Ancient Greek · ~47 min
Book 2
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 2.47.1
Not analysed yet
Θεραπεύσας ὁ λόγος τοὺς ἐν τῷ πλήθει τοῦ λαοῦ ταπεινοὺς καὶ συντετριμμένους τῇ καρδίᾳ μεταβαίνει πάλιν ἐπὶ τὸ τάγμα τῶν ἐν αὐτοῖς ἀσεβῶν, καθ’ ὧν ἐξενήνεκται τὴν προλεχθεῖσαν ἀπόφασιν δι’ ἧς ἔφη· οὐκ ἔστι χαίρειν τοῖς ἀσεβέσιν, εἶπεν ὁ θεός· ἐχρῆν γὰρ ἡμᾶς διδαχθῆναι, τίνες ποτ’ ἦσαν οἱ ἀσεβεῖς οὗτοι καὶ τὰ αἴτια τῆς κατ’ αὐτῶν ἀποφάσεως. ταῦτα δὴ οὖν ταῦτα προστάττει τῷ προφήτῃ σὺν πάσῃ παρρησίᾳ καὶ μετὰ φωνῆς ἰσχυρᾶς εἰς φανερὸν ἀγαγεῖν μηδὲν φόβῳ θανάτου ἤ τινος ἄλλης ἀνθρώπων ἀπειλῆς ὑποστείλασθαι καὶ ἀποκρύψαι τοῦ θεοῦ τὸ κήρυγμα. διὸ σάλπιγγος δίκην τῆς πάντων μουσικῶν ὀργάνων μεγαλοφωνοτάτης εἰς ἐξάκουστον αὐτῶν τῶν ἐλεγχομένων ἀναβοῆσαι προστάττει καὶ τοῦ θεοῦ τοὺς λόγους ἐξειπεῖν τοῖς μὲν οὖν εὐαγγελισταῖς τοῦ σωτηρίου λόγου διὰ τῶν ἔμπροσθεν ἐλέγετο· ἐπ’ ὄρος ὑψηλὸν ἀνάβηθι, ὁ εὐαγγελιζόμενος Ἰερουσαλήμ· ὑψώσατε, μὴ φοβεῖσθε, ἐνταῦθα δὲ οὐκ ἐπὶ ὄρος ὑψηλὸν ἀναβαίνειν ὁ προφήτης κελεύεται· οὐδὲ γὰρ ἦσαν ἐν ὕψει, οἷς ταῦτα προσεφώνει· τὸ διαβοῆσαι μόνον ἐν ἰσχύι καὶ μὴ φείσασθαι, οἷα εἰς ὦτα κωφῶν λαλοῦντα προστάττεται καὶ δίκην σάλπιγγος ὑψῶσαι τὴν φωνήν. σάλπιγξ δὲ πολέμου σημεῖον. ὡς δὲ πρὸς πολέμιον τὸν ἀσεβῆ καὶ ἁμαρτωλὸν τῇ βοῇ χρήσασθαι κελεύει, ὡς ἂν καθάψοιτο τῆς τῶν ἀκουόντων διανοίας καὶ τρώσειεν αὐτὴν τῷ πληκτικωτάτῳ λόγῳ. φησὶ δὲ ἑξῆς· καὶ ἀνάγγειλον τῷ λαῷ μου τὰ ἁμαρτήματα αὐτῶν, εἰς κατάκρισιν λαὸν αὐτοῦ ὀνομάζων τὸν ἁμαρτωλόν, ὃν ἐγὼ μέν φησιν εἰσεποιησάμην καὶ οὐκ ἀπηξίωσα λαὸν ἐμὸν χρηματίζειν· οἱ δὲ ἐμάκρυναν ἑαυτοὺς ἐμοῦ ταῖς ἑαυτῶν ἔκδοτοι γενόμενοι κακίαις. Εἰς μάταιον καὶ ἐπ’ οὐδεμιᾷ ὠφελείᾳ προσποιοῦνται ζητεῖν ἐμὲ τὸν θεὸν ἐφ’ ἑκάστης ἡμέρας σπεύδοντες ἀπαντᾶν εἰς τὰς παρ’ αὐτοῖς συναγωγάς, ἀλλὰ καὶ τοῖς ἀναγνώσμασι τοῖς θείοις τὰς ἑαυτῶν παρέχοντες ἀκοὰς μάταιόν φησι σχηματίζονται ἐθέλειν γινώσκειν τὰς ὁδούς μου καὶ περὶ ταῦτα σπουδάζουσιν, ὡσανεὶ τὰ λοιπὰ κατορθώσαντες καὶ πάντας τοὺς κατὰ δικαιοσύνην καρποὺς ἔργοις ἐκπεπληρωκότες. καὶ μὴν ἐξ αὐτῶν ἀπελέγχονται τῶν πράξεων τὴν κρίσιν τοῦ θεοῦ καταλελοιπότες ἐντεῦθεν δι’ ὑπερβολὴν ἀναισθησίας τῶν οἰκείων κακῶν ὡσπερεὶ διαδικαζόμενοι καὶ κρινόμενοι πρὸς ἐμὲ ἀμοιβὰς αἰτοῦσι τῆς ἑαυτῶν εὐπραξίας κρίσιν δικαίαν ἀπαιτοῦντες παρ’ ἐμοῦ, ἅτε δὴ αὐτοὶ μὲν θεοσεβεῖν ἐπιθυμοῦντες καὶ πλησίον ἐμοῦ γενέσθαι, ἐμοῦ δὲ μὴ θέλοντος, ἀλλὰ καὶ ἀποστρεφομένου αὐτοὺς ἀδικώτατα. Διὸ καὶ ἐπιμέμφονται καὶ ἐπικαλοῦσι λέγοντες Τί ὅτι ἐνηστεύσαμεν καὶ οὐκ εἶδες; ἐταπεινώσαμεν τὰς ψυχὰς ἡμῶν καὶ οὐκ ἔγνως; ἐπειδὴ τοίνυν τοιαῦτα λέγειν ἀναιδῶς τολμῶσι, μεγάλῃ βοῇ χρησάμενος, σὺ ὁ ἐμὸς προφήτης, ἀπόκριναι αὐτοῖς καὶ ἀπέλεγχε, ὅπως τὴν ἐμὴν κρίσιν καταλελοίπασι, καὶ πάνθ’ ὅσα φάσκουσιν, οὐκ ἀληθῶς διαβεβαιοῦνται. εἰ τοίνυν ἐπὶ τοιαύτῃ σεμνύνονται νηστείᾳ, πολὺ κρεῖττον ἦν αὐτοῖς τροφῇ σχολάζειν καὶ μὴ τοιαῦτα τολμᾶν. διὰ ταῦτα γοῦν καὶ κατ’ ἀρχὰς τῆς προφητείας πρὸς αὐτοὺς ἐλέγετο· νηστείαν καὶ ἀργίαν καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου. αὐτίκα γοῦν ἐπὶ τὴν νηστείαν προΐσχονται καὶ νῦν φασι τῶν ψυχῶν ταπείνωσιν κατὰ τὴν ἡμέραν τῆς νηστείας αὐτῶν γινομένην αὐτὸ δὴ τοῦτο, ὅπως πράξουσιν ἀπέλεγξον ἐξ ἑνὸς τούτου καὶ τῶν λοιπῶν αὐτῶν ἀποδείξας τρόπον. λέγε τοίνυν αὐτοῖς καὶ δείκνυε, ὡς ἐν αὐταῖς ταύταις, ἐν αἷς σεμνύνονται ἡμέραις τῶν νηστειῶν, οὐ τὰ ἐμὰ θελήματα ζητοῦσι, ταῖς δὲ ἑαυτῶν ἡδοναῖς καὶ ταῖς ἑαυτῶν κακοπραγίαις σχολάζουσι, τότε μὲν τοὺς ὑποχειρίους