Ancient Greek · ~50 min
Book 2
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 2.48.1
Not analysed yet
Ὡς πρὸς τὸν τῶν Ἰουδαίων λαὸν διαστειλάμενος ὁ λόγος ἐν τοῖς πρὸ τούτου τὰ πρακτέα, καὶ τοῖς μὲν τὰ πρακτέα δι’ ἔργων ἐπιτελέσασι τὰς πρεπούσας ἐπαγγελίας παραθείς, τοῖς δὲ τὰ ἐναντία ἑλομένοις τὰς καταλλήλους ἀπειλήσας τιμωρίας· διὰ τῶν προκειμένων ἔλεγχον αὐτοῖς προσφέρει ὥς τινα ἐναντία ἑλομένοις τῇ τοῦ θεοῦ βουλῇ, οὗ χάριν καὶ τοῖς κακοῖς περιπεπτώκασι. φησὶν οὖν πρὸς αὐτούς· Οὐκ ἦν ἀδύνατον ἐμοὶ τῷ θεῷ καὶ ἀπολλυμένους ὑμᾶς ἀνακτήσασθαι οὐδ’ ἠσθένει ἡ ἐμὴ χεὶρ καὶ ἀναξίους ὄντας ὑμᾶς διασῶσαι· καὶ τὸ οὖς δὲ τὸ ἐμὸν τὸ πάντων ἀκουστικὸν οὐχ οὕτως ἦν βαρυήκοον ὡς μὴ δύνασθαι ὑμῶν εἰσακοῦσαι βοώντων. πλὴν εἰ καὶ τὰ παρ’ ἐμοῦ τοιαῦτα ἀλλὰ τὰ ἁμαρτήματα ὑμῶν τυγχάνει ὡς κακῶν σωρὸν ποιεῖσθαι καὶ μεσότοιχον ἐγείρειν μεταξὺ τοῦ θεοῦ καὶ ὑμῶν· τοιούτους δὲ ὄντας σῴζειν οὔτε δίκαιον οὐθ’ ὑμῖν συμφέρον ἐστίν. ὁ δὲ Ἀπόστολος λέγει που περὶ τοῦ σωτῆρος· ὁ ποιήσας τὰ ἀμφότερα ἓν καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν, ἐν τῇ σαρκὶ αὐτοῦ. ἀλλ’ ὁ μὲν σωτὴρ διὰ τῆς ἀφέσεως τῶν ἁμαρτιῶν τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας λέγεται, ὁ δὲ παρὼν προφήτης διδάσκει, ὡς ἄρα αἱ ἑκάστου ἁμαρτίαι μέσαι παρεμβαλλόμεναι θεοῦ καὶ ἀνθρώπων μακρὰν ἀποσκορακίζουσι τὴν ἁμαρτάνουσαν ψυχὴν τοῦ θεοῦ, ἐπειδὴ τῶν ἀδυνάτων ἐστὶ θεῷ συνάπτεσθαι ἁμαρτίαν. διὸ ἐπιλέγει· καὶ διὰ τὰς ἁμαρτίας ὑμῶν ἀπέστρεψα τὸ πρόσωπόν μου ἀφ’ ὑμῶν. ὁ παράνομος ὑμῶν βίος οὐκ ἐᾷ τῆς θείας ὑμᾶς ἀπολαῦσαι προνοίας διὰ τὸ βδελύττεσθαι ὥσπερ δυσώδη καὶ αἰσχρὸν καὶ ἄτιμον τὴν ἁμαρτίαν. Τὸ μὲν οὖν αἴτιον τῆς ἀποπτώσεως τοῦ λαοῦ καὶ τῆς πορρωτάτω τοῦ θεοῦ ἀποβολῆς αὐτοῦ οὐδὲν ἕτερον εἶναι ἐδίδαξεν ἢ τὰς ἁμαρτίας· τὸ δὲ τούτων εἶδος ἑξῆς καταριθμεῖται λέγων· αἱ χεῖρες ὑμῶν μεμολυμμέναι αἵματι καὶ οἱ δάκτυλοι ὑμῶν ἐν ἁμαρτίαις, τὰ δὲ χείλη ὑμῶν ἐλάλησεν ἀνομίαν. καὶ θέα ὡς οὐκ ἐπιμέμφεται αὐτοῖς ἐν τούτοις εἰδωλολατρίαν οὐδ’ ἑτέραν τινὰ παράνομον πρᾶξιν, ἀλλὰ τὴν διὰ χειρῶν μιαιφονίαν καὶ τὴν διὰ στόματος παρανομίαν, δι’ ὧν ᾐνίξατο τὴν κατὰ τοῦ σωτῆρος ἐπανάστασιν αὐτῶν καὶ τὴν κατὰ τῶν δικαίων ἀνδρῶν ἐπιβουλήν. περὶ ὧν καὶ διὰ τῶν ἔμπροσθεν ἐδήλου φάσκων· Ἴδετε ὡς ὁ δίκαιος αἴρεται, καὶ οὐδεὶς κατανοεῖ, καὶ ἄνδρες δίκαιοι αἴρονται, καὶ οὐδεὶς ἐκδέχεται τῇ καρδίᾳ. ἀπὸ γὰρ προσώπου ἀνομίας ἦρται ὁ δίκαιος· ἔσται ἐν εἰρήνῃ ἡ ταφὴ αὐτοῦ, ἦρται ἐκ τοῦ μέσου. εἰ δὲ καὶ μὴ αὐτόχειρες γεγόνασι τοῦ σωτῆρος, ἀλλὰ τὸ αἷμα αὐτοῦ ἐπ’ αὐτοὺς καὶ ἐπὶ τὰ τέκνα αὐτῶν αἰτησάμενοι καὶ βοαῖς ἀθέοις χρησάμενοι ἔργῳ παρέστησαν τὰς χεῖρας ἔχειν μεμολυμμένας αἵματι, τά τε χείλη αὐτῶν λελαληκέναι ἀνομίαν καὶ τὴν γλῶσσαν αὐτῶν μεμελετηκέναι ἀδικίαν. Διό φησιν ὁ προφήτης· οὐθεὶς λαλεῖ δίκαια, οὐδὲ ἔστι κρίσις ἀληθινή. εἶτ’ ἐπειδήπερ ἐξαπατῶντες ἑαυτοὺς ἕτερον προσδοκῶσι Χριστὸν ἀνθρώπινά τινα περὶ αὐτοῦ μυθολογοῦντες. τούτου χάριν ἐπιλέγει· πεποίθασιν ἐπὶ ματαίοις καὶ λαλοῦσι κενά. διὸ παραινεῖ ὁ θεῖος Ἀπόστολος μὴ προσέχειν Ἰουδαϊκοῖς μύθοις καὶ ἐντολαῖς ἀνθρώπων ἀποστρεφομένων τὴν ἀλήθειαν. οἱ δ’ αὐτοὶ οὗτοι ἐπινοοῦντες εὑρησιλογίας ἑαυτοῖς καὶ ἐξ οἰκείων λογισμῶν βλασφήμους τινὰς συντιθέντες λόγους κατὰ τοῦ Χριστοῦ τοῦ θεοῦ κύουσι πόνον καὶ τίκτουσιν ἀνομίαν· οὐ γὰρ ἐπίστανται λέγειν· ἐκ τοῦ φόβου σου, κύριε, ἐν γαστρὶ ἐλάβομεν καὶ ὠδινήσαμεν καὶ ἐτέκομεν πνεῦμα σωτηρίας. τοιαῦτα δὲ κύουσιν, ὁποῖα καὶ δι’ ἑτέρου λέλεκται· ἰδοὺ ὠδίνησεν ἀδικίαν, συνέλαβε πόνον καὶ ἔτεκεν ἀνομίαν· λάκκον ὤρυξε καὶ ἀνέσκαψεν αὐτὸν καὶ ἐμπεσεῖται εἰς βόθρον, ὃν εἰργάσατο. εἴη δ’ ἂν τοιαῦτα καὶ τὰ ἀσεβῆ καὶ ἄθεα δόγματα, ὅσα ἕκαστος ἐκ τῆς αὐτοῦ διανοίας εὑρησιλογῶν ἀναπλάττει. οἱ δὲ τοιοῦτοι καὶ ᾠὰ ἀσπίδων ἔρρηξαν τῶν ἀντικειμένων δυνάμεων τὰ σπέρματα ἐν ἑαυτοῖς κυήσαντες· διὸ τοῖς τῆς κακίας καὶ πονηρίας αὐτῶν υἱοῖς ἐλέγετο· ὄφεις, γεννήματα ἐχιδνῶν. ἀναλόγως δὲ τῷ σπόρῳ τῷ θείῳ τὸν τῶν ἀντικειμένων δυνάμεων σπόρον ᾠὰ ὠνόμασε διὰ τὸ παράδειγμα τοῦ ἑρπυστικοῦ γένους· ἀσπίδες καὶ ὄφεις καὶ τὰ τοιαῦτα τῶν ᾠοτόκων ἐστίν. ἐπειδὴ δὲ μετὰ τὴν τοσαύτην κακίαν ἐπαγγέλλονται μὲν τὰς ἀπὸ τῶν θείων γραφῶν διδασκαλίας, ἐκπίπτουσι δὲ εἰς γραώδεις μύθους καὶ εἰς παραδόσεις ἀνθρώπων οὐδὲν ὑγιὲς οὐδὲ ὠφέλιμον περιεχούσας. εἰκότως ἐπιλέγει· καὶ ἱστὸν ἀράχνης ὑφαίνουσι, τὸ σαθρὸν καὶ ἄτιμον τῆς τοιαύτης αὐτῶν σπουδῆς τῷ τῆς ἀράχνης ὑφάσματι παραβάλλων. καὶ ὁ μέλλων φησὶν τῶν ᾠῶν αὐτῶν φαγεῖν συντρίψας οὔριον εὗρε, καὶ ἐν αὐτῷ βασιλίσκον· ποίων δὲ ᾠῶν ἢ περὶ ὧν εἴρηται τό· ᾠὰ ἀσπίδων ἔρρηξαν. οἱ μὲν οὖν ἐν κακίᾳ τέλειοι διαρρήξαντες τουτωνὶ τῶν ᾠῶν τὰ τελεσφορηθέντα εἰς ἑαυτοὺς ὑπεδέξαντο, οἱ δὲ ἀτελέστεροι πρὶν διαρραγῆναι καὶ τελεσφορηθῆναι ἐμφαγόντες αὐτῶν ἀπόλλυνται. διὸ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς εἴρηται· ὁ ἐσθίων ἐκ τῶν ᾠῶν αὐτῶν ἀποθανεῖται. εἰ δέ τις εὑρεθείη συνετὸς ἀνὴρ ὁ συντρίβειν αὐτὰ δυνάμενος ἀνατρεπτικῷ καὶ ἐλεγκτικῷ λόγῳ, οὗτος εὕροι ἂν τὸ ἐν αὐτοῖς ἀνεμιαῖον καὶ οὔριον καὶ δυσῶδες καὶ φθοριμαῖον καὶ ἐν τούτοις ἅπασιν ἰλυσπώμενον καὶ ἐγκρυπτόμενον τὸ πάντων ἑρπετῶν καὶ ἐξ αὐτοῦ βλέμματος θανατοποιόν, τὸν βασιλίσκον λέγω, κατὰ δὲ τὸν Ἀκύλαν· καὶ τὸ θαλφθὲν ἐσχίσθη ἔχιδνα, κατὰ δὲ τὸν Σύμμαχον· τὸ δὲ συνεστραμμένον ἀπορραγὲν ἔσται ἀσπίς, κατὰ δὲ τὸν Θεοδοτίωνα· τὸ θαλφθὲν ἐρράγη ἀσπίς. τοιαῦτα δὲ τὰ παρὰ τοῖς δηλουμένοις ᾠά, ὅτι κύουσι πόνον καὶ τίκτουσιν ἀνομίαν. Εἶτ’ ἐπειδὴ προείρητο· καὶ ἱστὸν ἀράχνης ὑφαίνουσι, πλατύτερον τὴν τούτου διάνοιαν ἐκτίθεται φάσκων· ὁ ἱστὸς αὐτῶν οὐκ ἔσται εἰς ἱμάτιον, οὐδὲ μὴ περιβάλωνται ἀπὸ τῶν ἔργων αὐτῶν· ἱστὸν παρ’ αὐτοῦ μαθὼν τοῦ προφήτου Ἠσαΐου φήσαντος διὰ τῶν ἔμπροσθεν· ὁ λαὸς οὗτος τοῖς χείλεσί με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ’ ἐμοῦ· μάτην δὲ σέβονταί με διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων, τὰς παραδόσεις τῶν