Ancient Greek · ~63 min
Book 2
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 2.45.1
Not analysed yet
Ἐπειδὴ ὁ Ἰουδαίων λαὸς μηδὲν ἀγαθὸν πράσσων μηδὲ φυλάσσων κρίσιν μηδὲ ποιῶν δικαιοσύνην ὥσπερ τι μέγα χαριζόμενος τῷ θεῷ τὴν τοῦ σαββάτου μόνην περιεῖπεν ἡμέραν, εἰκότως ὡς πρὸς αὐτοὺς φάσκει· Ἀκούσατε, ὦ οὗτοι, ἐπειδὴ τὰ ἀναγκαῖα παραλείποντες τὴν τοῦ σαββάτου ἡμέραν οἴεσθε δεῖν φυλάττειν καὶ τοῦτ’ εἶναι τὸ κατόρθωμα τῆς θεοσεβείας, προσήκει μὴ ἀγνοεῖν ὑμᾶς, ὅτι δεῖ πρῶτον ἁπάντων φυλάσσειν κρίσιν καὶ ποιεῖν δικαιοσύνην· ὁ γὰρ ταῦτα ποιῶν τοῦ παρὰ θεοῦ μακαρισμοῦ γένοιτ’ ἂν ἄξιος. σὺν τούτοις δὲ καὶ τὰ σάββατα μὴ βεβηλοῦν ἀναγκαῖον· ὅπερ ἔσται εἰ τὰς ἑαυτῶν χεῖρας καθαρὰς πάσης ἀτόπου πράξεως διατηρήσετε. εἰ δὲ ταῦτα μὴ πράττοντες ἐπὶ σχολῆς καὶ ἀργίας διάγοιτε τὴν τοῦ σαββάτου ἡμέραν, ἴστε τὸ μηθὲν ποιοῦντες. Εἶτα καὶ τοὺς παρ’ αὐτοῖς προσηλύτους ἀλλοφύλους μὲν καὶ ἀλλοτρίους τοῦ γένους ὄντας συναφθέντας δὲ τῷ λαῷ διὰ τοῦ τῷ θεῷ προσεληλυθέναι προσκαλεῖται. καὶ προτρέπει τοῦ τῆς θεοσεβείας ἔχεσθαι λόγου διδάσκων μὴ μέγα φρονεῖν Ἰουδαίων παῖδας ἐπὶ τῷ γένει μηδ’ ἐπὶ τοῖς προπάτορσι σεμνύνεσθαι. διὸ εἴρηται κατὰ τὸν Σύμμαχον· μὴ λεγέτω ὁ υἱὸς τοῦ ἀλλοτρίου προσκολληθεὶς πρὸς κύριον λέγων Χωρισμῷ χωρίσει με κύριος ἀπὸ τοῦ λαοῦ αὐτοῦ. ἐπεὶ δὲ καὶ τὴν πολυπαιδίαν εὐλογίαν θεοῦ ἡγοῦντο εἶναι Ἰουδαῖοι, μισθόν τε καὶ καρπὸν θεοσεβείας τὴν πολυτεκνίαν ὑπολαμβάνοντες, ἀναστέλλων αὐτῶν καὶ ταύτην τὴν δόξαν, ἐσφαλμένην τε οὖσαν ἐλέγχων ἀγόνοις καὶ μὴ δυνατοῖς παιδοποιεῖν διὰ τὸ ἐκτετμῆσθαι τὴν νῦν ὑπισχνεῖται ἐπαγγελίαν μηδὲν ἐμποδὼν ἔσεσθαι τοῖς εὐνούχοις φάσκων πρὸς τὸ τυχεῖν τῶν παρὰ θεῷ ἀγαθῶν, εἰ ζῆν κατὰ θεὸν προέλοιντο. διόπερ καὶ τοῖς εὐνούχοις τοῖς ἐοικόσι κατὰ τὴν τοῦ σώματος ἀτεκνίαν ἀκάρπῳ ξύλῳ τὴν ἴσην τῷ Ἰσραὴλ ὑπογράφει ἐλπίδα· εἰ γὰρ φυλάξαιντο καὶ οὗτοι τὰ προλεχθέντα πάσης μὲν ἀδικίας ἀποσχόμενοι διὰ δὲ τῶν κατὰ θεὸν ἔργων τὸν τῷ θεῷ ἀρεστὸν μετιόντες βίον πρὸς τῷ φυλάττειν τὸν ἀκριβῆ περὶ τῶν σαββάτων νόμον τεύξασθαι καὶ αὐτοὺς τῶν ἐπηγγελμένων. ἀκριβῶς γοῦν διαστέλλεται καὶ ἐπὶ τούτων πρὸς τῷ φυλάττειν τὰ σάββατα προσήκειν αὐτοὺς φάσκειν ἐκλέγεσθαι, ἅπερ ἐγὼ θέλω, ἀλλ’ οὐ τὰ σάββατα θέλω φησί. διὸ κατ’ ἀρχὰς ἔφασκον τῆς βίβλου· τὰς νουμηνίας ὑμῶν καὶ τὰ σάββατα καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι. διόπερ εἰ καταδέξαιντο, ἃ ἐγὼ θέλω, καὶ ἀντέχοιντο τῆς ἐμῆς διαθήκης, ἣν παρεδείκνυον ἀρτίως λέγων φυλάσσεσθαι δεῖν κρίσιν καὶ ποιεῖν δικαιοσύνην, καί· μακάριος ἀνὴρ ὁ ποιῶν ταῦτα καὶ ἄνθρωπος ὁ ἀντεχόμενος αὐτῶν καὶ ὁ διατηρῶν τὰς χεῖρας αὐτοῦ μὴ ποιεῖν ἀδίκημα· πῶς γὰρ οὐ μακάριος τοιαύτας εἰληφὼς τὰς ἐπαγγελίας; ταῦτα γὰρ ἦν ἃ θέλω, ἅπερ εἰ πράττοιεν οἱ προσήλυτοι καὶ οἱ εὐνοῦχοι, οὐδὲν ἂν λυπήσειεν αὐτοὺς καὶ τὸ φυλάττειν τὰ σάββατα τῆς τοῦ νόμου παραγγελίας εἵνεκα. Τοῖς μὲν οὖν εὐνούχοις τοῖς τῶν λελεγμένων φύλαξι καρπὸν ὡς ἐν ἀνθρώπων διαδοχῇ μηδένα κεκτημένοις ἀντὶ πάσης πολυτεκνίας δώσειν ἐπαγγέλλεται ἐν τῷ οἴκῳ καὶ ἐν τῷ τείχει αὐτοῦ τόπον ὀνομαστόν, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· χεῖρα καὶ ὄνομα βέλτιον υἱῶν καὶ θυγατέρων, καὶ ὄνομα δὲ αἰώνιον δώσω φησὶν αὐτοῖς, ὃ οὐκ ἐξαρθήσεται· ὥσπερ γάρ ποτε τῷ Ἰακὼβ ὄνομα ἐδωρησάμην Ἰσραὴλ αὐτὸν προσειπὼν ἀντὶ τοῦ Ἰακώβ, ἔργῳ δὲ ποιήσας αὐτὸν ἄνθρωπον θεωρὸν θεοῦ, οὕτω γὰρ μεταλαμβάνεται εἰς τὴν Ἑλλάδα φωνὴν ὁ Ἰσραὴλ ἑρμηνευόμενος ἄνθρωπος ὁρῶν θεόν, οὕτως καὶ τοῖς κατὰ σάρκα ἀτέκνοις, εἰ θεοσεβεῖν προέλοιντο, παρέξω ὄνομα, ὅπερ ὑπάρξει αὐτοῖς ὑπὲρ πᾶσαν πολυπαιδίαν. εἰ δὲ καὶ κατὰ τὴν σωτήριον διδασκαλίαν εἰσὶν εὐνοῦχοι οἵτινες εὐνουχίασαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν, ἀκόλουθον ἂν εἴη καὶ περὶ τούτων ἔτι μᾶλλον νοῆσαι, ὅπως εἴρηται τό· δώσω αὐτοῖς ἐν τῷ οἴκῳ μου καὶ ἐν τῷ τείχει μου τόπον ὀνομαστόν· εἰ γὰρ πολλαὶ μοναὶ παρὰ τῷ πατρί, καὶ ἔστι πόλις θεοῦ Ἰερουσαλὴμ ἐπουράνιος καὶ τόπος αὐτοῖς εἴσω τοῦ οἴκου τοῦ θεοῦ ἐν ταῖς πολλαῖς μοναῖς, δοθήσεται καὶ μερὶς ἐν τῷ τείχει τῆς ἐπουρανίου τοῦ θεοῦ πόλεως. καὶ ὄνομα δὲ τοῖς αὐτοῖς δοθήσεται κρεῖττον υἱῶν καὶ θυγατέρων, ἢ κατὰ τὸν Ἀκύλαν· καὶ ὄνομα ἀγαθὸν παρὰ υἱοὺς καὶ θυγατέρας, ὄνομα αἰώνιον δώσω αὐτοῖς. διὰ τούτων οἶμαι τὴν Ἰουδαίων δόξαν ἀπελέγχειν τὸν λόγον, ἐπειδὴ θεοφιλεῖς ἑαυτοὺς ἐνόμιζον εἶναι ἐπὶ τῇ πολυτεκνίᾳ· ἐν ταύτῃ γὰρ ὑπελάμβανον εἶναι τὴν εὐλογίαν τοῦ θεοῦ. Τοῖς δ’ ἐξ ἐθνῶν προσηλύτοις, εἰ τὰ προλεχθέντα φυλάττοιεν καὶ μὴ μόνον δουλεύειν τῷ θεῷ, ἀλλὰ δὴ καὶ ἀγαπᾶν αὐτὸν προθέμενοι εἶεν καὶ ἀντέχεσθαι τῆς διαθήκης αὐτοῦ, καὶ τούτους εἰσάξειν ἐπαγγέλλεται εἰς τὸ ὄρος τὸ ἅγιον αὐτοῦ, εὐφρανεῖν τε αὐτοὺς καὶ τὰς παρ’ αὐτῶν ἀποδέξασθαι θυσίας, εἰ καὶ ἀλλογενεῖς καὶ ἀλλόφυλοι δοκοῖεν τυγχάνειν· τὸν γὰρ οἶκον αὐτοῦ μὴ τῶν δὲ μὲν ὑπάρχειν τῶν δὲ μή, ἀνεῷχθαι δὲ πᾶσιν τοῖς ἔθνεσι, δι’ ὑπερβολὴν φιλανθρωπίας ὡς καὶ εὐνούχους παραδέχεσθαι καὶ προσηλύτους, θυσίας δ’ ἐν τούτοις παρὰ τῶν εἰρημένων καταδέξασθαί φησι πάντως που τὰς δι’ εὐχῶν καὶ αἰνέσεων. Εἰ δὲ κατὰ τὰς σωματικὰς φήσειέ τις οὐχ ἁμαρτήσεται, πρὸς γὰρ τοὺς πρὸ τῆς καινῆς διαθήκης κατὰ τὸν Μωσέως νόμον πολιτευομένους ταῦτα ἐλέγετο, ταῦτα δέ φησιν ἅπαντα ὁ μέλλων συνάγειν τοὺς διεσκορπισμένους Ἰσραὴλ θεὸς ἐπηγγείλατο, ἢ τοὺς ἐξωσμένους κατὰ τὸν Ἀκύλαν· οἶμαι δὲ διὰ τούτων ὡς μὲν πρὸς τὴν λέξιν διὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπιστροφὴν τοῦ λαοῦ τὴν ἐπὶ Κύρου καὶ Δαρείου καὶ Ἀρταξέρξου γενομένην τὸν θεὸν ἂν εἰρῆσθαι συναγαγεῖν τοὺς διεσκορπισμένους Ἰσραήλ· κατὰ τούτους γὰρ τῶν Περσῶν βασιλέας ἐπανῆλθον ἐκ τῆς αἰχμαλωσίας οἱ ἐν τῇ ἱστορίᾳ τοῦ Ἔσδρα ἀναγεγραμμένοι, καθ’ οὓς χρόνους εἰκὸς ἦν καὶ πλῆθος αὐτοῖς ἀλλοφύλων ἐθνῶν προσηλυτεῦσαι, οὓς διὰ τὴν ἑτέραν κατάστασιν καὶ διὰ τὸ ἀλλογενὲς καὶ ἄγριον τοῦ τρόπου ἀγροῦ θηρία ὠνόμασεν ὁ λόγος. καὶ ταῦτα συναχθήσεσθαι μετὰ τοῦ Ἰσραὴλ φήσας ὡς δὲ πρὸς βαθυτέραν διάνοιαν ὁ μὲν Ἰσραὴλ ὁ συναχθεὶς ἐκ τῆς διασπορᾶς ὁ χορὸς ἂν γένοιτο ὁ προφητικὸς καὶ πάντες οἱ ἐπὶ τοῦ προτέρου λαοῦ ἐν θεοσεβεῖ κατορθώσαντες βίῳ, οἵ τε τοῦ σωτῆρος ἡμῶν εὐαγγελισταὶ καὶ μαθηταὶ καὶ ἀπόστολοι, πάντες οἱ ἐξ Ἰσραὴλ τὸν Χριστὸν τοῦ θεοῦ παραδεδεγμένοι, περὶ ὧν αὐτὸς ὁ σωτὴρ ἐδίδασκεν ἐπισφραγιζόμενος τὴν Ἠσαΐου προφητείαν ἐξ αὐτοῦ προσώπου λέγουσαν· Πνεῦμα κυρίου ἐπ’ ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με· εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν. τὰ δὲ θηρία τὰ μετὰ τοῦ Ἰσραὴλ συναγόμενα οἱ ἐξ ἐθνῶν προσιόντες τῷ λόγῳ εἶεν ἂν οὓς ἀνακαλεῖται λέγων ἑξῆς· δεῦτε φάγετε, πάντα τὰ θηρία τοῦ δρυμοῦ· δρυμὸν δὲ πολλάκις τετηρήκαμεν τὸ πλῆθος τῶν ἀλλοφύλων ἐθνῶν λελέχθαι. ταῦτ’ οὖν τὰ θηρία τῆς τοῦ θεοῦ κλήσεως καταξιοῖ καὶ εἰς ἑστίασιν ἀνακαλεῖται. διὸ κατὰ τὸν Ἀκύλαν ἀντὶ τοῦ· πάντα τὰ θηρία, πᾶν ζῷον αὐτοῦ εἴρηται, καὶ πάλιν· πάντα τὰ ζῷα αὐτοῦ· τίνος δὲ αὐτοῦ ἢ τοῦ θεοῦ; οὐχ ἁπλῶς οὖν καλεῖ τὰ θηρία, ἀλλὰ τὰ αὐτοῦ. εἶτ’ ἐπειδήπερ ἐθνῶν ἀλλοφύλων καὶ θηρίων δρυμοῦ μνήμην ἐποιήσατο καὶ συνεῖδε τῷ πνεύματι, ὡς ἄρα ὑπακούσονται οὗτοι τῇ κλήσει, τὸ δὲ Ἰουδαίων πλῆθος ἐναπομένει τῇ ἀπιστίᾳ, μεταβαλὼν πάλιν πρὸς αὐτοὺς καταμέμφεται αὐτοῖς τύφλωσιν· εἰ γὰρ θῆρες καὶ τὰ τοῦ δρυμοῦ ζῷα μεταβαλεῖν ἐπὶ τὸν θεοσεβῆ βίον μέλλοι, οἱ δὲ τῇ ἑαυτῶν ἐναπέθνῃσκον κακίᾳ. Πῶς οὐκ εὐλόγως τὰ ἐπιφερόμενα κατ’ αὐτῶν ῥηθήσεται, τινὰ δὲ ταῦτα ἐπιλέγει· ἴδετε ὅτι ἐκτετύφλωνται πάντες, ὁ δὲ Σύμμαχος· οἱ σκοποὶ αὐτοῦ φησι τυφλοί, πάντες ἀνόητοι, πάντες κύνες ἄλαλοι, μὴ δυνάμενοι ὑλακτεῖν. οἱ τοῦ Ἰουδαίων δὲ ἔθνους ἄρχοντες τυφλοὶ σκοποὶ λέγονται καὶ ἀνόητοι καὶ κύνες ἐνεοί, οὐ δυνάμενοι ὑλακτεῖν· δέον γὰρ αὐτοὺς ἐπαμύνειν τῇ ποίμνῃ τοῦ θεοῦ καὶ κυνῶν θηρευτῶν δίκην ἀπελαύνειν τῶν θρεμμάτων τοὺς λύκους. οἱ δὲ ὥσπερ ἐνεοὶ κύνες οὐδὲ μέχρι τοῦ ὑλακτεῖν ἐχώρουν, ἀλλὰ καὶ οὐδὲν καθευδόντων διαφέροντες φαντασίαις προσεῖχον μόναις ὥσπερ ἐνυπνιαζόμενοι. διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· ὁραματισταί, κοιμώμενοι, ἀγαπῶντες νυστάζειν, κατὰ δὲ τὸν Ἀκύλαν· φανταζόμενοι, ἀγαπῶντες τὸ νυστάξαι. καὶ τοιοῦτοι μὲν ἦσαν οἱ τῶν Ἰουδαίων ἄρχοντες πρὸς τοὺς ἐκτός, πρὸς οὓς ἔδει διεγρηγορέναι καὶ νήφειν καὶ κατὰ τῶν ἐχθρῶν ὑλακτεῖν. πρὸς δὲ τοὺς οἰκείους ἀναιδεῖς τινες ὑπῆρχον κατεσθίοντες τὰ ὑπ’ αὐτοῖς ποιμαινόμενα πρόβατα. διὸ ἐπιφέρει