τύπτοντες, τότε δὲ μάχαις καὶ ἀντιλογίαις ταῖς πρὸς ἀλλήλους κατατριβόμενοι ὡς φωνὰς ἀφιέναι κλαυθμοῦ τοὺς ὑπ’ αὐτῶν τυπτομένους καὶ κραυγὰς ἀπρεπεῖς. Φησὶν οὖν· οὐ ταύτην τὴν νηστείαν ἐξελεξάμην, οὐδὲ τοιαύτην ταπεινώσεως ἡμέραν, οὐδ’ εἰ κρίκῳ ὁμοίως κάμψειεν τὸν ἑαυτῶν τράχηλον κάτω νεύοντες καὶ σχηματιζόμενοι ταπεινοφροσύνην, οὐδ’ εἰ περιβάλοιντο σάκκους κατ’ αὐτῆς τῆς ἑαυτῶν σαρκὸς ἐπὶ τὸ πόνους καὶ κάκωσιν αὐτοῖς ἐμποιῆσαι τὴν σάκκου τραχύτητα, οὐδ’ εἰ σποδὸν ὑποστρώσαιντο τὸ ἑαυτῶν τιμωρούμενοι σῶμα. ταῦτα γὰρ πάντα μετὰ τῶν προλεχθέντων ἁμαρτημάτων ματαίαν ἕξει τὴν σπουδήν. εἰ δὲ δὴ ἐθέλοι τις τρόπον ἀληθοῦς καὶ ἐμοὶ τῷ θεῷ ἀρεστῆς νηστείας διδάσκεσθαι, ταῦτα πραττέτω· φαιδρὸν τὸ πρόσωπον καταστήσας καὶ τὴν κεφαλὴν ἀλείψας ἐλαίῳ κατὰ τὴν σωτήριον παρακέλευσιν, τὴν μὲν νηστείαν ἐν κρυπτῷ φυλαττέτω καὶ τῷ πατρὶ τῷ βλέποντι κρυπτὰ μόνῳ τὴν ταπείνωσιν τῆς ψυχῆς δεικνύτω· εἰς δὲ τὸ φανερὸν δι’ ἔργων τοὺς καρποὺς τῆς κατὰ ψυχὴν εὐλαβείας τοῖς πᾶσιν ὁρᾶν παρεχέτω διὰ τοῦ λύειν πάντα σύνδεσμον ἀδικίας. εἰ γὰρ καί τινες εἶεν προϋποκείμενοι πραγμάτων ἔκ τινος συμβολαίων καὶ συναλλαγῶν ἀνθρωπίνων ταῦτα καιροῦ θρησκείας διὰ τῆς νηστείας ἐπιστάντος διαλύεσθαι δίκαιον καὶ τῶν βιαίων συναλλαγμάτων τὰς στραγγαλιὰς ἀποσείεσθαι. αὐτὸ δὴ τὸ λελεγμένον ὑπὸ τοῦ σωτῆρος ἔργῳ πληροῦντα τό· ἐὰν προσφέρῃς τὸ δῶρόν σου κἀκεῖ μνησθῇς ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ, ἄφες ἐκεῖ τὸ δῶρον, καὶ ὕπαγε πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου. ἀλλὰ καὶ τοὺς τεταπεινωμένους ἀπὸ δάνους καὶ χρέων ὀφειλῆς ἐλευθέρου τῶν χρέων καὶ πᾶσαν συγγραφὴν ἄδικον διάσπα. εἰ δὲ καὶ μὴ εἶέν τινες τοιαῦται στραγγαλιαὶ πεπραγμέναι σοι καθαρεύοις δὲ τῶν τοιούτων ἁμαρτημάτων, ἀλλὰ τοῦτο γοῦν πράττειν σε ἀναγκαῖον τὸν βουλόμενον εὐαρεστοὺς τῷ θεῷ τὰς ἑαυτοῦ νηστείας ποιεῖσθαι. Τὸν ἄρτον τὸν σαυτοῦ, ὃν εἰ μὴ τὴν νηστείαν εἶχες πάντως ἂν ἤσθιες, διάθρυπτε τοῖς πεινῶσιν· οὐ γὰρ δὴ λείπουσιν ἐν ἀνθρώποις οἱ τροφῆς ἐνδεεῖς. καὶ οὕτως γάρ σοι γένηται οὐ πρὸς κέρδους ἡ ἀσιτία, ἀλλ’ ἑτέρῳ τρόπῳ τραφήσῃ τὴν ψυχὴν τῷ σαυτοῦ ἄρτῳ τὸν ἐνδεῆ καὶ τροφῆς δεόμενον ἀνακτώμενος. οὐ χρὴ δὲ μέχρι τούτου ἵστασθαι, ἀλλὰ καὶ εἰς αὐτὸν τὸν οἶκον τὸν σεαυτοῦ μὴ πλουσίους τινὰς εἰσκάλει μηδὲ τοὺς δυναμένους μεθ’ ἡμέραν τὴν αὐτήν σοι παρέχειν ἀμοιβήν, πτωχοὺς δὲ τοὺς ἀληθῶς ἐν ἀπορίᾳ βίου ἐξεταζομένους τοὺς ἀπερριμμένους διὰ τὸ μηδὲ στέγης εὐπορεῖν. τούτοις αὐτὸς γένου στέγη ὑποδεξάμενος εἰς τὸν σαυτοῦ οἶκον πρὸς ἀναπλήρωσιν δὲ τῆς καλῆς ταύτης καὶ θεῷ ἀρεστῆς νηστείας. γυμνὸν θεασάμενος μὴ ἀντιπαρέλθοις μηδὲ ὡς ἀλλότριον παρίδοις· ὁ γὰρ τῶν ὅλων θεὸς τοὺς μὲν εὐπορεῖν τροφῆς καὶ χρημάτων, τοὺς δὲ ἐνδεεῖς καὶ πένητας ὑπεστήσατο εἰς δοκιμὴν ἑκατέρων, ἵν’ οἱ μὲν ἔχοιεν καρπὸν τῆς ἑαυτῶν εὐπορίας διὰ τῆς εἰς τοὺς ἐνδεεῖς παροχῆς, οἱ δὲ ἐγγυμναζόμενοι τῇ πενίᾳ ἀντὶ πολυκάρπου χώρας τὴν ἀπὸ τῶν εὐπόρων διεποιοῦντο χορηγίαν ἔτι πρὸς τοῖς προειρημένοις· καὶ ἀπὸ τῶν οἰκείων τοῦ σπέρματός σου οὐχ ὑπερόψει. μάλιστα μὲν γὰρ τὰ πρῶτα τοῖς πᾶσι δεήσει κοινωνεῖν ἀφθόνως, τὰ δὲ ἐξαίρετα τοῖς οἰκείοις τῆς πίστεως ἀπονέμειν· τοῦτο γὰρ καὶ ἡ ἀποστολικὴ διάταξις παρεκελεύσατο φήσασα δεξιοὺς εἶναι πρὸς πάντας, μάλιστα δὲ πρὸς τοὺς οἰκείους τῆς πίστεως. ταῦτα δὴ τὰ λελεγμένα ὥσπερ τινὰς νόμους ἔργοις φυλάξας μὴ ταπεινοῦ τὴν σαυτοῦ ψυχὴν μηδὲ κάμπτε ὡς κρίκον τὸν τράχηλόν σου μηδὲ σάκκον καὶ σποδὸν ὑποστρώννυσο· φαιδρὸς δὲ καὶ ἄνω πρὸς τὸν θεὸν βλέπων δέχου τὰς παρ’ αὐτοῦ ἀμοιβάς. Ποίας ταύτας ἐντεῦθεν ἤδη