πρεσβυτέρων αὐτῶν περιέποντες τὸν νόμον τοῦ θεοῦ παρεώρων ὑφαίνοντες καὶ συνείροντες ἐντολὰς ἀνθρώπων ἀποστρεφομένων τὴν ἀλήθειαν. διό φησιν· ὁ ἱστὸς αὐτῶν οὐκ ἔσται εἰς ἱμάτιον, οὐδὲ μὴ περιβάλωνται ἀπὸ τῶν ἔργων αὐτῶν· τὰ γὰρ ἔργα αὐτῶν ἔργα ἀνομίας. οἱ μὲν οὖν διὰ λόγων θείων τῶν ἐξ ἁγίου πνεύματος λελαλημένων πνευματικὰ πνευματικοῖς συγκρίνοντες χιτῶνα θεῖον ὑφαίνουσιν, οἱ δ’ εἰς ἄχρηστον ταῖς Ἰουδαϊκαῖς μυθολογίαις κατατρίβοντες πλέον οὐδὲν ἢ τὸν τῆς ἀράχνης ζηλοῦσιν ἱστὸν ἐπὶ θήρα ψυχῶν εὐτελῶν τῶν ἁλισκομένων ὥσπερ ἐν βρόχοις ἐν ταῖς μυθολογίαις αὐτῶν. εἶθ’ ἑξῆς εἴρηται· τὰ γὰρ ἔργα αὐτῶν ἔργα ἀνομίας, οἱ δὲ πόδες αὐτῶν εἰς κακίαν τρέχουσι ταχινοὶ ἐκχέαι αἷμα· καὶ οἱ διαλογισμοὶ αὐτῶν διαλογισμοὶ ἀφρόνων. ταῦτα πάντα ἐξυφαίνουσιν ἑαυτοῖς διὰ τοῦ οἰκείου ἱστοῦ τὴν ἀράχνην ἀπομιμούμενοι καὶ τρέχοντες ἐπὶ πονηρίαν καὶ ταχεῖς γινόμενοι εἰς τὸ ἐκχέειν αἷμα ἀναίτιον κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς. διὸ καὶ ἀνωτέρω ἐλέγετο πρὸς τοὺς αὐτούς· αἱ γὰρ χεῖρες ὑμῶν μεμολυμμέναι αἵματι καὶ οἱ δάκτυλοι ὑμῶν ἐν ἁμαρτίαις, τὰ δὲ χείλη ὑμῶν ἐλάλησεν ἀνομίαν, καὶ ἡ γλῶσσα ὑμῶν ἀδικίαν μελετᾷ, ἀλλὰ καὶ σύντριμμα καὶ ταλαιπωρία φησὶν ἐν ταῖς ὁδοῖς αὐτῶν, καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν. διὸ καὶ ἀπεκλαύσατο αὐτοὺς ὁ σωτὴρ εἰπὼν πρὸς τὴν Ἰερουσαλήμ· εἰ ᾔδεις καί γε σὺ τὰ πρὸς εἰρήνην σου. ὅτι ἥξουσιν ἡμέραι ἐπὶ σοὶ καὶ περιβαλοῦσί σε οἱ ἐχθροί σου χάρακα καὶ κυκλώσουσί σε καὶ τὰ τέκνα σου ἐδαφιοῦσιν. οὐκ ἔγνωσαν οὖν ὁδὸν εἰρήνης, ἀλλ’ οὐδὲ κρίσις ἐν ταῖς ὁδοῖς αὐτῶν εὕρηται, ἀκρισία δὲ πᾶσα καὶ ἀδικία, πᾶσαί τε αἱ τρίβοι αὐτῶν διεστραμμέναι, καὶ οὐκ οἴδασιν εἰρήνην· οὐ γὰρ παρεδέξαντο τὸν τῆς εἰρήνης πρύτανιν, περὶ οὗ εἴρηται· αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν. διὸ τοῖς αὐτοῦ μαθηταῖς ταύτην προεξένει λέγων· εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν. Ἀλλὰ γὰρ τούτων ἕνεκεν ἁπάντων ἀπέστη