Ancient Greek · ~99 min
Book 2
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 2.50.1
Not analysed yet
Χριστοῦ παρουσίαν εὐαγγελισάμενος ὁ προφήτης πρώτην παρακελεύεται τοῦ φωτὸς μεταλαγχάνειν τὴν Ἰερουσαλήμ, δηλαδὴ τῷ παντὶ Ἰουδαίων ἔθνει τῷ πάλαι προσκειμένῳ τῇ Ἰερουσαλήμ. ἐπεὶ τοίνυν ὁ Χριστὸς τοῦ θεοῦ αὐτὸς ἦν τὸ φῶς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωὴ καὶ τὸ φῶς τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, εἰκότως τῆς τούτου παρουσίας ἀπολαύειν ὁ λόγος τῇ Ἰερουσαλὴμ προσεφώνει λέγων· Φωτίζου φωτίζου, Ἰερουσαλήμ, ἥκει γάρ σου τὸ φῶς· αὐτῆς δὲ εἶναι φάσκει τὸ φῶς διὰ τὸ αὐτῇ τὰς περὶ τοῦ Χριστοῦ ἐπαγγελίας ὑπὸ τῶν προφητῶν κεκηρύχθαι. εἰ μὲν οὖν πεισθεῖσα τῷ παραγγέλματι τοῦ φωτὸς μετειλήφει τὸν Χριστὸν τοῦ θεοῦ παραδεξαμένη, διέμεινεν ἂν ἐν εἰρήνῃ μέχρι τέλους. τὸ γὰρ πάλαι σοί φησι διὰ τῶν προφητῶν κατηγγελμένον φῶς ἰδοὺ νῦν ἐλήλυθε. διὸ μὴ μέλλε, φωτίζου δὲ φωτίζου καὶ τῆς χάριτος μεταλάμβανε· ἔσται γάρ σοι φωτισθείσῃ τάδε καὶ τάδε. καὶ τὰ ἑξῆς δὲ ἐπιφερόμενα πάντα ἅπερ ὡς ἔφην καὶ σωματικῶς εἰς αὐτοὺς τάχα που ἐπληρώθη ἄν, εἰ καταπειθεῖς γενόμενοι τῷ προστάγματι τὸν Χριστὸν τοῦ θεοῦ ἐπιδημήσαντα αὐτοῖς ἔτυχον παραδεδεγμένοι. νυνὶ δὲ ὁμοῦ τῇ ἀρνήσει τοῦ Χριστοῦ καὶ τοῦ φωτὸς ἑαυτοὺς ἐστέρησαν ὡς καὶ πάντων ἀθρόως τῶν διὰ τῆς προφητείας ἐπηγγελμένων. ταῦτα μὲν οὖν ὡς πρὸς τὴν ψιλὴν λέξιν, πρὸς δὲ διάνοιαν, ἐπειδὴ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς τὸ τῆς Ἰερουσαλὴμ οὐ πρόσκειται ὄνομα· ὁ μὲν γὰρ Ἀκύλας τοῦτον ἡρμήνευσε τὸν τρόπον· ἀνάστηθι φωτίζου, ὅτι ἦλθε φῶς σου, ὁ δὲ Σύμμαχος· ἀνάστηθι φωτίζου, ἥκει γάρ σου τὸ φῶς. ἀλλ’ οὐδ’ ἐν τῇ Ἑβραϊκῇ ἀναγνώσει ὠνόμασται Ἰερουσαλήμ, ἀκόλουθόν ἐστι νοεῖν ταῦτα λέγεσθαι πρὸς τούτοις ἐπηγγελμένον ἥξειν λυτρωτὴν ἢ ἀγχιστέα παραδεδεγμένους. οὗτοι δ’ ἦσαν, περὶ ὧν εἴρητο· καὶ φοβηθήσονται οἱ ἀπὸ δυσμῶν τὸ ὄνομα κυρίου καὶ οἱ ἀπὸ ἀνατολῶν τὸ ὄνομα τὸ ἔνδοξον. πολλάκις δὲ ἡμῖν ἀποδέδοται τὸ θεοσεβὲς πολίτευμα ἐν ψυχαῖς ἀνθρώπων θεοσεβῶν νοούμενον πόλις θεοῦ καὶ Ἰερουσαλὴμ ὠνομάσθαι. καὶ ὡς πάλαι τοῦτο παρὰ Ἰουδαίοις συνεστήκει, καθ’ ὃν χρόνον