ἑξῆς· καὶ οἱ κύνες ἀναιδεῖς τῇ ψυχῇ, οὐκ εἰδότες πλησμονήν· καί εἰσι πονηροὶ οὐκ εἰδότες σύνεσιν, πάντες ταῖς ὁδοῖς αὐτῶν ἐξηκολούθησαν, οὐ ταῖς ὁδοῖς τοῦ θεοῦ, ἀλλὰ ταῖς ἑαυτῶν διὰ τοῦ τὰ καταθύμια ἑαυτοῖς πράττειν. Σφόδρα δὲ ἀκολούθως σκοπῶν τυφλῶν μνημονεύσας καὶ κύνας αὐτοὺς ἀνειπών, κατά τι μὲν ἐνεούσης νυστάζοντας καὶ μὴ εἰδότας ὑλακτεῖν, κατά τι δὲ ἀναιδεῖς καὶ πονηροὺς τὴν κατὰ τῶν δικαίων καὶ θεοφιλῶν ἀνδρῶν τόλμαν αὐτῶν ἐπήγαγε καὶ τὰς κατὰ τῶν προφητῶν ἀπειλὰς λέγων· Ἴδετε ὡς ὁ δίκαιος αἴρεται, καὶ οὐδεὶς ἐκδέχεται τῇ καρδίᾳ, καὶ ἄνδρες δίκαιοι αἴρονται, καὶ οὐδεὶς κατανοεῖ. καὶ πῶς γὰρ ἔμελλον κατανοεῖν οἱ τὰς ψυχὰς τυφλοί; εἰ γὰρ μὴ οὕτως εἶχον, κἂν ἑώρων τὸν δίκαιον καὶ συνίεσαν τὴν κατ’ αὐτὸν οἰκονομίαν, ἀλλ’ οἱ μὲν τυφλοὶ ὄντες καὶ κύνες ἀναιδεῖς τοιαῦτα κατὰ τῶν δικαίων ἐτόλμων, οἱ δὲ ἐν εἰρήνῃ ὑπὸ τοῦ θεοῦ παρελαμβάνοντο. καὶ ἡ ταφὴ δὲ αὐτοῦ ἦρτο ἐκ τοῦ μέσου. εἴποι δ’ ἄν τις δύνασθαι ταῦτα ἁρμόττειν καὶ τῷ σωτῆρι καὶ τοῖς μαθηταῖς αὐτοῦ τοῖς ὑπὸ τοῦ Ἰουδαίων ἔθνους ἐπιβεβουλευμένοις, ἀλλὰ καὶ τὴν ἀνάστασιν τοῦ σωτῆρος ἡμῶν αἰνίττεσθαι τὸ λόγιόν φησι· τοῦ μὲν θανάτου διὰ τῆς ταφῆς αὐτοῦ δηλουμένου, τῆς δὲ ἀναστάσεως διὰ τοῦ ἦρθαι ἐκ τοῦ μέσου τὴν ταφὴν αὐτοῦ. ἀλλ’ οὗτος μὲν ἐκ μέσου ἀδικίας ἤρθη καὶ γέγονεν ἐν εἰρήνῃ καὶ ἡ ταφὴ αὐτοῦ ἐκ τοῦ μέσου ἀφανὴς γέγονε διὰ τὸ μὴ ἀπομεῖναι αὐτὸν ἐν τῷ τῆς ταφῆς τόπῳ· ὅθεν ὁ ἄγγελος ἐπιστὰς ταῖς γυναιξὶν ἔλεγε· Τίνα ζητεῖτε; Ἰησοῦν; οὐκ ἔστιν ὧδε· δεῦτε ἴδετε τὸν τόπον αὐτοῦ. Ὑμεῖς δὲ οἱ τὰ ὅμοια καὶ πάλαι πρότερον ὑπὸ τῶν προφητῶν τοῦ θεοῦ τετολμηκότες οἱ ἀληθῶς τετυφλωμένοι καὶ κύνες ἐνεοὶ καὶ ἀναιδεῖς, προσαγάγετε ὧδε, ἢ ἐγγίσατε ὧδε κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς, υἱοὶ ἄνομοι καὶ σπέρμα μοιχῶν καὶ πόρνης· οὐ γὰρ ἄξιον τοῦ Ἀβραὰμ καὶ τῆς Σάρρας τέκνα ὑμᾶς καλεῖν· εἰ γὰρ τέκνα τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε ἄν. μοιχοὺς δὲ οἶδεν ὁ λόγος καλεῖν τοὺς πάλαι εἰδωλολατροῦντας, περὶ ὧν εἴρηται· καὶ ἐμοίχευσαν τὸ ξύλον καὶ τὸν λίθον, πόρνην δὲ τὴν Ἰερουσαλήμ, ὡς