μάνθανε ὥσπερ ἀπὸ νυκτὸς καὶ σκότους μεταβολῆς γενομένης ἀθρόως τὸ μεθ’ ἡμέραν φῶς ἐκλάμψαν δείκνυσι τηλαυγεῖς τὰς ἡλιακὰς μαρμαρυγάς. τὸν αὐτὸν τρόπον καὶ σοὶ ῥαγήσεται πρώϊμον τὸ φῶς οὐράνιόν τι καὶ θεῖον ἀθρόως ἐπελθὸν καὶ τὸ πρότερον ἐπιπολάζον τῇ ψυχῇ σκότος μακρὰν αὐτῆς ἐλαῦνον ὡς ἐν ἡμέρᾳ θεοῦ καὶ φωτὶ γνώσεως καὶ ἀληθείας διάγειν. οὕτω δὲ καὶ τὰ ἰάματα τῆς σῆς ψυχῆς σὺν αὐτῷ τῷ φωτὶ ἀνατελεῖ, ὡς πάσης νόσου καὶ μαλακίας καὶ παντὸς ἄγους ἐλευθέραν αὐτὴν καταστῆναι. ἤδη δὲ καὶ ἑτέροις γενήσῃ φῶς τοιοῦτος ἀποτελεσθείς· προπορεύσεται γάρ σου ἡ δι’ ἔργων ἀρετῆς δικαιοσύνη εἰς πολλοὺς τοὺς ὁρῶντας ἐκλάμπουσα. καὶ οἱ μέν σοι καρποὶ ταῦτα προξενήσουσί σοι, ἐκ περιουσίας δὲ ἡ ἐκ θεοῦ δόξα ὥσπερ στεφάνῳ τὴν σὴν ψυχὴν παντοίοις ἄνωθεν κατακοσμήσει ὡς καὶ παρὰ ἀνθρώποις καὶ παρ’ αὐτῷ τῷ θεῷ δοξάζεσθαι. Πρὸς τούτοις καὶ ταῦτα ἕξεις ἐξαίρετα, ἅμα γὰρ τῷ βοῆσαί σε πρὸς τὸν θεόν, ἕξεις αὐτὸν ἐπήκοον· μόνον γὰρ οὐχὶ φωνὴν ἀφιεὶς ἔτι σοὶ φθεγγομένῳ ἐρεῖ Ἰδοὺ πάρειμι. ταῦτα δὲ πάντα περὶ σὲ ἔσται, ἐὰν τὰ προλελεγμένα φυλάττοις καὶ ἀφέλοις μὲν ἀπὸ σαυτοῦ τοὺς τῶν ἁμαρτημάτων κλοιούς· οὐδὲν γὰρ λυπεῖ καὶ δεύτερον τῶν αὐτῶν μνείαν ποιήσασθαι, εἰ τοίνυν ἀφέλοις ἀπὸ σαυτοῦ σύνδεσμον ἀπὸ τῆς ἁμαρτίας καὶ τὰς ἀδίκους χειροτονίας καὶ ῥημάτων σου τὰς μομφάς, τούς τε κατὰ θεοῦ γογγυσμούς. Ἔτι μὴν εἰ καθὼς προείρηται δῷς πεινῶντι τὸν ἄρτον σου, σαυτῷ τὰ μεγάλα ἴσθι κεχαρισμένος. ὁμοίως εἰ τὴν δι’ ἔνδειαν τεταπεινωμένην ψυχὴν ἐμπλήσειας τῶν παρὰ σοὶ εὐπορουμένων, πάλιν ὁ λόγος τὰς αὐτὰς ποιήσεταί σοι ἐπαγγελίας· ἀνατελεῖ ἐν τῷ σκότει τὸ φῶς σου, καὶ τὸ σκότος σου ὡς μεσημβρίαν ἐκλάμψει. καὶ ἔσται ὁ θεός σου μετὰ σοῦ διὰ παντός· καὶ ἐμπλήσει σε καθάπερ ἐπιθυμεῖ ἡ ψυχή σου· ἐπαγγέλλεται δέ σοι ψυχῆς