φησὶν ἡ κρίσις ἀπ’ αὐτῶν, καὶ οὐ μὴ καταλάβῃ αὐτοὺς δικαιοσύνη· κρίσιν δὲ λέγει ἐνταῦθα, περὶ ἧς ἀνωτέρω εἴρηται· ἰδοὺ ὁ παῖς μου ὃν ᾑρέτισα, ὁ ἀγαπητός μου ὃν ἠγάπησεν ἡ ψυχή μου· κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει. αὕτη τοίνυν ἡ τοῖς ἔθνεσι δοθεῖσα κρίσις ἀπέστη ἐξ αὐτῶν καὶ ἡ δικαιοσύνη δὲ ἡ πᾶσι τοῖς ἔθνεσιν διὰ τῆς σωτηρίου χάριτος δεδωρημένη καὶ αὕτη καταλιποῦσα αὐτοὺς ἀνεχώρησεν. εἶτ’ ἐπεὶ προσεδόκων τὸν Χριστὸν τοῦ θεοῦ κηρυττόμενον αὐτοῖς διὰ τῶν προφητικῶν λόγων, ἐλθόντα δὲ αὐτὸν οὐ παρεδέξαντο, ἀκολούθως εἴρηται· ὑπομεινάντων αὐτῶν φῶς ἐγένετο αὐτοῖς σκότος, μείναντες αὐγὴν ἐν ἀωρίᾳ περιεπάτησαν. Καὶ ἐπειδὴ ψηλαφῶντες τὰς θείας γραφὰς οὐ συνίεσαν τὸν ἐν βάθει τῶν λέξεων ἐναποκεκρυμμένον νοῦν, περὶ δὲ μόνην τὴν λέξιν ἀσχολούμενοι ὥσπερ τινὰ τοῖχον ἐοίκασι ψηλαφᾶν. τούτου χάριν ἑξῆς ἐπιλέγει· ψηλαφήσουσιν ὡς τυφλοὶ τοῖχον καὶ ὡς οὐχ ὑπαρχόντων ὀφθαλμῶν ψηλαφήσουσι, καὶ τούτοις συνάπτει λέγων· πεσοῦνται ἐν μεσημβρίᾳ ὡς ἐν μεσονυκτίῳ καὶ ὡς ἀποθνῄσκοντες· κατὰ γὰρ τὸν καιρὸν τοῦ τῶν ἐθνῶν μεσημβρινοῦ φωτὸς ταῖς σωτηρίοις καὶ εὐαγγελικαῖς αὐγαῖς τῆς ἐκκλησίας τοῦ θεοῦ καταλαμπομένης μόνοι αὐτοὶ ὡς ἂν τὰ πρὸς θάνατον ἡμαρτηκότες πεπτώκασι καὶ ὥσπερ ἐν μεσονυκτίῳ διάγουσι. Καὶ στενάξουσι δέ φησιν ὡς ἄρκος καὶ ὡς περιστερὰ ἅμα πορεύσονται· οἱ γὰρ στεναγμοὶ αὐτῶν, εἰ μὲν κατὰ λόγον ἐγίνοντο ὑπὲρ ὧν τετολμήκασι κατὰ τοῦ σωτῆρος, ἐπωφελεῖς ἐγένοντο ἄν. χρὴ γὰρ αὐτοὺς καὶ πενθεῖν καὶ στενάζειν καὶ ἀποδύρεσθαι καὶ δακρύειν, ὧν ἐξέχεον αἱμάτων ἕνεκα. ἐπεὶ δὲ τοῦτο μὲν οὐ προσποιοῦνται, τὴν δὲ πόλιν τὴν αἰσθητήν, λέγω δὲ τὴν Ἰερουσαλήμ, ἀποκλαίονται καὶ τὴν πτῶσιν αὐτῆς στενάζουσιν ἀλόγως, εἰκότως θηρίῳ ἀγρίῳ παρεβλήθησαν. διὸ λέλεκται· καὶ στενάξουσιν ὡς ἄρκος, καὶ ἐν ἄλλοις δὲ εἴρηται· ὡς ἄρκος ἀτεκνουμένη. ἄρκος μὲν οὖν διὰ τὸ ἀνθρωποβόρον τοῦ θηρὸς ὠνομάσθησαν, ἐπεὶ καὶ αὐτοὶ ἀνθρώπους ἔφαγον μιαιφονοῦντες καὶ τοὺς προφήτας