ἐδήλου διὰ τῶν ἔμπροσθεν ὁ παρὼν προφήτης εἰπών· Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιών· ὅθεν κατὰ τὸν Σύμμαχον σπέρμα μοιχῶν εἴρηται καὶ πορνευσάσης, ὥστε εἰ καὶ μὴ ἐπὶ τοῦ παρόντος εἰδωλολατροῦσιν Ἰουδαίων παῖδες, ἀλλὰ σπέρμα γοῦν εἰσι μοιχῶν καὶ πόρνης. διό φησι πρὸς αὐτοὺς ὁ λόγος· σπέρμα μοιχῶν καὶ πόρνης, προσαγάγετε ὧδε καὶ πλησίον γενόμενοι εἴπατε· ἐν τίνι ἐνετρυφήσατε; ἢ κατὰ τὸν Σύμμαχον· τίνος κατετρυφήσατε καὶ κατὰ τίνος ἐπλατύνατε τὸ στόμα, ἐμηκύνατε γλῶσσαν; μάλιστα γὰρ αὐτῶν τὴν γλῶσσαν καὶ τὸ στόμα καταιτιᾶται διὰ τὰς κατὰ τοῦ σωτῆρος φωνὰς καὶ ἃς εἰσέτι καὶ νῦν κατ’ αὐτοῦ ποιοῦνται βλασφημίας. διό φησιν· ἐπὶ τίνα ἠνοίξατε τὸ στόμα ὑμῶν καὶ ἐπὶ τίνα ἐχαλάσατε τὴν γλῶσσαν ὑμῶν; οὐχ ὑμεῖς ἐστε τέκνα ἀπωλείας; ὁ μὲν γὰρ ἦρται ἐκ μέσου ἀδικίας καὶ ἐν εἰρήνῃ γέγονεν, ἥ τε ταφὴ αὐτοῦ ἦρται ἐκ τοῦ μέσου· ὑμεῖς δὲ ἄρα ἦτε τέκνα τῆς ἀπωλείας καὶ τὸ σπέρμα τὸ ἄνομον. Ὑμεῖς οἱ παρακαλοῦντες ἐπὶ τὰ εἴδωλα ὑπὸ δένδρα δασέα, σφάζοντες τὰ τέκνα αὐτῶν ἐν ταῖς φάραγξιν ἀνὰ μέσον τῶν πετρῶν. ἐκείνη σου ἡ μερίς, οὗτός σου ὁ κλῆρος, καὶ ἐκείνοις ἐξέχεας σπονδὰς καὶ τούτοις ἀνήνεγκας θυσίας, ἢ κατὰ τὸν Σύμμαχον· ὑποκάτω παντὸς ξύλου εὐθαλοῦς σφάζοντες τὰ γεννήματα ἐν ταῖς φάραγξιν ὑπὸ τὰς ἐξοχὰς τῶν πετρῶν· τούτων γὰρ ἄξιοί φησιν ἦτε, διὸ ἐκείνη σου ἡ μερὶς καὶ οὗτος ὁ κλῆρός σου. σαφῶς δὴ διὰ τούτων δείκνυται ἡ παροῦσα προφητεία τοῖς κατὰ τοὺς χρόνους Ἠσαΐου τοῦ προφήτου εἰδωλολάτραις ἁρμόζουσα, ὧν καταλέξασα τὰς παρανομίας ἐπιφέρει· ἄρ’ οὖν ἐπὶ τούτοις οὐκ ἄξιον καθ’ ὑμῶν ἐπαφεῖναι τὴν ὀργήν, μάλισθ’ ὅτι ἐπ’ ὄρος ὑψηλὸν καὶ μετέωρον, ἐκεῖ ἡ κοίτη σου, καὶ ἐκεῖ ἀνεβίβασας θυσίαν καὶ ὀπίσω τῶν σταθμῶν τῆς θύρας ἔθηκας μνημόσυνά σου. καὶ ταῦτά φησιν ἔπραττες οὐδὲ κεκρυμμένως ἀσεβῶν, ἀλλὰ πεπαρρησιασμένως· οὕτως ὡς καὶ ἐπ’ αὐτῶν τῶν ὑψηλοτάτων ὀρῶν ἐπιτελεῖν τὰς δαιμονικὰς θυσίας. ἤδη δὲ καὶ ὀπίσω τῶν θυρῶν σου ὥσπερ ἀντὶ φυλακτηρίου τὰ μνημόσυνα τῆς σαυτοῦ εἰδωλολατρίας, δηλαδὴ τὰ ἄψυχα ἀγάλματα ἐπιτιθεὶς καὶ ταῦτ’ ἔπραττες ὡς ἂν εὑρήσων τι