Ancient Greek · ~19 min
Book 2
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 2.49.1
Not analysed yet
Τὰς κατὰ τοῦ σωτῆρος δυσσεβείας τοῦ Ἰουδαίων λαοῦ διεξελθὼν ὁ προφητικὸς λόγος μετὰ πάσας τε τὰς κατ’ αὐτῶν κατηγορίας αὐτὸν τὸν θεὸν πολέμιον αὐτῶν ἔσεσθαι προαναφωνήσας διὰ τῶν προκειμένων μεταβαίνει πάλιν ἐπὶ τὴν κλῆσιν τῶν ἐθνῶν, ᾗ συνάπτει Χριστοῦ παρουσίαν· καὶ γὰρ ἦν ἀκόλουθον τῇ περὶ τοῦ Χριστοῦ προφητείᾳ τὴν δι’ αὐτοῦ προξενηθεῖσαν τοῖς ἔθνεσι χάριν συμπεριλαμβάνεσθαι. λέγει δ’ οὖν ἀρχόμενος· καὶ φοβηθήσονται οἱ ἀπὸ δυσμῶν τὸ ὄνομα κυρίου· ἀρχὴ δὲ σοφίας φόβος κυρίου. ταύτης οὖν τῆς σοφίας μεταλήψεσθαι οὐ τὸν Ἰσραὴλ θεσπίζει, ἀλλὰ τοὺς ἀπὸ δυσμῶν, δηλαδὴ τοὺς τὰ δυτικὰ μέρη λαχόντας οἰκεῖν, καὶ οἱ ἀπὸ ἀνατολῶν δὲ ἡλίου. ὁμοίως καὶ αὐτοὶ φοβηθήσονται τὸ ὄνομα τὸ ἔνδοξον. καὶ ἀνωτέρω δὲ ἐλέγετο· ἰδοὺ οὗτοι πόρρωθεν ἥξουσιν, οὗτοι ἀπὸ δυσμῶν καὶ οὗτοι ἀπὸ βορρᾶ, ἄλλοι δὲ ἀπὸ γῆς Περσῶν. εὐφραίνεσθε, οὐρανοί. περὶ δὲ τῶν φοβουμένων τὸν κύριον πολλὰ εἴρηται, ἐπεὶ καί· μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν κύριον, καί· οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν, καί· φόβος κυρίου παιδεία καὶ σοφία, καί· φόβος κυρίου προστίθησιν ἡμέρας. ταῦτ’ οὖν ἅπαντα τοῖς ἔθνεσιν ὁ προφήτης εὐαγγελίζεται λέγων· καὶ φοβηθήσονται οἱ ἀπὸ δυσμῶν τὸ ὄνομα κυρίου καὶ οἱ ἀπ’ ἀνατολῶν ἡλίου τὸ ὄνομα τὸ ἔνδοξον. τῆς δὲ τοσαύτης τῶν ἐθνῶν σωτηρίας τὸ αἴτιον παρίστησιν ἑξῆς λέγων· ἥξει γὰρ ὡς ποταμὸς βίαιος ἡ ὀργὴ κυρίου, ἥξει μετὰ θυμοῦ. οὔτε δὲ ἡ Ἑβραϊκὴ ἀνάγνωσις ὀργῆς ἐμνημόνευσεν ἐνταῦθα οὔτε θυμοῦ οὔτε οἱ λοιποὶ ἑρμηνευταί· οὔτε γὰρ λόγον εἶχεν ἐν ἀγαθῶν ἐπαγγελίαις θυμὸν καὶ ὀργὴν θεοῦ παραλαμβάνεσθαι. διὸ κατὰ μὲν τὸν Ἀκύλαν εἴρηται· ὅτι ἐλεύσεται ὡς ποταμὸς πνεῦμα κυρίου σύσσημον ἑαυτῷ, κατὰ δὲ τὸν Σύμμαχον· ἥξει ὡς ποταμὸς θλίβων τὸ πνεῦμα κυρίου, ἐπείγει καὶ ἥξει, κατὰ δὲ τὸν Θεοδοτίωνα· ἥξει γὰρ ὡς ποταμὸς πολιορκητὴς πνεῦμα κυρίου, ἐσημειώθη ἐν αὐτῷ. οὐδαμοῦ δὲ ἐν τούτοις ὀργὴ κυρίου εἴρηται, οὐδὲ θυμός· οὐκοῦν τὸ πνεῦμα κυρίου ἥξει ὡς ποταμὸς βίαιος, ἵνα φοβηθῶσιν αὐτὸν οἱ ἀπὸ δυσμῶν καὶ οἱ ἀπὸ ἀνατολῶν ἡλίου· διὰ γὰρ ταῦτα ἥξειν εἴρηται τὸ πνεῦμα κυρίου. νοήσομεν δὲ πῶς εἴρηται ὡς ποταμὸς βίαιος ἥξειν τὸ ἀποτέλεσμα τοῦ λόγου θεασάμενοι, ὅπερ ἐπληροῦτο ἐν ταῖς Πράξεσι τῶν Ἀποστόλων, ὅτε συνηγμένων ἐπὶ τὸ αὐτό, ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος ὥσπερ φερομένης πνοῆς βιαίας καὶ ἐπλήρωσε τὸν οἶκον ὅλον οὗ ἦσαν καθήμενοι, καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός, καὶ ἐκάθισαν ἐφ’ ἕνα ἕκαστον αὐτῶν, καὶ ἐπληρώθησαν ἅπαντες πνεύματος ἁγίου. οὕτως οὖν εἴρηται ἥξειν ὡς ποταμὸν βίαιον τὸ πνεῦμα κυρίου, ἀλλὰ καὶ σημεῖόν φησιν ἑαυτῷ. τοῦτο δὲ ἦν τὸ σημεῖον τῆς ἀναλήψεως τοῦ σωτῆρος ἡμῶν, ὥσπερ οὖν ἐδίδασκεν αὐτὸς λέγων· ἐὰν μὴ ἀπέλθω, ὁ παράκλητος οὐκ ἔρχεται, καὶ πάλιν· ὅταν ἀπέλθω, ἀποστείλω ὑμῖν τὸ πνεῦμα τῆς ἀληθείας. Εἶθ’ ἑξῆς εἴρηται· καὶ ἥξει ἕνεκεν Σιὼν ὁ ῥυόμενος, κατὰ δὲ τὸν Σύμμαχον· καὶ ἥξει τῇ Σιὼν ἀγχιστεύων, κατὰ δὲ τὸν Ἀκύλαν· καὶ ἐλεύσεται τῇ Σιὼν ἀγχιστεύων. τοῦτο δὲ καὶ αὐτὸς ὁ σωτὴρ ἐδήλου λέγων· οὐκ ἦλθον εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. πάλιν δὲ καὶ ἐνταῦθα τὸ θεοσεβὲς πολίτευμα σημαίνεται διὰ τῆς Σιών, ἥτις διαφόρως ἀπεδείκνυτο οὖσα ἡ ἐκκλησία τοῦ θεοῦ. ταύτης οὖν ἕνεκεν τῆς τοῦ θεοῦ πόλεως ἥξειν λέγεται ὁ ῥυόμενος ἢ ὁ ἀγχιστεύων. καὶ τί ποιήσει; συγχωρήσει τὰς ἀδικίας τοῖς προσιοῦσιν αὐτῷ. διὸ λέλεκται· ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ, δηλονότι τοῖς ἀπὸ τοῦ Ἰακὼβ ἐπιστρέφουσιν. εἰ δὲ μὴ ἐπιστρέφοιεν ἑαυτοῖς μέμφονται, ὅτι μὴ τῆς χάριτος ὁμοίως τοῖς ἔθνεσι μετέσχον καίπερ πρῶτοι κεκλημένοι. Καὶ αὕτη αὐτοῖς φησιν ἔσται ἡ παρ’ ἐμοῦ διαθήκη· ποία δὲ αὕτη ἐπιλέγει ἑξῆς· τὸ πνεῦμα τὸ ἐμόν, ὅ ἐστιν ἐπὶ σοί· τοῦτο γοῦν τὸ πνεῦμα ἡ διαθήκη ἐτύγχανε, διόπερ ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ τοῖς αὐτοῦ μαθηταῖς ἐδίδου τὸ πνεῦμα λέγων· λάβετε πνεῦμα ἅγιον. ἐάν τινος ἀφῆτε τὰς ἁμαρτίας, ἀφίεται αὐτῷ. αὕτη τοίνυν ἡ καινὴ διαθήκη καὶ τὸ κεφάλαιον τοῦ μυστηρίου τὸ πνεῦμα τὸ ἅγιον εἴη ἄν. διὸ λέλεκται· καὶ αὕτη αὐτοῖς ἡ παρ’ ἐμοῦ διαθήκη, εἶπε κύριος· τὸ πνεῦμα τὸ ἐμόν, ὅ ἐστιν ἐν σοί. προσφωνεῖ δὲ ταῦτα τῷ ἀγχιστεῖ καὶ τῷ ῥυομένῳ καὶ ἀφιέντι τὰς ἁμαρτίας· τούτου δὴ οὖν τοῦ πνεύματος καὶ τοῖς ἑαυτοῦ μετεδίδου μαθηταῖς εἰς τὸ καὶ αὐτοὺς μεταδιδόναι τοῖς ἀξίοις. καὶ τὰ ῥήματά μού φησιν, ἃ ἔδωκα εἰς τὸ στόμα σου, τὰ διὰ τῆς καινῆς διαθήκης παραδοθησόμενα, γένοιτ’ ἂν καὶ αὐτὰ ἐμὴ διαθήκη· τὸ πνεῦμα γὰρ τὸ ἐμὸν καὶ τὰ ῥήματα, ἃ ἔδωκα εἰς τὸ στόμα σου, ταῦτα ἤδη διαθήκη σού εἰσιν, ἥτις οὐ μὴ ἐκλίπῃ ἐκ τοῦ στόματός σου καὶ ἐκ τοῦ σπέρματός σου, εἶπε κύριος, ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα· μένει γὰρ καὶ εἰς τὸν παρόντα αἰῶνα καὶ εἰς τὸν μέλλοντα ταῦτα τὰ ῥήματα, ὡς ἐδίδαξεν αὐτὸς ὁ σωτὴρ εἰπὼν ἐν Εὐαγγελίοις· ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι.