Ancient Greek · ~56 min
Book 2
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 2.35.1
Not analysed yet
Αὐτάρκως ὁ λόγος διαλαλήσας τὰ κατάλληλα τῷ Ἰουδαίων λαῷ ἐξ ἑτέρας ἀρχῆς διὰ τῶν προκειμένων αὖθις ἐπὶ τὴν τῶν ἐθνῶν μεταβαίνει κλῆσιν ὁμοῦ καὶ τὰ περὶ τῆς τοῦ σωτῆρος ἡμῶν εἰς ἀνθρώπους ἐπιφανείας θεσπίζων. διὸ ἀνακαλεῖται ἀρχόμενος τὰς ἐκκλησίας τοῦ θεοῦ τὰς ἁπανταχοῦ γῆς μεταξὺ τῶν ἀπίστων ἐθνῶν ἱδρυμένας καὶ ὥσπερ ὑπὸ θαλάσσης πανταχόθεν περικλυζομένας ὑπὸ τῶν τῆς κακίας ἁλμυρῶν κυμάτων. διὸ νήσους αὐτὰς ὀνομάζει καί φησιν· Ἀκούσατέ μου, νῆσοι. ἀλλ’ ἵνα μή τις συκοφαντῇ τὴν ἡμετέραν ἑρμηνείαν ὡς οὐκ ὀρθῶς ἀποδεδομένην, διασαφεῖ τοῦ λόγου τὴν διάνοιαν ἐπιφέρων ἑξῆς καὶ λέγων· καὶ προσέχετε, ἔθνη, μονονουχὶ σαφῶς διαστελλόμενος, ὅτι μὴ πρὸς Ἰουδαίους τὰ παρόντα συντείνει μηδ’ ὡς ἔτυχε πρός τινας προχείρως νοουμένας νήσους, ἀλλὰ πρὸς τὰ ἔθνη καὶ τὰς μεταξὺ τῶν ἐθνῶν μεσολαβουμένας τοῦ θεοῦ ἐκκλησίας. ὅθεν κατὰ τὸν Σύμμαχον τοῦτον εἴρηται τὸν τρόπον· Ἀκούσατέ μου, νῆσοι, καὶ ἀκροάσασθε, ἔθνη. τί τοίνυν βούλεται διδάξαι τὰς ἐκκλησίας αὐτοῦ, ἐπιλέγει· διὰ χρόνου πολλοῦ στήσεται, λέγει κύριος. καὶ πρῶτον ἐπιτηρητέον, ὡς ἐκ προσώπου τοῦ κυρίου ταῦτα προφέρεται καὶ τὰ ἑξῆς τούτοις ἐπιφερόμενα, ἐν οἷς αὐτὸς ὁ τοῦ λόγου κατάρξας κύριος ὡς περὶ ἑτέρου διδάσκει τὰ ἐπιλεγόμενα, ἀλλὰ καὶ γεγεννῆσθαι ἑαυτὸν ὁμολογεῖ καὶ δοῦλον ἑαυτὸν ὀνομάζει καὶ ὅσα ἄλλα παρίστησι διὰ τῶν ἑξῆς ἐπιφερομένων. τί δὴ οὖν προσφωνῶν ταῖς νήσοις καὶ τοῖς ἔθνεσιν ὁ παρὼν κύριος διδάσκει, ἐπακουστέον. μὴ νῦν φησιν ὅτε ταῦτα διεξέρχομαι προσδοκήσητε τῶν λόγων ὄψεσθαι τὰ ἀποτελέσματα· μακρὸς γὰρ ἔσται μεταξὺ χρόνος, ἐν ᾧ δι’ ἔργων συστήσεται τὰ προφητευόμενα. ἀντὶ δὲ τοῦ· διὰ χρόνου πολλοῦ στήσεται, οἱ λοιποὶ ἑρμηνευταὶ μακρόθεν εἰρήκασι, συνάψαντες τὸ μακρόθεν τῇ ἀνωτέρω διανοίᾳ, διόπερ ὁ Σύμμαχος καὶ ἀκροάσασθε, ἔθνη, μακρόθεν ἡρμήνευσεν. εἶτ’ ἐπήγαγε· κύριος ἐκ γαστρὸς ἐκάλεσέ με καὶ ἐκ κοιλίας μητρός μου ἀνέμνησε τὸ ὄνομά μου· τοῦτο γὰρ παιδεύθητε, ὦ ἔθνη καὶ ὑμεῖς αἱ νῆσοι. ποῖον δὲ τοῦτο ἢ ὅτι κύριος ὁ πάντων δεσπότης καὶ πρὶν εἰς ἀνθρώπους ἐμὲ τὸν κύριον προελθεῖν ἔτι κυόμενον κατὰ γαστρὸς ἀνεκαλέσατο, αὐτὸς δέ μοι καὶ ὄνομα ἐδωρήσατο; ὅτι μὲν ὡς αὐτῷ μόνῳ γνώριμόν ἐστι· κατὰ καιρὸν δὲ καὶ ὑμῖν αὐτοῖς, λέγω δὴ πᾶσι τοῖς ἔθνεσι, φανερὸν γενήσεται. Ἀλλὰ καὶ ἔθηκεν ὁ αὐτὸς θεὸς καὶ πατὴρ τὸ ἐμὸν τοῦ ταῦτα λέγοντος κυρίου στόμα ὡς μάχαιραν ὀξεῖαν, τμητικὴν οὖσαν εἰς τὸ διαιρεῖν καὶ ἀφορίζειν τοὺς ἀξίους τοῦ θεοῦ ἀπὸ τῶν μὴ τοιούτων. ὃ δὴ καὶ ἐν Εὐαγγελίοις ὁ αὐτὸς ἐμαρτύρει λέγων· Μὴ νομίσητε ὅτι ἦλθον εἰρήνην βαλεῖν ἐπὶ τὴν γῆν. οὐκ ἦλθον βαλεῖν εἰρήνην ἀλλὰ μάχαιραν · οὕτως οὖν καὶ ἐνταῦθά φησιν· καὶ ἔθηκε τὸ στόμα μου ὡς μάχαιραν ὀξεῖαν. καὶ ἐπιλέγει· καὶ ὑπὸ τὴν σκέπην τῆς χειρὸς αὐτοῦ ἔκρυψέ με τὴν κρύφιον καὶ τὴν τοὺς πολλοὺς λανθάνουσαν οἰκονομίαν τῆς ἐνσάρκου παρουσίας αὐτοῦ ὧδέ πη αἰνιξάμενος. ὥσπερ δὲ μάχαιραν ὀξεῖαν τὴν γλῶσσαν ἑαυτοῦ ὠνόμασεν, οὕτω καὶ βέλος ἐκλεκτόν φησι τεθεῖσθαι ἑαυτὸν ὑπὸ τοῦ πατρός, ἵν’ ὅτε βούλοιτο τιτρώσκῃ τοὺς ἀξίους τῶν αὐτοῦ κέντρων· ὁποία ἦν ἡ λέγουσα ψυχή· ὅτι τετρωμένη ἀγάπης ἐγώ. πλὴν ἀλλὰ καὶ τοῦτο τὸ βέλος ὡς ἐν φαρέτρᾳ καὶ θήκῃ βελῶν ἀπέκρυψεν ὁ θεὸς καὶ πατήρ, ἵνα μὴ πάντες αὐτὸ θεωρῶσι μηδὲ νοῶσιν εἰ μὴ μόνον οἱ ἄξιοι. καταλλήλως δὲ ἐπὶ τῇ τοῦ βέλους ἐπηγορίᾳ τῷ τῆς φαρέτρας ὀνόματι κέχρηται. φαρέτραν δὲ καὶ βελοθήκην οὐκ ἂν ἁμάρτοις εἰπὼν τὸ σαρκίον ὃ ἀνείληφεν ὁ τοῦ θεοῦ λόγος ἐπιδημῶν ἀνθρώποις. Τοιοῦτον δὲ κατεσκεύασας ἐμὲ τὸν ταῦτα λέγοντα κύριον, ὁ ἐμὸς θεὸς καὶ πατὴρ εἶπέν μοι Δοῦλός μου εἶ σύ, Ἰσραήλ, καὶ ἐν σοὶ δοξασθήσομαι. ἐπειδὴ γὰρ προῆλθες ἐκ κοιλίας μητρὸς καὶ γένεσιν ὑπέμεινας τὴν ἐκ σπέρματος Ἰσραήλ, οὐκ ἐν ἑτέρῳ τε γένει οὐδ’ ἐν ἀλλοφύλοις ἔθνεσι τὴν ἐνανθρώπησιν ἐποιήσω, ἀλλ’ ἐν τῷ Ἰσραὴλ ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα καὶ ἐκ φυλῆς Ἰούδα γενόμενος, εἰκότως καὶ αὐτὸς Ἰσραὴλ χρηματιεῖς ἂν καὶ δοῦλος διὰ τὸ μορφὴν δούλου ἀνειληφέναι καίτοι μονογενῆ ὄντα υἱόν· ἀλλὰ γὰρ ὁμοίως τοῖς ἔμπροσθεν καὶ ἐνταῦθα τὸ μὲν τοῦ υἱοῦ ὄνομα ἀποκρύπτει, δοῦλον δὲ ὀνομάζει τὴν τοῦ υἱοῦ προσηγορίαν τῇ αὐτοῦ παρουσίᾳ καὶ τῇ δι’ αὐτοῦ πᾶσιν ἀνθρώποις ἀνακαλυφθείσῃ χάριτι ταμιευόμενος. εἶθ’ ὅπερ οὐδενὶ τῶν πώποτε δούλων ὑπῆρξεν, τοῦτο διὰ σοῦ φησι γενήσεται· ἐν σοὶ γὰρ δοξασθήσομαι. ταῦτα μὲν οὖν ὁ θεὸς καὶ πατήρ· ἐγὼ δὲ ὁ ταῦτα λέγων κύριος τούτων ἀκούσας τῶν λόγων ἀπεκρινάμην καὶ εἶπον· Καὶ πῶς δοξασθήσῃ ἐν ἐμοί, ὦ πάτερ; ὁπότε πολλὰ καμὼν καὶ μυρίους κόπους ὑπομείνας ὑπὲρ τῆς τῶν ἀνθρώπων σωτηρίας οὐδὲν ἤνυσα· οἱ πλείους γὰρ αὐτῶν ἐναπέμειναν τῇ ἀπιστίᾳ καὶ πρῶτόν γε τὸ Ἰουδαίων ἔθνος. διό φημι· Κενῶς ἐκοπίασα, εἰς μάταιον καὶ εἰς οὐδὲν ἔδωκα τὴν ἰσχύν μου. εἶτ’ ἐπιφέρει· διὰ τοῦτο ἡ κρίσις μου παρὰ κυρίῳ, καὶ ὁ πόνος μου ἐναντίον τοῦ θεοῦ μου, ἢ κατὰ τὸν Σύμμαχον· τὸ κρίμα μου παρὰ τῷ κυρίῳ καὶ τὸ ἔργον μου παρὰ τῷ θεῷ μου. εἰ γὰρ καὶ μὴ ἄνθρωποι κατορθοῦσι μηδὲ ἀξίως τῶν ἐμῶν πόνων, ὧν ὑπέμεινα δι’ αὐτούς, ὠφελοῦνται· ἀλλ’ ἐγὼ τὰ παρ’ ἐμαυτοῦ πράξας ἐναντίον τοῦ θεοῦ μου τὸ πατρικὸν ἐτελείωσα βούλημα. διὸ πρώτοις αὐτοῖς ἐκήρυξα τοῖς ἐκ περιτομῆς τὴν πατρικὴν χάριν· ὁ γὰρ πλάσας με ἐκ κοιλίας δοῦλον ἑαυτῷ καὶ ἐκ τοῦ Ἰσραὴλ τὸ σῶμά μοι κατασκευάσας πρώτοις αὐτοῖς κηρύξαι βεβούληταί με τὴν αὐτοῦ χάριν εἰς τὸ συναγαγεῖν τὸν Ἰακὼβ πρὸς αὐτὸν καὶ τὸν Ἰσραήλ. εἰκότως οὖν παραινεῖ λέγων· Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαριτῶν μὴ εἰσέλθητε· πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ . ὁ μὲν οὖν πατὴρ εἰς τὸ συναγαγεῖν τὸν Ἰακὼβ καὶ τὸν Ἰσραὴλ εὐδόκησε τὴν εἰς ἀνθρώπους πάροδόν με ποιήσασθαι εἰπών· ἐν σοὶ δοξασθήσομαι. ἐγὼ δὲ τὴν ἀπιστίαν καὶ τὴν σκληροκαρδίαν θεωρῶν τοῦ Ἰσραὴλ εἶπον ἤδη πρότερον, ὅτι κενῶς ἐκοπίασα, εἰς μάταιον καὶ εἰς οὐδὲν ἔδωκα τὴν ἰσχύν μου. καὶ ἐν ἑτέροις τοῦτ’ αὐτὸ δηλῶν εἶπον· τίς ὠφέλεια ἐν τῷ αἵματί μου, ἐν τῷ καταβῆναί με εἰς διαφθοράν; νῦν δέ φημι, ὅτι εἰ πολλοὶ τῶν ἀνθρώπων ἀπιστοῦσι καὶ τῇ ἑαυτῶν ἐπιμένουσι σκληροκαρδίᾳ, ἀλλ’ ἐγὼ συναχθήσομαι ἐναντίον κυρίου, καὶ ὁ θεός μου ἔσται μοι ἰσχύς· μόνη γὰρ ἡ παρ’ αὐτοῦ μοι δόξα πεφύλακται, καὶ αὐτός μού ἐστιν ἰσχύς. τὰ γοῦν θαυμάσια καὶ παράδοξα ἔργα τὰ δι’ ἐμοῦ πεπραγμένα τῆς αὐτοῦ δυνάμεως ἦν παραστατικά. Ἑξῆς τούτοις ἐπιλέγει· καὶ εἶπέ μοι Μέγα σοί ἐστι τὸ κληθῆναί σε παῖδά μου, ἢ δοῦλόν μου κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς, τοῦ στῆσαι τὰς φυλὰς τοῦ Ἰακὼβ καὶ τὴν διασπορὰν τοῦ Ἰσραὴλ ἐπιστρέψαι. καὶ γὰρ ἦν ὡς ἀληθῶς μέγιστον ἔργον τοῦ σωτῆρος ἡμῶν τὸ μορφὴν δούλου ἀναλαβεῖν καὶ τὴν ἐν ἀνθρώποις ὑπομεῖναι γέννησιν. διὸ εἴρηται πρὸς αὐτόν· Μέγα σοί ἐστι τὸ κληθῆναί σε παῖδά μου, ἢ δοῦλόν μου κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς. τὸ δ’ αἴτιον τοῦ δοῦλον γενέσθαι τὸν σωτῆρα τοῦτ’ ἦν, λέγω δὲ τό· στῆσαι τὰς φυλὰς τοῦ Ἰακὼβ καὶ τὰς διασπορὰς Ἰσραὴλ ἐπιστρέψαι. διὸ αὐτοῖς πρώτοις ἐκήρυττεν αἰχμαλώτοις οὖσι τὰς ψυχὰς τὴν ἄφεσιν καὶ τυφλοῖς οὖσι τὴν ἀνάβλεψιν. ἐπειδὴ δὲ μὴ παρεδέχοντο τὴν χάριν ἐκεῖνοι, ἀκολούθως εἴρηται ἑξῆς· ἰδοὺ τέθεικά σε εἰς φῶς ἐθνῶν τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς. Ἑξῆς τούτοις τὸ προφητικὸν πνεῦμα τοῖς ἔθνεσι προσφωνεῖ λέγων· Οὕτως λέγει κύριος. εἶτ’ ἐπεὶ μὴ ἐγίνωσκον, τίς ποτε ἦν ὁ κύριος ἐπιφέρει· ὁ ῥυσάμενος τὸν Ἰσραήλ, κατὰ δὲ τὸν Σύμμαχον· ὁ λυτρούμενος τὸν Ἰσραήλ, κατὰ δὲ τὸν Ἀκύλαν καὶ τὸν Θεοδοτίωνα· ἀγχιστεύων Ἰσραήλ. αὐτὸς γάρ φησιν ἐκεῖνος ὁ πάλαι τὸν Ἰσραὴλ ῥυσάμενος ἐκ χειρὸς Αἰγυπτίων, αὐτὸς δὲ ὑμῖν τοῖς ἔθνεσι ταῦτα προσφωνεῖ καὶ διατάττεται λέγων· Ἁγιάσατε τὸν φαυλίζοντα τὴν ψυχὴν αὐτοῦ· ὅσῳ γὰρ ἑαυτὸν ἐταπείνωσε μέχρι θανάτου καὶ θανάτου σταυροῦ, τοσούτῳ ὑμεῖς αὐτὸν δοξάζετε, λέγω δὲ τοῦτον τὸν βδελλυσσόμενον ὑπὸ τῶν ἐθνῶν τῶν ἀπίστων τῶν δουλευόντων τοῖς ἄρχουσι τοῦ αἰῶνος τούτου, λέγω δὲ τοῖς πονηροῖς δαίμοσιν, οἳ γὰρ ἔτι τούτοις καταδεδουλωμένοι τὸν Χριστὸν τοῦ θεοῦ βλασφημοῦντες βδελλύττονται, διασύροντες καὶ χλευάζοντες καὶ φαυλίζοντες αὐτοῦ τὸν θάνατον. ἀλλὰ γὰρ ὑμεῖς οἷς ὁ λόγος προσφωνεῖ τοῦτον αὐτὸν ἁγιάσατε δοξάζοντες, ἐπεὶ καὶ πᾶν γόνυ κάμψει αὐτῷ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, πᾶσά τε γλῶσσα ἐξομολογήσεται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός. τότε γοῦν τότε βασιλεῖς ὄψονται αὐτόν, καὶ ἀναστήσονται ἄρχοντες καὶ προσκυνήσουσιν αὐτῷ, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς μετὰ τῶν ἀγγέλων αὐτοῦ καὶ καθίσῃ ἐπὶ θρόνου δόξης αὐτοῦ, κρίνων ζῶντας καὶ νεκρούς. τότε γὰρ πάντες προσκυνήσουσιν αὐτῷ ἕνεκεν κυρίου τοῦ πατρὸς αὐτοῦ, ὅτι πιστός ἐστιν ὁ ἅγιος Ἰσραήλ, ὁ ἐκλεξάμενος αὐτόν. ἀντὶ δὲ τοῦ· καὶ ἐξελεξάμην σε, ὁ Σύμμαχος ὃς ἐξελέξατό σε εἴρηκε. Ταῦτα μὲν οὖν τοῖς ἔθνεσι παραδέδοται, τὰ δὲ ἐπιλεγόμενα εἰς αὐτοῦ πρόσωπον τοῦ σωτῆρος θεσπίζεται· ᾧ καί φησι τὸ πνεῦμα τὸ προφητικὸν ἐκ προσώπου τοῦ σωτῆρος· Καιρῷ δεκτῷ ἐπήκουσά σου καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι καὶ ἔπλασά σε καὶ ἔδωκά σε εἰς διαθήκην ἐθνῶν. σφόδρα δὲ θαυμαστῶς εἴρηται τό· Καιρῷ δεκτῷ ἐπήκουσά σου, οὗτος δὲ ἦν ὁ τῆς ἀναστάσεως αὐτοῦ χρόνος· κατὰ μὲν γὰρ τὸν καιρὸν τοῦ πάθους ἀνεβόησεν ὁ σωτὴρ εἰπών· ἠλὶ ἠλὶ λεμὰ σαβαχθάνι; τοῦτ’ ἔστι· θεέ μου θεέ μου, ἱνατί με ἐγκατέλιπες; ἀλλὰ καὶ προσεύχεται λέγων τό· πάτερ, εἰ δυνατόν, παρελθέτω ἀπ’ ἐμοῦ τὸ ποτήριον τοῦτο. εἶθ’ ὡς ἀνανεύοντα τὸν πατέρα ἑώρα, ἐπήγαγε· πάτερ, εἰ μὴ δυνατὸν παρελθεῖν αὐτό, γενηθήτω τὸ θέλημά σου. ταύτην οὖν τὴν εὐχὴν εἰς καιρὸν δεχόμενος ὁ πατὴρ μετὰ τὸ πάθος καὶ μετὰ τὴν εἰς ᾅδου κάθοδον καιρὸν τῆς ἀναστάσεως αὐτοῦ δεικνύς φησι πρὸς αὐτόν· Καιρῷ δεκτῷ ἐπήκουσά σου καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι. ἀντὶ δὲ τοῦ· καὶ ἔπλασά σε, καὶ διετήρησά σε οἱ λοιποὶ ἑρμηνευταὶ εἰρήκασι. δι’ ὧν αἰνιξάμενος αὐτοῦ τὴν ἀνάστασιν ἐπιφέρει· καὶ ἔδωκά σε εἰς διαθήκην ἐθνῶν, τῆς καινῆς διαθήκης κατὰ καιρὸν μνημονεύσας. εἶτα διασαφεῖ λέγων· τοῦ καταστῆσαι τὴν γῆν καὶ κληρονομῆσαι κληρονομίας ἐρήμους. πάλαι μὲν οὖν πρὸ τοῦ πάθους καὶ πρὶν χεῖρας ἐπιβαλεῖν αὐτῷ τοὺς ἐκ περιτομῆς ἐλέγετο· τοῦ στῆσαι τὰς φυλὰς Ἰακὼβ καὶ τὰς διασπορὰς τοῦ Ἰσραὴλ ἐπιστρέψαι. ἀλλ’ ἐπεὶ μὴ κατεδέξαντο τὴν χάριν, οὐκέτι μὲν ἐκείνων μέμνηνται, περὶ δὲ τῶν ἐθνῶν ἐνταῦθά φησι· καὶ ἔδωκά σε εἰς διαθήκην ἐθνῶν τοῦ καταστῆσαι τὴν γῆν καὶ κληρονομῆσαι κληρονομίας ἐρήμους, ἢ κατὰ τὸν Σύμμαχον· ἀνεγεῖραι τὴν γῆν καὶ κληροδοτῆσαι κληροδοσίας ἠφανισμένας. τοιαῦται δὲ ἦσαν αἱ τῶν ἀθέων καὶ πολυθέων ψυχαὶ ἔρημοι θεοῦ καὶ ἀληθῶς παντελῶς ἠφανισμέναι. Ἀλλὰ καὶ εἰς τὸ εἰπεῖν φησι τοῖς ἐν δεσμοῖς Ἐξέλθετε· ἦσαν δὲ οὗτοι σειραῖς ταῖς ἑαυτῶν ἁμαρτίαις κατεσφιγμένοι, οἷς τὴν ἄφεσιν κηρύξας καὶ τὸν τῆς ἀναγεννήσεως τρόπον παραδοὺς αὐτοῖς ἔργοις εἶπε τοῖς ἐν δεσμοῖς Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει ἀνακαλυφθῆναι· ἦμεν γὰρ πάντες τέκνα ὀργῆς καὶ ἦμέν ποτε σκότος, νῦν δὲ φῶς ἐν κυρίῳ. εἶτ’ εὐαγγελίζεται τοὺς τῶν προτέρων δεσμῶν καὶ τοῦ προτέρου σκότους ἠλευθερωμένους λέγων· ἐν πάσαις ταῖς ὁδοῖς βοσκηθήσονται, καὶ ἐν πάσαις ταῖς τρίβοις ἡ νομὴ αὐτῶν. ὁδοὶ δὲ καὶ τρίβοι, ἃς διώδευσαν οἱ πάλαι τοῦ θεοῦ ἄνδρες, αἱ θεόπνευστοί εἰσι γραφαί, ἐν αἷς βοσκόμενοι οἱ τῆς ἐπαγγελίας τυχόντες τῆς ἐνθέου καὶ λογικῆς τρυφῆς ἀπολαύουσιν ἀγαθὴν νομὴν ταύτην εὑρόμενοι, ὥστε λέγειν· κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει. εἰς τόπον χλόης, ἐκεῖ με κατεσκήνωσεν, ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με. Οὕτω δὴ λογικῶς τρεφόμενοι οὐ πεινάσουσιν οὐδὲ διψήσουσιν, οὐδὲ πατάξει αὐτοὺς καύσων οὐδὲ ὁ ἥλιος. καύσωνα δὲ καὶ ἥλιον τὸν φλογμὸν τοῦ θνητοῦ βίου ἀποκαλεῖ καὶ τοῦ νομιζομένου ἐν ἀνθρώποις φωτὸς τὴν πρόσκαιρον ἀπόλαυσιν. ἀλλ’ οὐδὲ ταῦτά φησι καθάψονται αὐτῶν, ἀλλ’ ὁ ἐλεῶν αὐτοὺς παρακαλέσει καὶ διὰ πηγῶν ὑδάτων ἄξει αὐτούς· πολλαὶ δὲ πηγαὶ Ἰσραὴλ καὶ πηγαὶ σωτηρίου, αἱ μὲν τῆς παλαιᾶς διαθήκης, αἱ δὲ τῆς καινῆς. Καὶ θήσω δέ φησι πᾶν ὄρος εἰς ὁδόν, ἵνα μηδὲν αὐτοῖς ἄναντες ᾖ μηδὲ δύσβατον καὶ τραχύ, ἀλλὰ καὶ πᾶσαν τρίβον πάλιν εἰς βόσκημα θήσειν αὐτοῖς ἐπαγγέλλεται. ἤδη καὶ πρότερον ἡμῖν εἴρηται ὡς κατὰ τρόπους τρεῖς προσήκει νοεῖν τὴν Σιὼν καὶ τὴν Ἰερουσαλήμ· καθ’ ἕνα μὲν τρόπον ταπεινὸν καὶ Ἰουδαϊκόν, καθ’ ἕτερον δὲ πᾶν τὸ θεοσεβὲς πολίτευμα συγκρίματι ψυχῶν νοούμενον, κατὰ δὲ τὸν ἐπαναβεβηκότα τρόπον ἡ ἐν οὐρανοῖς ἀγγελικὴ πολιτεία, περὶ ἧς φησιν ὁ Ἀπόστολος· ἡ δὲ ἄνω Ἰερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶ μήτηρ ἡμῶν, καί· προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἰερουσαλὴμ ἐπουρανίῳ. ὧν οὕτως ἐχόντων ὁ παρὼν λόγος πρὸς τὸ θεοσεβὲς πολίτευμα, ὃ πάλαι μὲν παρὰ Ἰουδαίοις συνεστήκει, καθαιρεθὲν δὲ καὶ ὡσπερεὶ πτῶσιν πεπονθὸς παρ’ αὐτοῖς μεταβέβληται ἐπὶ τὴν ἐξ ἐθνῶν ἐκκλησίαν τὰ προκείμενα θεσπίζει. Τίσι δὲ ταῦτα πάντα εὐαγγελίζεται, διασαφεῖ ἑξῆς λέγων· ἰδοὺ οὗτοι πόρρωθεν ἥξουσιν, οὗτοι ἀπὸ βορρᾶ καὶ θαλάσσης, ἄλλοι δὲ ἐκ γῆς Περσῶν, τῶν τεσσάρων ἐνταῦθα κλιμάτων τῆς γῆς δηλουμένων ἑνὸς μὲν διὰ τοῦ λέγεσθαι· ἰδοὺ οὗτοι πόρρωθεν ἥξουσιν, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· ἰδοὺ οὗτοι μακρόθεν ἥξουσιν σεσιωπημένης τῆς χώρας, τῶν δὲ λοιπῶν τριῶν διὰ τῶν ἑξῆς παρισταμένων· βορρᾶν γὰρ καὶ δύσιν καὶ ἀνατολὴν σαφῶς σημαίνει λέγων· οὗτοι ἀπὸ βορρᾶ καὶ θαλάσσης, ἄλλοι δὲ ἐκ γῆς Περσῶν. εἰ δὲ οἱ μὲν ἀπὸ βορρᾶ, οἱ δὲ ἀπὸ θαλάσσης, τῶν δυτικῶν δηλαδὴ μερῶν, ἄλλοι δὲ ἐκ γῆς Περσῶν, δι’ ὧν τὰ ἀνωτερικὰ σημαίνεται, ἀκόλουθόν ἐστι καὶ τοὺς πρώτους τοὺς ἀπὸ γῆς πόρρωθεν λεγομένους τοὺς μεσημβρινοὺς νοεῖσθαι, ἐπεὶ δὲ ἀκατάληπτος ἀνθρώποις ἡ νότιος γῆ ἐν τοῖς μεσημβρινοῖς τοῦ παντὸς κειμένη. πόρρωθεν ἥξειν αὐτοὺς εἰκότως ἔφη· πλὴν ἀλλὰ πανταχόθεν ἐκ τῶν τεσσάρων κλιμάτων ἥξειν πρὸς τὸν θεὸν καὶ τὰς προλεχθείσας ἐπαγγελίας ἀπολήψεσθαι ὁ λόγος θεσπίζει. Εἶτ’ ἐπὶ τῇ κοινῇ πάντων ἀνθρώπων σωτηρίᾳ ἐπιβοᾷ· εὐφραίνεσθε, οὐρανοί· χαρὰ γὰρ ἐν οὐρανῷ γίνεται καὶ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι, καὶ ἀγαλλιάσθω φησὶν ἡ γῆ, οἷα μήτηρ χαίρουσα ἐπὶ σῳζομένοις υἱοῖς. ἀντὶ δὲ τοῦ· ῥηξάτωσαν τὰ ὄρη εὐφροσύνην, ὁ Σύμμαχος· ἱλαρευθήσεται ὄρη ἐπὶ πᾶσιν, ὁ δὲ Ἀκύλας καὶ ὁ Θεοδοτίων κελαδήσατε ὄρη αἴνεσιν εἰρήκασιν· οὐκοῦν καὶ τὰ ὄρη ὡς λογικὰ χαίρειν καὶ ἀγαλλιᾶν ἐπὶ τῇ τῶν ἀνθρώπων σωτηρίᾳ προστάττεται. εἶεν δ’ ἂν ὄρη ψυχαὶ ἐπὶ γῆς μὲν ἔτι βιοῦσαι, σφόδρα δὲ εἰς ὕψος ἐπηρμέναι διὰ τῆς τῶν ἀρετῶν κατορθώσεως ἢ καὶ θεῖαι καὶ οὐράνιαι δυνάμεις, αἷς εὐφραίνεσθαι παρακελεύεται, ἐπειδὴ ἠλέησεν ὁ θεὸς τὸν λαὸν αὐτοῦ καὶ τοὺς ταπεινοὺς τοῦ λαοῦ αὐτοῦ παρεκάλεσεν. τίνες δὲ ἦσαν οὗτοι ἀλλ’ ἢ οἱ προδηλωθέντες, δηλαδὴ οἱ ἀπὸ τῶν τεσσάρων κλιμάτων τῆς γῆς τοῦ παντὸς ἀνακεκλημένοι;