τροφὴν καὶ ἀπόλαυσιν τῶν παρ’ αὐτῷ ἀγαθῶν καὶ τὰ ὀστᾶ δέ σού φησι, δηλαδὴ τῆς ψυχῆς αἱ δυνάμεις, πιανθήσονται ὑπὸ τῆς πνευματικῆς καὶ ἐνθέου τροφῆς. ἔσται δὲ ἐν σοὶ καὶ πηγὴ ὕδατος ζῶντος καὶ κῆπος ἀειθαλὴς ταῖς ἐξ ἁγίου πνεύματος καρποφορῶν φυτείαις. καὶ τὰ πάλαι δὲ τῆς ψυχῆς ἔρημα οἰκοδομηθήσεται ἐν σοὶ καὶ ἀναπληρωθήσεται διὰ μαθημάτων καὶ λόγων θείων· ὡς καὶ οἰκοδόμον σε γενέσθαι σεαυτοῦ διδασκαλίαις ἐνθέοις οἰκοδομοῦντα τοὺς ἐν τῇ σαυτοῦ διανοίᾳ λογισμούς. ἤδη δὲ καὶ φραγμὸν περιβαλεῖς τῇ σαυτοῦ ψυχῇ περιφράττων αὐτὴν πανταχόθεν καὶ ἀσφαλιζόμενος ἀπὸ τῶν ἔξωθεν ὀχληρῶν. ταῦτα δὲ καὶ πρὸς ἕνα ἕκαστον τῶν ἀκροωμένων εἴρηται εἰς πρόσωπον τοῦ παντὸς λαοῦ· εἰ γὰρ ταῦτα ποιήσειας, ὁ τὰ πρῶτα καταμεμψάμενος λαός, ἔσται σοι τὰ ἐπηγγελμένα· ἀνατελεῖ ἐν τῷ σκότει τὸ φῶς σου, καὶ τὸ σκότος σου ὡς μεσημβρία. καὶ ἔσται ὁ θεός σου μετὰ σοῦ διὰ παντός· καὶ ἐμπλησθήσῃ καθάπερ ἐπιθυμεῖ ἡ ψυχή σου, καὶ τὰ ὀστᾶ σου πιανθήσεται· ὀστᾶ δὲ τοῦ λαοῦ οἱ ἐν αὐτῷ δυνατοὶ εἰκότως ἂν λεχθεῖεν οἱ τὸ πᾶν σῶμα ὑποβαστάζοντες. ἔσται δὲ ἐν σοὶ καὶ ὡς κῆπος μεθύων καὶ ὡς πηγὴ ἣν μὴ ἐξέλιπεν ὕδωρ. καὶ οἰκοδομηθήσονταί σοι αἱ ἔρημοι αἰώνιοι· τὰ ἐκ μακροῦ χρόνου δι’ ἁμαρτίαν ἔρημα γεγενημένα, ταῦτα οἰκοδομηθήσεται. καὶ ἔσται τὰ θεμέλιά σου αἰώνια γενεῶν γενεαῖς· νοήσεις δὲ καὶ τὰ θεμέλια ἐπιστήσας τῇ ἀποστολικῇ γραφῇ, δι’ ἧς εἴρηται· ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ἀλλὰ καὶ κληθήσῃ Οἰκοδόμος φραγμῶν· φραγμοὺς δὲ οἰκοδομεῖ ὁ περιφράττων καὶ περιτειχίζων διαλεκτικαῖς ἀποδείξεσι τὰ ἐκκλησιαστικὰ δόγματα· ὁ δὲ τὰ δοκοῦντα προσκόμματα ἐκ τῶν θείων ἀναγνωσμάτων περιαιρῶν διὰ τοῦ σαφηνίζειν τὰ λεγόμενα, οὗτός ἐστιν ὁ τοὺς ἀνὰ μέσον τῶν τρίβων λίθους περιαιρῶν. Πρὸς τούτοις φησὶν ἅπασιν· ἐὰν ἀποστρέψῃς ἀπὸ τῶν σαββάτων τὸν πόδα σου τοῦ μὴ ποιεῖν τὰ θελήματά σου ἐν τῇ ἡμέρᾳ τῇ ἁγίᾳ καὶ καλέσῃς τὰ σάββατα τρυφερά, ἅγια τῷ θεῷ, οὐκ ἀρεῖς τὸν πόδα σου ἐπ’ ἔργῳ οὐδὲ λαλήσεις λόγον ἐν ὀργῇ ἐκ τοῦ στόματός σου, καὶ ἔσῃ πεποιθὼς ἐπὶ κύριον. εἰ γὰρ μετὰ πάντων ἐκείνων καὶ τὰ σάββατα φυλάττοις, οὕτως ὡς ὁ λόγος ὑπαγορεύει, τότε σοὶ ἔσται καὶ αὐτὰ ἀναγκαῖα. ὑποβάλλει δὲ ὁ λόγος μὴ τὰ θελήματα πράττειν ἑαυτῶν μέθαις καὶ κραιπάλῃ σχολάζοντας, ἐν ἁγιασμῷ δὲ καὶ καθαρότητι διάγοντας, οὕτω καὶ τὴν ἡμέραν ἁγιάζειν, τρυφεράν τε αὐτὴν καὶ ἄλυπον διὰ τῆς ἐν αὐτῇ κατὰ θεὸν ἐπιτελουμένης σχολῆς φυλάττειν μηδὲ μέχρι τοῦ τυχόντος κινοῦντα τὸν πόδα ἐπὶ πράξεσιν ἑτέραις μηδὲ μέχρι λόγου μολύνειν τὰ χείλη· μόνῃ δὲ τῇ σχολῇ τῶν θείων διὰ πάσης προσανέχειν τῆς ἡμέρας. Ὁμοῦ δὴ ταῦτα πάντα συναγόμενα καὶ τὸ σάββατόν σοι οὐκ ἀνωφελὲς κατασκευάσει καὶ τὴν νηστείαν σοι δεκτὴν ποιήσει· οὕτω τε ἔσῃ πεποιθὼς ἐπὶ κύριον θαρσῶν εἰς τὸν ἐπίλοιπον βίον ὡς ἀνέχων αὐτοῦ ἀψευδεῖς τὰς ἐπαγγελίας, πρὸς αἷς καὶ τοῦτο δώσειν ὑπισχνεῖται, λέγω δὲ τὸ ἀπὸ τῆς ἐνταῦθα διατριβῆς ἐπί τινα τὴν ἄνω λεγομένην γῆν ἀναβιβάσειν σε κἀκεῖνά σοι παρασχεῖν τὰ ἀγαθά, ἃ ὁ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. καὶ ψωμιεῖ δέ σε τὴν ἐκεῖ τροφὴν καὶ τὴν κληρονομίαν, ἣν ἐπήγγελται τῷ πατρί σου Ἰακώβ, ἀποδώσει σοι. ἦσαν δὲ πρὸς τοὺς πατέρας ἐπαγγελίαι οὐράνιοι καὶ πνευματικαί· ταῦτα δὴ πάντα εἰ καὶ δι’ ἀνθρώπου λελάληται, ἀλλ’ οὐκ ἦσαν ἀνθρώπινοι λόγοι, θεὸς δὲ ἦν ὁ διὰ τοῦ προφήτου ταῦτα φθεγγόμενος. διὸ τοῖς πᾶσιν ἐπιλέγεται· τὸ γὰρ στόμα κυρίου ἐλάλησε ταῦτα· δύναται δὲ τὰ περὶ γῆς καὶ τῶν ταύτης ἀγαθῶν Ἰουδαϊκώτερόν τις ἐκλαμβάνειν, ἐπεὶ καὶ τὰ λελεγμένα πάντα πρὸς τὸν ἐκ περιτομῆς λαὸν ἀποδέδεικται προσπεφωνημένα.