ἤκμαζον ἐν αὐτοῖς προφῆται καὶ δίκαιοι καὶ πολὺς χορὸς θεοσεβῶν καὶ θεοφιλῶν ἀνδρῶν, καὶ ἡμῶν ὡς ἀληθῶς θεοῦ πόλις ἡ κατὰ τὸ βούλημα τοῦ θεοῦ συντελουμένη παρ’ αὐτοῖς θεοσέβεια, ἀλλ’ ἐπειδήπερ οἱ παρ’ αὐτοῖς πάντες τελειωθέντες προσδοκῶντες τὴν διὰ τῶν προφητῶν καταγγελλομένην Χριστοῦ τοῦ παρουσίαν, ἀπηλλάττοντο τοῦ βίου, ἤλπιζον δὲ μέχρι θανάτου καταβήσεσθαι αὐτὸν ὑπὲρ τῆς αὐτῶν σωτηρίας. τούτου χάριν ὡς ἂν ἐν σκότῳ καθημένοις αὐτοῖς εὐαγγελίζεται τοῦ φωτὸς τὴν παρουσίαν φάσκων ὁ λόγος· Φωτίζου, Ἰερουσαλήμ, ἥκει γὰρ τὸ φῶς σου, ὡς κατὰ τὴν πρώτην παρουσίαν τοῦ σωτῆρος ἡμῶν δύνασθαι ταῦτα πληροῦσθαι, οὐ μὴν ἀλλὰ καὶ κατὰ τὴν δευτέραν καὶ ἔνδοξον αὐτοῦ θεοφάνειαν τέλους αὐτὰ τεύξεσθαι. εἰκὸς ἐν ᾗ ἥλιος μὲν οὐκέτ’ ἔσται οὐδὲ σελήνη οὐδὲ ἀστέρες, ἀπαρκεῖ δὲ αὐτὸς ὁ Χριστὸς τοῦ θεοῦ τὸ φῶς τὸ ἀληθινὸν καὶ ὁ τῆς δικαιοσύνης ἥλιος πρὸς φωτισμὸν ψυχῶν τῶν τῆς αὐτοῦ βασιλείας καταξιουμένων. τότε γὰρ κατὰ τὸν ἱερὸν Ἀπόστολον αὐτὸς ὁ κύριος ἐν κελεύσματι καὶ ἐν φωνῇ ἀρχαγγέλου καταβήσεται ἀπ’ οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτοι, ἔπειτα ἡμεῖς οἱ περιλειπόμενοι ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλῃ εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα· καὶ οὕτως πάντοτε σὺν κυρίῳ ἐσόμεθα. ἐπειδὰν οὖν τὴν ἔνδοξον αὐτοῦ ποιῆται παρουσίαν, τηνικαῦτα τοῖς ταύτης ἀξίοις προσφωνῶν ὁ λόγος φησί· Φωτίζου φωτίζου, Ἰερουσαλήμ, ἥκει γάρ σου τὸ φῶς, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· ἀνάστηθι φωτίσθητι, ἦλθε γὰρ τὸ φῶς σου, καὶ ὅρα εἰ μὴ σαφῶς τὴν ἐκ νεκρῶν ἀνάστασιν ἐθέσπισε φήσας· ἀνάστηθι, τὸ δ’ αἴτιον τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν ἡ παρουσία τοῦ φωτὸς ἦν· ταῖς γὰρ ἀκτῖσι ταῖς ζωοδόχοις ἀναζωπυρήσασαι αἱ τῶν πάλαι τετελευτηκότων ἁγίων ψυχαὶ τῶν ἐπηγγελμένων τεύξονται. διὸ κατὰ τὸν Ἀπόστολον αὐτὸς ὁ κύριος ἐν κελεύσματι καὶ ἐν φωνῇ ἀρχαγγέλου καταβήσεται, ἔπειτα οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται· εἶτα ἀναστάντες ὄψονται τὴν δόξαν αὐτοῦ. διὸ ἐπιλέγει· καὶ ἡ δόξα κυρίου ἐπὶ σὲ ἀνατέταλκεν· οὐ γὰρ ἐπὶ πάντας ἀνατελεῖ, ἀλλ’ ἐπὶ μόνους τοὺς ἀξίους· τοὺς γὰρ μὴ τοιούτους διαλήψεται τὸ ἐξώτερον σκότος καὶ τὸ πῦρ τὸ αἰώνιον καὶ ὅσα ἄλλα τοῖς ἀσεβέσιν ἠπείληται. ἀλλ’ ἐπὶ σέ φησι τὴν τοῦ θεοῦ πόλιν καὶ τὴν νέαν Ἰερουσαλὴμ ἡ δόξα κυρίου ἀνατέταλκεν, ἧς μεταλαβοῦσα φωτίζου· τοῖς γὰρ μὴ τὸν κύριον ἐπεγνωκόσι μηδὲ τὴν ἄφιξιν αὐτοῦ πρὸ ὀφθαλμῶν θεμένοις σκότος ἀποκεῖσθαι, ὃ δὴ σημαίνει φάσκων· ἰδοὺ σκότος καλύψει τὴν γῆν καὶ γνόφος ἐπ’ ἔθνη· ἐπὶ σὲ δὲ φανήσεται κύριος, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· ἐπὶ σὲ δὲ ἀνατελεῖ κύριος, ἡ δόξα αὐτοῦ ἐπὶ σὲ ὀφθήσεται. δεῖ δὲ πρότερον φωτὸς καὶ ἀνατολῆς τοῖς μέλλουσιν αὐτοῦ ὄψεσθαι τὴν δόξαν, ὅπως ἐν ἡμέρᾳ θεϊκοῦ φωτὸς γενόμενοι θεωροὶ τῆς δόξης τοῦ μονογενοῦς τοῦ θεοῦ καταστῶσι. Τότε δέ φησι· πορεύσονται ἔθνη τῷ φωτί σου καὶ βασιλεῖς τῇ λαμπρότητί σου. καί μοι νοεῖ ἐν τούτοις δύο τάγματα σῳζομένων, πρῶτον μὲν τὸ σύστημα τῶν ἐν θεοσεβείᾳ κατωρθωκότων παρὰ τῷ Ἰουδαίων ἔθνει, ἐπεὶ καὶ προφῆται καὶ πατριάρχαι καὶ ἱερεῖς καὶ θεοφιλεῖς καὶ ἀρχιερεῖς, ἄνδρες τε καὶ γυναῖκες μύριοι παρὰ τοῖς παλαιοῖς αὐτῶν γεγόνασι τὸ πολίτευμα τῆς θεοσεβείας ἀποσώσαντες ὥστ’ εἶναι αὐτοὺς οὐ μικρὸν μέρος τῆς τοῦ θεοῦ πόλεως, οἳ καὶ πάντες οὗτοι διὰ πίστεως τελειωθέντες οὐκ ἐκομίσαντο τὰς ἐπαγγελίας κατὰ τὸν ἱερὸν Ἀπόστολον, τοῦ θεοῦ περὶ ἡμῶν κρεῖττόν τι προβλεψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι. διὸ καὶ ἐν τοῖς τοῦ θανάτου συνείχοντο χώροις τὴν αὐτόθι τοῦ Χριστοῦ παρουσίαν ἐκδεχόμενοι. ὃ δὴ διδάσκει καὶ ὁ βαπτιστὴς Ἰωάννης πυνθανόμενος τοῦ Χριστοῦ καὶ λέγων· σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶμεν; ἐπεὶ τοίνυν προσεδόκων αὐτὸν πάντες οἱ προκεκοιμημένοι ἅγιοι, εἰκότως τὰς τούτων ψυχὰς εὐαγγελιζόμενος ὁ παρὼν λόγος τὴν μεχρὶς αὐτῶν κάθοδον τοῦ σωτῆρος ἐδήλου λέγων· ἀνάστηθι φωτίσθητι, ἦλθε γὰρ τὸ φῶς σου. τὸ μὲν οὖν πρῶτον τάγμα τῶν ἐκ τοῦ προτέρου λαοῦ σῳζομένων τοῦτ’ ἦν, τὸ δ’ ἕτερον τάγμα τὸ τῆς ἐξ ἐθνῶν ἐκκλησίας δεύτερον διὰ τῆς Χριστοῦ χάριτος κεκλημένον, περὶ οὗ ἑξῆς ἐπιφέρει καὶ πορεύσονται ἔθνη τῷ φωτί σου· ᾧ γὰρ πάλαι κέχρησο φωτί, ᾧ καὶ προφῆται καὶ πατριάρχαι καὶ πάντες οἱ παρὰ Ἰουδαίοις θεοσεβῶς πολιτευσάμενοι