ἀναιροῦντες, ἠτεκνωμένῃ δὲ ἄρκῳ παρωμοιώθησαν διὰ τὴν ἀπώλειαν τῶν τέκνων. ἀντὶ δὲ τοῦ· καὶ ὡς περιστερὰ ἅμα πορεύσονται, ὁ Σύμμαχος καὶ ὁ Θεοδοτίων ὡς περιστερὰ μελέτῃ μελετήσομεν εἰρήκασιν, ὁ δὲ Ἀκύλας· καὶ ὡς περιστεραὶ φθογγῇ φθεγξόμεθα. μετὰ γὰρ τὰ τοσαῦτα εἰσέτι καὶ νῦν τὰς θείας πειρῶνται καταμελετᾶν γραφὰς καὶ τοῦτ’ αὐτοῖς μόνον λείπεται τὸ ἐκμανθάνειν καὶ διὰ στόματος μελετᾶν αὐτὰς περιᾴδοντας τῇ φωνῇ ὡς μηδὲν διαφέρειν ἀλογίστου περιστερᾶς δοκούσης μέν τι πράττειν, δι’ ἧς ἀφίησι φθογγῆς οὐ μὴν ἔναρθρόν τινα λόγον ἀποδιδούσης. ὅθεν καλῶς κυριολεκτῶν τὴν Ἑβραϊκὴν λέξιν ὁ Ἀκύλας καὶ ὡς περιστεραί φησι φθογγῇ φθεγξόμεθα, καὶ τὰ συνημμένα δὲ πάντα ὡς ἐκ προσώπου τοῦ κατηγορουμένου λαοῦ ἐξέθεντο οἱ λοιποί· διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· διὰ τοῦτο μακρὰν ἐγένετο κρίσις ἀφ’ ἡμῶν, καὶ οὐ καταλήψεται ἡμᾶς. δικαιοσύνην γὰρ προσδοκήσομεν εἰς φῶς, καὶ ἰδοὺ σκότος, εἰς φέγγος, ἐν ζόφῳ περιπατήσομεν. ψηλαφήσομεν ὡς τυφλοὶ τοῖχον καὶ ὡς οὐκ ὄντων ὀφθαλμῶν ψηλαφήσομεν. καὶ παρὰ τοῖς Ἑβδομήκοντα δὲ τὰ ἑξῆς ἐπιφερόμενα ἐκ προσώπου τοῦ λαοῦ λέλεκται, φησὶ γοῦν· ἀνεμείναμεν κρίσιν, καὶ οὐκ ἔστι· σωτηρία μακρὰν ἀφέστηκεν ἀφ’ ἡμῶν· πολλὴ γὰρ ἡ ἀνομία ἡμῶν ἐναντίον σου. λέγει δὲ ταῦτα ὁ προφήτης ἐκ προσώπου τοῦ λαοῦ διδάσκων αὐτοὺς ἑαυτῶν ἐξομολογεῖσθαι τῷ θεῷ τὰς ἁμαρτίας καὶ κατηγορεῖν αὐτοὺς ἑαυτῶν, ἵνα κἂν οὕτως πληγέντες τὴν ψυχὴν ἀνανεύσωσι καὶ ἐπιστρέψωσι μετανοεῖν διδαχθέντες. πῶς δὲ ἀνέμειναν κρίσιν, καὶ οὐκ ἔστιν, ἀλλ’ ἐπεὶ μὴ εὗρον τὴν κρίσιν τὴν τοῖς ἔθνεσι κατηγγελμένην, ὡς προείρηται· μακρὰν γὰρ ἐξ αὐτῶν ἀπέστη καὶ διὰ τί διδάσκουσιν αὐτοὶ λέγοντες· πολλὴ γὰρ ἡ ἀνομία ἡμῶν ἐναντίον σου, καὶ αἱ ἁμαρτίαι ἡμῶν ἀντέστησαν ἡμῖν· αἱ γὰρ ἀνομίαι ἡμῶν ἐν ἡμῖν, καὶ τὰ ἀδικήματα ἡμῶν ἔγνωμεν. Τίνα δὲ πάντα ταῦτα, ἃ κατηγόρησαν ἑαυτῶν πάλιν διδάξουσι λέγοντες· ἠσεβήσαμεν καὶ ἐψευσάμεθα, κατὰ δὲ τὸν Σύμμαχον· ἔγνωμέν φησιν ἀδικεῖν καὶ ψεύδεσθαι κατὰ κυρίου, κατὰ δὲ τὸν Ἀκύλαν· καὶ ἀρνήσασθαι ἐν κυρίῳ, σαφῶς τὴν ἄρνησιν αὐτῶν παριστῶντος τοῦ λόγου, ἀλλὰ καὶ ἀπέστημέν φησιν ὄπισθεν τοῦ θεοῦ ἡμῶν· ἐλαλήσαμεν συκοφαντίαν. ὁρᾷς ὡς οὐδαμοῦ εἰδωλολατρίαν αὐτῶν κατηγορεῖ, ἀλλὰ καὶ συκοφαντίας καὶ λόγους ψευδεῖς καὶ τὰ τούτοις παραπλήσια. καὶ ἠπειθήσαμεν δέ φησι, καὶ ἐκύομεν καὶ ἐμελετήσαμεν ἀπὸ καρδίας ἡμῶν λόγους ἀδίκους, κατὰ δὲ τὸν Ἀκύλαν· λαλεῖν φησι συκοφαντίαν καὶ ἀπόστασιν, συνέλαβον καὶ ἐφθέγξαντο ἀπὸ καρδίας ῥήματα ψεύδους, κατὰ δὲ τὸν Σύμμαχον· λαλεῖν συκοφαντίαν καὶ ἔκκλισιν, κύειν καὶ μελετᾶν ἀπὸ καρδίας λόγους ψευδεῖς. Εἶθ’ ἑξῆς εἴρηται· καὶ ἀπεστήσαμεν ὀπίσω τὴν κρίσιν· οὐ γὰρ αὕτη ἡμᾶς φησι κατέλειψεν, ἀλλ’ ἡμεῖς αὐτὴν ἀπεστήσαμεν, καὶ ἡ δικαιοσύνη μακρὰν ἀφέστηκεν, ὅτι κατηναλώθη ἐν ταῖς ὁδοῖς αὐτῶν ἡ ἀλήθεια, καὶ δι’ εὐθείας οὐκ ἠδύναντο διελθεῖν, κατὰ δὲ τὸν Σύμμαχον· ὅτι ἠσθένησεν ἐν πλατείᾳ ἡ ἀλήθεια, καὶ εὐθύτης οὐκ ἠδύνατο ἐλθεῖν, καὶ ἐγένετο ἡ ἀλήθεια ἐπιλείπουσα. τήρει δ’ ὅπως πολλάκις ἐν τούτοις ἀληθείας ἄρνησιν αὐτῶν κατηγορεῖ καὶ τοὺς ἐφευρημένους αὐτοῖς ψευδεῖς λογισμοὺς ἀπελέγχει. οἷς ἑξῆς ἐπάγει· καὶ εἶδε κύριος, καὶ οὐκ ἤρεσεν αὐτῷ, ὅτι οὐκ ἦν κρίσις, καὶ εἶδε καὶ οὐκ ἦν ἀνήρ. καὶ ἀνωτέρω δὲ ἐλέγετο· διότι ἦλθον καὶ οὐκ ἦν ἄνθρωπος, ἐκάλεσα καὶ οὐκ ἦν ὁ ὑπακούων; ἀλλὰ καὶ ἐνταῦθα καὶ εἶδέ φησι καὶ οὐκ ἦν ἀνήρ, καὶ κατενόησε καὶ οὐκ ἦν ὁ ἀντιληψόμενος, καὶ ἠμύνατο αὐτοὺς τῷ βραχίονι αὐτοῦ καὶ τῇ ἐλεημοσύνῃ ἐστηρίσατο, ἢ καὶ τῇ δικαιοσύνῃ κατὰ τοὺς λοιποὺς ἐπεστηρίσατο. καὶ περιέθετο περικεφαλαίαν σωτηρίου ἐπὶ τῆς κεφαλῆς καὶ ἐνεδύσατο δικαιοσύνην ὡς θώρακα καὶ περιεβάλετο ἱμάτιον ἐκδικήσεως καὶ τὸ περιβόλαιον ὡς ἀνταποδώσων ἀνταπόδοσιν ὄνειδος τοῖς ὑπεναντίοις. καὶ τοῦτο τὸ τέλος τῆς παρούσης κατὰ τοῦ Ἰουδαίων λαοῦ κατηγορίας, ὃ δὴ σημαίνει ἄντικρυς πόλεμον θεοῦ κατ’ αὐτῶν ἐπανιστάμενον, ὃς καὶ μετῆλθεν αὐτούς, ὃν ἐπὶ τῆς ἐσχάτης πολιορκίας πεπόνθασι κατὰ τοὺς Ῥωμαϊκοὺς χρόνους.