστὸς κατὰ τὸν Ἀπόστολον· ὃ δὴ καὶ παρίστησιν αὐτὸς ὁ σωτὴρ ἡμῶν λέγων· ὃς ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος ἁλλομένου εἰς ζωὴν αἰώνιον. τὰ μὲν οὖν τῆς ἐπαγγελίας τοῦ θεοῦ τοιαῦτα ἐπεὶ δὲ συνεώρα ὁ λόγος πολλοὺς τῶν ἀκροωμένων τῆς προφητείας ἀναξίους γενομένους τῶν ἐπαγγελιῶν, ὅπως μὴ ἀδιακρίτως Ἰουδαίων παῖδες ὑπολάβωσι περὶ αὐτῶν εἰρῆσθαι τὰ λεγόμενα, ἀναγκαίως ἐπιφέρει ταῖς ἐπαγγελίαις τό· οὐκ ἔστι χαίρειν τοῖς ἀσεβέσι, λέγει κύριος· εὐσεβοῦσι γὰρ πᾶσα παρέσται ἡ παρὰ θεοῦ τρυφὴ καὶ χαρὰ καὶ εὐφροσύνη καὶ ὅσα ἐπήγγελται ἄλλα, τοῖς δὲ ἀσεβοῦσιν οὐδεὶς λόγος πρὸς τὰ ἐπηγγελμένα.