τοὺς τῆς ψυχῆς ὀφθαλμοὺς ἐφωτίσθησαν, τούτῳ καὶ τὰ ἔθνη τὰ ἀλλόφυλα καὶ τὰ ἀλλογενῆ φωτισθήσεται. ἀλλὰ καὶ τῇ λαμπρότητι, ᾗ κέχρησο σύ, ἡ προτέρα πόλις ἐσμηγμένη λόγοις θείοις ἀποσμηχομένη καὶ λαμπρυνομένη πάντα τε ῥύπον καὶ πᾶσαν κηλῖδα καθαιρομένη, ταύτῃ τῇ λαμπρότητι καὶ οἱ τῶν ἀλλοφύλων βασιλεῖς χρήσονται καθαιρόμενοι τῇ τῶν θείων μυστηρίων δυνάμει καὶ ἀποσμηχόμενοι. Θαυμάσαι δέ ἐστι καὶ ὑπερεκπλαγῆναι τοῦ θεσπίσματος τὸ ἀποτέλεσμα, ὅπως καθ’ ἡμᾶς ἐπληροῦτο τῶν ἀνωτάτω βασιλέων τῆς διὰ λουτροῦ χάριτος καταξιουμένων, εἶτα ἐπειδὴ ἐθνῶν ἐμνημόνευσε καὶ βασιλέων, ἐθνῶν σφόδρα ἀκολούθως τὴν προτέραν τοῦ θεοῦ πόλιν, διδάσκει πάντας τοὺς ἐξ ἐθνῶν προσιόντας τῷ θεοσεβεῖ πολιτεύματι οἰκεῖα τέκνα ἡγεῖσθαι. διό φησι πρὸς αὐτήν· ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου καὶ ἴδε συνηγμένα τὰ τέκνα σου· ἥκασι πάντες οἱ υἱοί σου μακρόθεν, καὶ αἱ θυγατέρες σου ἐπ’ ὤμων ἀρθήσονται. διὸ πάντες οἱ ἐξ ἐθνῶν εἰς τὸν θεὸν διὰ Χριστοῦ πεπιστευκότες ἐπαγγελίαν εἰλήφασιν ἀναπαύσασθαι εἰς κόλπους Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, τοῦτο τοῦ σωτῆρος αὐτοῦ διδάξαντος. καὶ ἐν ἑτέροις δὲ πλείοσιν ἡ ἐξ ἐθνῶν ἐκκλησία θυγάτηρ ἀνηγόρευται Σιὼν καὶ θυγάτηρ Ἰερουσαλήμ. μήτηρ τοίνυν τῆς νέας Ἰερουσαλὴμ τῆς ἐξ ἐθνῶν συστάσης ἐτύγχανεν ἡ πάλαι παρὰ τῷ προτέρῳ λαῷ κατορθώσασα, κἀκείνης τέκνα πάντες ἡμεῖς. διὸ λέλεκται· ἥκασι πάντες οἱ υἱοί σου μακρόθεν· ἦμεν γὰρ πόρρω που μακρὰν τῆς πολιτείας τοῦ Ἰσραὴλ καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κόσμῳ, ἀλλ’ ὑμεῖς φησί μακρὰν ὄντες, ἐγγὺς ἐγενήθητε. διὸ λέλεκται· ἥκασι πάντες οἱ υἱοί σου μακρόθεν, καὶ αἱ θυγατέρες σου ἐπ’ ὤμων ἀρθήσονται· ἅτε γὰρ ἁπαλαὶ οὖσαι ψυχαὶ καὶ ἔτι νήπιαι ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν καὶ ἄδολον γάλα ἐπιποθοῦσαι, διά τε τῆς ἐν Χριστῷ ἀναγεννήσεως γενομένης τέκνα τοῦ Ἀβραὰμ ὑποβαστάζονται ἐπ’ ὤμων αἰρόμεναι καὶ ὑποκουφιζόμεναι ὑπὸ τῶν χειραγωγούντων αὐτὰς διδασκάλων, οἷος ἦν ὁ Παῦλος λέγων· ὡς ἂν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα, οὕτως ὁμειρόμενοι ὑμῶν εὐδοκοῦμεν μεταδοῦναι ὑμῖν οὐ μόνον τὸ εὐαγγέλιον τοῦ Χριστοῦ ἀλλὰ καὶ τὰς ἑαυτῶν ψυχάς. Ταῦτα δὲ ὁρῶσα ἡ παλαιὰ μήτηρ χαρᾶς πίμπλαται· τότε ὄψει καὶ χαρήσῃ καὶ φοβηθήσῃ καὶ ἐκστήσῃ τῇ καρδίᾳ· τὸ δέ· καὶ φοβηθήσῃ, οὐκ ἐμφέρεται παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς. εἰ γὰρ ἐπὶ ἑνὶ ἁμαρτωλῷ χαρὰ γίνεται μετανοοῦντι ἐν τοῖς οὐρανοῖς, ἐπὶ τοσούτοις ἔθνεσιν ἐπιστρέφουσι, πῶς οὐ χαρήσονται αἱ προεξελθοῦσαι τῶν ἁγίων ψυχαὶ αἱ τῆς αὐτῆς θεοσεβείας προαρξάμεναι καὶ ἐν αὐτῇ τελειωθεῖσαι; ἔτι δὲ αἱ τοιαῦται χαρήσονται ὁρῶσαι μεταβάλλονται τῆς θαλάσσης τὸν πλοῦτον εἰς αὐτὴν καὶ τὸν τῶν ἐθνῶν καὶ τῶν λαῶν τῶν ἀλλοφύλων ἁπάντων. διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· ὅταν μεταστραφῇ ἐπὶ σὲ τὸ πλῆθος τῆς θαλάσσης, ἡ δύναμις τῶν ἐθνῶν. καὶ ἐνταῦθα δὲ τήρει ὅπως τὴν πολλὴν πολυπλήθειαν τῶν σῳζομένων πλήθει θαλάσσης ἀπείκασεν. δύναμις δὲ τῶν ἐθνῶν οἱ κατορθοῦντες εἶεν ἂν μὴ ἐξασθενήσαντες πρὸς τὸν τόνον τοῦ κατὰ θεὸν βίου, ἀλλ’ ἐνισχύοντες ὥστε λέγειν· πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ Ἰησοῦ. προηγουμένως μὲν οὖν χαρήσεται ἐπὶ τῇ τούτων δυνάμει, μετὰ ταῦτα δὲ ὄψεται καὶ τὰ λοιπὰ πλήθη τῶν ἐν θεοσεβείᾳ ἀτελεστέρων καὶ ἀλογωτέρων, ὧν τοὺς τρόπους ἀγέλαις καμήλων ἀπείκασε φήσας· καὶ ἥξουσί σοι ἀγέλαι καμήλων, καὶ καλύψουσί σε κάμηλοι Μαδιὰμ καὶ Γεφάρ· πάντες ἐκ Βασὰν ἥξουσι φέροντες χρυσίον καὶ λίβανον οἴσουσιν· αἰνίττεσθαι δὲ οἶμαι διὰ τούτων τοὺς ἐν τῇ ἐκκλησίᾳ εὐπόρους καὶ πλούτῳ πολλῷ περιρρεομένους. οὕτω γοῦν καὶ ὁ σωτὴρ τὸν πλούσιον καμήλῳ παραβάλλων ἔλεγεν· εὐκοπώτερόν ἐστι κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος διελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. πλὴν ἀλλὰ τὸ θαῦμα τοῦτ’ ἦν, ὅτι τὸ παρ’ ἀνθρώποις ἀδύνατον τοῦτο δυνατὸν γίνεται τῷ θεῷ. διὸ καὶ ἐξίσταται ἡ Ἰερουσαλὴμ διὰ τοῦ χαρᾶς πληροῦσθαι καμήλοις παραβεβλημένας ψυχὰς θεωμένη μεταβαλλούσας καὶ ὡσπερεὶ διὰ τρυμαλιᾶς ῥαφίδος διὰ τῆς στενῆς καὶ τεθλιμμένης ὁδοῦ εἰς τὴν αἰώνιον ζωὴν εἰσιούσας. οὐ δίχα δὲ φόρτου προσῄεσαν αὗται, δῶρα δὲ τῷ θεῷ προσφέρουσαι εἰκότως τὰ λύτρα τῆς αὐτῶν ψυχῆς. κάμηλοι δὲ ἀπὸ Σαβὰ ἥξουσιν ἀπὸ τῶν βαρβαριαίων ἐθνῶν δι’ ἑνὸς τοῦ τῶν Σαβαϊτῶν