πλέον ἐκ τῆς ἐμῆς ἀναχωρήσεως. ταῦτα μὲν ὡς πρὸς τοὺς εἰρημένους σκοποὺς τοὺς τυφλοὺς καὶ τοὺς κύνας τοὺς ἐνεούς, τὰ δ’ ἑξῆς ὡς πρὸς αὐτὴν τὴν Ἰερουσαλὴμ καὶ τὴν συναγωγὴν τοῦ Ἰουδαίων λαοῦ ἐπιφέρει λέγων· ἠγάπησας τοὺς κοιμωμένους μετὰ σοῦ, κατὰ δὲ τὸν Σύμμαχον καὶ τοὺς λοιποὺς ἑρμηνευτάς· ἠγάπησας τὴν κοίτην αὐτῶν, τίνων δὲ αὐτῶν ἢ τῶν σκοπῶν σου τῶν προειρημένων καὶ τῶν κυνῶν τῶν ἀναιδῶν; Καὶ ἐπλήθυνας τὴν πορνείαν σου μετ’ αὐτῶν· διὸ ἐλέγετο περὶ αὐτῶν· ἐνυπνιαζόμενοι κοίτην, φιλοῦντες νυστάξαι. ἐκεῖνοι μὲν οὖν ἦσαν τοιοῦτοι ἐνυπνιαζόμενοι κοίτας καὶ φιλοῦντες νυστάξαι, ἡ δὲ διαβαλλομένη διὰ τῶν προκειμένων ὡς ἐν αὐτοῖς ἐκείνοις χαίρουσα ἀκούει· ἠγάπησας τοὺς κοιμωμένους μετὰ σοῦ καὶ ἐπλήθυνας τὴν πορνείαν σου μετ’ αὐτῶν καὶ πολλοὺς ἐποίησας τοὺς μακρὰν ἀπὸ σοῦ· πολλοὶ γὰρ ἔφυγον τὴν Ἰερουσαλὴμ οἱ τῷ θεῷ ἀνακείμενοι ἄνδρες διὰ τὰς ἐν αὐτῇ συντελουμένας ἀθέους πράξεις. διὸ λέλεκται· καὶ πολλοὺς ἐποίησας τοὺς μακρὰν ἀπὸ σοῦ, ἀλλὰ καὶ ἀπέστειλάς φησι πρέσβεις ὑπὲρ τὰ ὅριά σου, ἢ κατὰ τὸν Σύμμαχον· καὶ ἐπλήθυνας τὰ μυρέψιά σου, ἀπέστειλας ὅμηρά σου ἕως μακράν. ταῦτα πάντα προσωποποιεῖ ὡς πρὸς ἑταίραν καλλωπιζομένην καὶ πάντα πράττουσαν ἐφ’ ἡδονῇ τῶν προσιόντων αὐτῇ. διὸ τούτων ἕνεκά φησιν· ἐταπεινώθης ἕως ᾅδου, ταῖς πολυοδίαις σου ἐκοπίασας· οὐ γὰρ μίαν ὥδευες τὴν βασιλικὴν ὁδόν, ἀλλὰ πολλὰς καὶ πεπλανημένας. διόπερ ἐκοπίασας καὶ οὐδ’ οὕτως ἔστης οὐδὲ εἶπας Παύσωμαι ἐνισχύουσα, ἀλλ’ ὥσπερ ἰσχύουσα καὶ νεανιευομένη χείρονα τούτων ἔπραξας ἐπιμένουσα ταῖς οἰκείαις ἀτοπίαις. ὅθεν οὐδὲ ἐπέστρεψας οὐδὲ κατεδεήθης μου, ἢ κατὰ τὸν Ἀκύλαν· οὐκ ἐλιτάνευσας, ὥστε τυχεῖν ἀφέσεως. Διέμενες δὲ ἐξ αἰῶνος ἄφοβος καὶ ἀνευλαβής· εἰ δὲ καί ποτε ἔδοξας θεοσεβεῖν, ἐπαγγέλλεσθαι καὶ τότε τὴν ἐπαγγελίαν ἐψεύσω, ἀλλ’ οὐδὲ πρὸ τούτου φησὶν ἐμνήσθης μου οὐδὲ ἔλαβές με εἰς τὴν διάνοιάν σου οὐδὲ εἰς τὴν καρδίαν σου· εἰκότως οὖν κἀγώ σε παρόψομαι διὰ ταῦτα καὶ καταλείψω σε ἔρημον· οὐδὲ γὰρ ἔτι καὶ νῦν φόβον ἀναλαμβάνεις θεοῦ. Διὸ μάνθανε τὰ περιμένοντά σε τίνα δὲ ἔστι ταῦτα· θεοῦ καταλήψεταί