Ancient Greek · ~22 min
Book 2
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 2.46.1
Not analysed yet
Πρὸς τοὺς ἄρχοντας τοῦ Ἰουδαίων ἔθνους, οὓς κύνας ἐνεοὺς καὶ σκοποὺς τυφλοὺς ὠνόμαζε καὶ υἱοὺς ἀνόμους καὶ σπέρμα μοιχῶν καὶ πόρνης, ἀποτεινόμενος ὁ λόγος τὴν πρὸ τούτου προφητείαν, πρός τε τὸν ὑπὸ τούτοις λαὸν τὰ κατάλληλα θεσπίσας διὰ τῶν προκειμένων πρὸς τοὺς ἐν αὐτοῖς εὐλαβεῖς καὶ φόβον θεοῦ κεκτημένους καὶ μετανοοῦντας, ἐφ’ οἷς ἥμαρτον, οὓς ἡ παροῦσα λέξις συντετριμμένους τὴν καρδίαν καὶ ὀλιγοψύχους ὀνομάζει, παράκλησιν καὶ παραμυθίαν προσάγει. ἦσαν γὰρ ἐν αὐτοῖς, εἰ καὶ βραχεῖς καὶ ἀριθμῷ ληπτοί, πλὴν ὅμως ἦσαν ἄνδρες ἀνακείμενοι τῷ θεῷ· οὐχ οἱ προφῆται μόνον, ἀλλὰ καὶ ἕτεροι τούτων ζηλωταὶ μαθητευόμενοι τοῖς προφήταις καὶ ταῖς διδασκαλίαις αὐτῶν προσανέχοντες. οἱ δὲ ἀποκλαόμενοι τὴν τοῦ πλήθους ἀπώλειαν ἐν ταπεινώσει καὶ κακώσει διῆγον τὸν βίον ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς, καὶ ἄλλοι πάλιν ἦσαν ἀποκλαόμενοι τὰ ἑαυτῶν κακὰ ταπεινοῦντές τε ἑαυτοὺς καὶ κολάζοντες τὸν ἑαυτῶν βίον, ὑπὲρ ὧν ἔτυχον ἡμαρτηκότες. διὸ συντετριμμένους αὐτοὺς τὴν καρδίαν καὶ ὀλιγοψύχους ἢ κατὰ τὸν Σύμμαχον τεθλασμένους καὶ ταπεινοὺς πνεύματι ὁ παρὼν ὀνομάζει λόγος. εἰσάγει δὲ τὸν ἐπὶ πάντων θεὸν τὸν ἐπέκεινα τῶν ὅλων τὸν ὕψιστον καὶ ἐν ὑψηλοῖς κατοικοῦντα τὸν αἰῶνα, τὸν ἅγιον, τὸν ἐν ἁγίοις ἀναπαυόμενον λέγοντα πρὸς τοὺς ταπεινοὺς καὶ ὀλιγοψύχους· εἰ γὰρ καὶ τὰ μάλιστα ὕψιστός ἐστιν αὐτὸς καὶ τὸ κατοικητήριον ἐν ὑψηλοῖς ἔχει, ἀλλ’ ὅμως οὐχ ὑπερορᾷ τοὺς ταπεινούς, ἀλλὰ καὶ δίδωσιν αὐτοῖς χάριν καὶ τῆς ταπεινώσεως αὐτοὺς ἐγείρας ὑψηλοὺς ἀπεργάζεται. διὸ λέλεκται· ὁ θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν, καὶ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται· οὕτω γοῦν ὑψώσας τοὺς ταπεινοὺς καὶ ἐν αὐτοῖς οἰκήσει· ὕψιστος γὰρ ὢν ἐν ὑψηλοῖς κατοικεῖ τὸν αἰῶνα. τοῖς γοῦν ταπεινοῖς διαλέγεται, ὅπως αὐτοὺς ὑψώσῃ πρὸς τὸ καὶ ἐν αὐτοῖς οἰκῆσαι, οὕτω καὶ ἅγιος ὢν αὐτὸς τοὺς ἐν ἀνθρώποις ἁγίους ἐκλέγεται πρὸς τὸ ἀναπαύεσθαι ἐν αὐτοῖς· διὸ λέλεκται· Ἅγιος ἐν ἁγίοις ἀναπαυόμενος. ἀλλὰ καὶ μακρόθυμος ὢν αὐτὸς τῆς ἀνθρωπίνης στοχαζόμενος ἀσθενείας τοῖς ἐν τῷ θνητῷ βίῳ καταπονουμένοις δι’ εὐσέβειαν καὶ ἐπὶ ταῖς θλίψεσιν ὀλιγοψυχοῦσι δίδωσι μακροθυμίαν πρὸς τὸ εὐτόνως καὶ καρτερῶς τὰς δι’ αὐτῶν θλίψεις ὑπομένειν. καὶ ἔτι πρὸς τούτοις ζωὴ ὢν αὐτὸς ὁ θεὸς καὶ ἔχων παρ’ ἑαυτῷ πηγὴν ζωῆς τοῖς συντετριμμένοις τὴν καρδίαν, ἐπειδὴ θυσία τῷ θεῷ πνεῦμα συντετριμμένον, καὶ καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ θεὸς οὐκ ἐξουδενώσει, τῆς ἐξ αὐτοῦ ζωῆς αἰωνίου καὶ ἀθανάτου παρέχει αὐτὸς οὖν ὁ τῶν τοσούτων ἀγαθῶν χορηγὸς θεὸς τοῖς ταπεινοῖς καὶ ὀλιγοψύχοις· τάδε προσφωνῶν λέγει ἀναπαύσασθαι ἐν αὐτοῖς. Οὐκ εἰς τὸν αἰῶνα ἐκδικήσω ὑμᾶς· οὐ γὰρ ἐξ ἅπαντος ἐκδίκησιν λήψομαι τῶν πώποτε ὑμῖν ἡμαρτημένων, ἀλλὰ καὶ ὡς ἄνθρωποι, βραχείας τινὸς ἐκδικήσεως δὲ δέησθε καὶ εἰ συναπολαῦσαι ταῖς ἁμαρτίαις τοῦ λαοῦ καὶ ὑμῖν συνέβη, ὥστε καὶ ὑμᾶς συναπαχθῆναι τῷ πλήθει καὶ τῇ τιμωρῷ δίκῃ παραδοθῆναι διὰ τὰς ἑτέρων ἁμαρτίας. ὅμως οὖν τοῦτο γινώσκειν ὀφείλετε, ὅτι τοὺς μὲν ἄλλους πάντας τοὺς ἀσεβεῖς ἀληθῶς καὶ ἁμαρτωλοὺς τοῦ λαοῦ αἰωνία ὀργὴ παραλήψεται, ὑμᾶς δὲ οὐκ εἰς τὸν αἰῶνα ἐκδικήσω οὐδὲ διὰ παντὸς ὀργισθήσομαι ὑμῖν· μέλει γάρ μοι τοῦ ἐμοῦ πνεύματος, ὅπερ ἐξ ἐμοῦ προελθὸν εἰς ὑμᾶς κατῴκησεν· ἐπειδὴ καὶ ποιητὴς τυγχάνω πάσης πνοῆς τῆς δυναμένης με αἰνεῖν κατὰ τό· πᾶσα πνοὴ αἰνεσάτω τὸν κύριον. καὶ ἐν τῇ κοσμοποιΐᾳ δὲ ἐμφυσήσαντος τοῦ θεοῦ πνοὴν ζωῆς, ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν. ἀκολούθως καὶ νῦν εἴρηται· πᾶσαν πνοὴν ἐγὼ ἐποίησα. τοῦτο δὲ καὶ ὁ Ἰὼβ διδάσκει λέγων· πνεῦμα κυρίου τὸ ποιῆσάν με, πνοὴ δὲ παντοκράτορος ἡ διδάσκουσά με. εἰκότως τοίνυν τοῖς τοῦτο φυλάξασι τὸ παρ’ ἐμοῦ πνεῦμα καὶ ἣν ἐγὼ ἐποίησα πνοήν, δι’ ἧς ὁ ἄνθρωπος γέγονεν εἰς ψυχὴν ζῶσαν, οὐκ εἰς τὸν αἰῶνα ὀργισθήσομαι. Εἰ γὰρ καὶ πρὸς βραχύν τινα καιρὸν διά τινας ἐξ ἀνθρωπίνης ἀσθενείας ἐπιγενομένας ἁμαρτίας ἐλύπησα τοὺς ἡμαρτηκότας καὶ ἐπάταξα, οἷα πατὴρ υἱοὺς παιδεύων· ὃν γὰρ ἀγαπᾷ κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται. ἀλλ’ ἐπειδήπερ συναίσθησιν λαβόντες τῆς ἐμῆς παιδείας, ἐλυπήθητε τὴν κατὰ θεὸν λύπην καὶ ἐπορεύθητε στυγνοὶ μεταμεληθέντες· τούτου χάριν τὴν ἐπιστροφὴν καὶ τὴν μετάνοιαν ὑμῶν θεασάμενος καὶ τὰς μετὰ ταῦτα πράξεις καὶ τοῦ βίου τὰς ὁδούς, ἰασάμην ὑμᾶς καὶ παρεκάλεσα δοὺς παράκλησιν ἀληθινήν· πάντα γὰρ παρ’ ἐμοῦ εἰς τοὺς ἐμοὺς οἰκείους χορηγούμενα ἀληθινὰ τυγχάνει. διόπερ τοῖς ἐκ τῆς ἐμῆς παιδείας σωφρονισθεῖσι παράκλησιν ἀληθινὴν ἔδωκα καὶ εἰρήνην οὐχ ἁπλῆν τινα καὶ πρόσκαιρον, ἀλλὰ πολυπλασιαζομένην ὡς καὶ ἀπὸ τῶν ἐγγὺς ἔχειν αὐτὴν καὶ ἀπὸ τῶν πόρρω καὶ μακρὰν ἀπῳκισμένων. ταῦτ’ ἐπαγγειλάμενος ὁ τεθεολογημένος κύριος ἐπιλέγει· Ἰάσομαι αὐτούς, τοῖς τὰς ψυχὰς κεκακωμένοις καὶ τὴν καρδίαν τὴν παρ’ αὐτοῦ ἴασιν ὑπισχνούμενος. καὶ τοῦτο τέλος ἐπήγαγε τοῖς ἐκ τῆς τοῦ θεοῦ παιδείας ὠφελημένοις. Οἱ δὲ μὴ τοιοῦτοί φησιν, ἀπομείναντες δὲ ἄδικοι καὶ ἀσεβεῖς κλυδωνισθήσονται καὶ ἀναπαύσασθαι οὐ μὴ δύνωνται. εἶτ’ ἐπειδὴ οὐκ ἔχει φύσιν τοὺς ἀπαλλοτριωθέντας τοῦ θεοῦ χαρᾶς μεταλαμβάνειν, ἐπενήνεκται τοῖς πᾶσι τό· οὐκ ἔστι χαίρειν τοῖς ἀσεβέσι, λέγει κύριος, κατὰ δὲ τὸν Σύμμαχον· οἱ δὲ ἀσεβεῖς ὡς θάλασσα ἐκβρασσομένη· ἡσυχάσαι γὰρ οὐ δυνήσονται, καὶ ἐκβρασθήσονται παρὰ τὰ ὕδατα αὐτῆς καὶ καταπάτημα καὶ πηλός. οὐκ ἔστιν εἰρήνη, εἶπεν ὁ θεός μου, τοῖς ἀσεβέσιν. ἔνθα πάλιν τηρητέον, ὅπως τὸ πλῆθος τῶν ἀσεβῶν θαλάσσῃ ἐκβρασσομένῃ παρείκασε καὶ θαλάσσῃ κυμαινούσῃ καὶ ταραττομένῃ. διό φησιν ὡς θάλασσα ἐκβρασσομένη· ἡσυχάσαι γὰρ οὐ δυνήσονται, ἀλλὰ καὶ τὰ ὕδατα τῆς τοσαύτης θαλάσσης πηλοῦ πατήματι ἐοικέναι φησί. καὶ ὁ Ἀκύλας ὁμοίως καὶ οἱ ἀσεβεῖς ὡς θάλασσα ἐκβράσσουσα, ὅτι ἡσυχάσαι οὐ δυνήσονται, καὶ ἐκβράσσει ὕδατα αὐτῆς ὡς πάτημα καὶ πηλὸν εἴρηκεν, ὥστε εἰ λέγοιτό ποτε ὡς περὶ θαλάσσης Αἰγύπτου ἢ περὶ ὑδάτων τινῶν μνημονευτέον τῶν προκειμένων χρησίμων ὄντων εἰς τὴν ἐκείνων ἑρμηνείαν.