σε ὀργὴ ἔκδικος πάντων τῶν τετολμημένων σοι, καθ’ ὃν καιρὸν ἐλεγχθήσεταί σου τὰ κακά, κατὰ δὲ τὸν καιρὸν τῆς ἐπελευσομένης σοι ὀργῆς οὐδείς σοι παραστήσεται, οὐδὲ τῆς φωνῆς σου ἐπακούσονται οἱ νομιζόμενοί σου θεοί. ἀντὶ δὲ τοῦ· ἐξελέσθωσάν σε ἐν τῇ θλίψει σου, ὁ Σύμμαχος· ἐξελέσθωσάν σέ φησιν αἱ συναγωγαί σου, γυμνῶς καὶ σαφῶς διδάσκοντος τοῦ λόγου, ὡς οὐδὲν ὠφελήσουσιν αὐτοὺς αἱ συναγωγαὶ αὐτῶν. εἶτ’ ἐπιλέγει· τούτους γὰρ πάντας λήψεται ἄνεμος καὶ ἀποίσει καταιγίς. οἱ δὲ ἀντεχόμενοί μου κτήσονται γῆν καὶ κληρονομήσουσι τὸ ὄρος τὸ ἅγιόν μου. καὶ ἐροῦσι Καθαρίσατε ἀπὸ προσώπου αὐτοῦ ὁδοὺς καὶ ἄρατε σκῶλα ἀπὸ τῆς ὁδοῦ τοῦ λαοῦ μου· πάντας μὲν οὖν τοὺς κατηγορηθέντας φησὶ λήψεται ἄνεμος καὶ ἀποίσει καταιγίς. καὶ τοιοῦτο τέλος λήψεται τοὺς ἐπὶ τοῖς εἰρημένοις διαβληθέντας· τοὺς δὲ τὴν καλὴν ἐκλεξαμένους μερίδα, ἐμὲ δηλαδὴ τὸν θεόν, καὶ τοὺς γνησίως καὶ καθαρῶς ἀντεχομένους ἡ παρ’ ἐμοῦ ἀμοιβὴ διαδέξεται· κτήσονται γὰρ τὴν ἐπηγγελμένην αὐτοῖς γῆν καὶ τὸ ὄρος τὸ ἅγιόν μου κληρονομήσουσιν. ἤδη δὲ καὶ ἑτέρων ἔσονται διδάσκαλοι παραινοῦντες αὐτοῖς ἐξομαλίζειν τὰς ὁδοὺς τοῦ λαοῦ διὰ τοῦ καθαρὰς ποιεῖσθαι καὶ λείας πρὸς τὸν λαὸν διδασκαλίας μηδὲν ἐχούσας σκολιὸν μηδὲ στραγγαλιῶδες. γῆ δὲ καὶ ὄρος ἅγιον ὡς μὲν πρὸς τοὺς πάλαι λέγοιτο ἂν Ἰερουσαλὴμ καὶ τὸ Σιὼν ὄρος, ἥ τε τῆς Ἰουδαίας χώρα ὡς δὲ πρὸς τὸν ἀληθῆ λόγον ὄρος ἅγιον, ὃ πολλάκις καὶ διὰ τῶν ἔμπροσθεν ἐδήλου τὴν ἐπουράνιον Ἰερουσαλήμ, γῆν δὲ τὴν ἀμφὶ τὰ οὐράνια διατριβὴν καὶ πάντα τὸν ἐπουράνιον χῶρον, ἔνθα τὸν ἐπάξιον κλῆρον ἀπολήψονται οἱ ἀντεχόμενοι τοῦ θεοῦ. κατὰ δὲ τὸν Σύμμαχον· ὁ δὲ παρρησιάσας φησὶν ἐν ἐμοὶ κληρονομήσει τὸ ὄρος τὸ ἅγιόν μου. καὶ ἐρεῖ Ὁδοποιήσατε, σχολάσατε ὁδόν, ἐπάρατε προσκόμματα ἀπὸ τῆς ὁδοῦ τοῦ λαοῦ μου· οὐ γὰρ μόνης τῆς αὐτοῦ σωτηρίας πρόνοιαν ποιήσεται ὁ παρὰ τῷ θεῷ κατορθώσας, ἀλλὰ καὶ τῷ λαῷ τοῦ θεοῦ χρήσιμον ἑαυτὸν παρέξει προστάττων ἐξομαλίζειν αὐτῷ τὴν ὁδὸν τῆς θεοσεβείας καὶ τὰ δοκοῦντα προσκόμματα τῶν θείων ἀναγνωσμάτων περιαιρεῖν διὰ τῆς ἐπὶ τὸ σαφέστερον αὐτῶν ἑρμηνείας.