ἔθνους καὶ τῶν λοιπῶν βαρβάρων ἐθνῶν σημαινομένων, ὅτι δὲ λογικαὶ ἦσαν αἱ τοιαίδε κάμηλοι. πρόσσχες ἐπιμελῶς ὅπως περὶ τῶν αὐτῶν εἴρηται τό· ἥξουσί σοι ἀγέλαι καμήλων, καὶ καλύψουσί σε κάμηλοι Μαδιὰμ καὶ Γεφάρ· πάντες ἐκ Βασὰν ἥξουσι φέροντες χρυσίον καὶ λίβανον οἴσουσι καὶ τὸ σωτήριον κυρίου εὐαγγελιοῦνται· οὐκοῦν κάμηλοι τὸ σωτήριον κυρίου εὐαγγελιοῦνται μετὰ τοῦ δῶρα φέρειν τὰ προλεχθέντα, λίβανον μὲν τὴν τῆς θεολογίας πνευματικὴν εὐωδίαν, χρυσὸν δὲ τὴν σωματικὴν εὐπορίαν. ἡ δὲ Μαδιὰμ καὶ Γεφὰρ γόνιμοι καμήλων εἰσὶ χῶραι βαρβάρων ὡς καὶ ἡ Σαβὰ ὑπὲρ τὴν Ἀραβίαν κείμεναι, παρ’ οἷς πολυπληθεῖ τὸ τῶν καμήλων γένος· διὸ τῇ τούτων κέχρηται ὁ λόγος εἰκόνι. πλὴν ἀλλὰ τὸ μάλιστα παραδοξότατον τοῦτο ἦν τὸ μεταβληθήσεσθαι τὰς κτηνώδεις καὶ ἀλογωτέρας τῶν κατὰ κόσμον πλουσίων ψυχὰς καμήλοις ἀπεικασμένας διὰ τὸ ἀχθοφόρον καὶ πολύτομον καὶ σκολιὸν τοῦ ζῴου καὶ εἰς τοσαύτην ὠφέλειαν ἐλθεῖν ὡς τὸ σωτήριον κυρίου εὐαγγελίζεσθαι αὐτάς. τοῦτο δὲ ἦν τὸ σωτήριον αὐτὸς ὁ Χριστός, ἀλλὰ καὶ τὰ πρόβατα Κηδάρ φησι συναχθήσεσθαι καὶ κριοὺς Ναβεὼθ ἥξειν καὶ ἀνενεχθήσεσθαι ἐπὶ τὸ θυσιαστήριον τοῦ θεοῦ, καί μοι δοκεῖ διὰ τοιούτων ὁ λόγος θέλγειν καὶ ἐκγλυκαίνειν τὰς ἀκοὰς τὰς νηπιώδεις τῶν σωματικῶν Ἰουδαίων εἰς τὸ ἐφελκύσασθαι αὐτὰς καὶ προτρέψαι σπεύδειν ἐπὶ τὴν κατὰ θεὸν πολιτείαν. ἵνα κἂν οὕτως ἐπεὶ μὴ ἄλλως οἷοι τ’ ἦσαν, ἐν ἐπιθυμίᾳ γένοιντο τῶν τοῦ θεοῦ ἐπαγγελιῶν ὡσεὶ καὶ νηπίῳ παιδὶ συμψελλίζων τις ὑποβαίνοι· καὶ τὰ τῇ παιδικῇ ἡλικίᾳ γνώριμά τε καὶ ἥδιστα εἶναι δοκοῦντα ὑπισχνεῖτο εἰς προτροπὴν ὧν ἂν βούλοιτο διδάσκειν τὸν παῖδα· τὸν γὰρ αὐτὸν οἶμαι τρόπον μετὰ τοῦ μυστικὰ καὶ θεῖα νοήματα παραδιδόναι τοῖς τὰς ψυχὰς πεφωτισμένοις συνεσκιασμένως τὸν λόγον ὡς νηπίοις τὰς φρένας τῷ Ἰουδαίων προσομιλῶν λαῷ ταῖς γνωρίμοις καὶ συνήθεσιν αὐτοῖς λέξεσί τε καὶ φωναῖς τὰς ἐπαγγελίας προϊσχόμενον. τάχα δέ που καὶ ταῦτα πάντα σωματικῶς οὕτως ἐπληρώθη ἂν εἰς αὐτούς, εἰ τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἦσαν παραδεδεγμένοι, ὡς εἴρηται ἡμῖν ἤδη πρότερον. παρακελευσάμενος γοῦν αὐτοῖς ὁ λόγος φωτίζεσθαι ἐπήγαγε τὰ ἑξῆς συνημμένα, εἰ φωτισθεῖεν τῷ φωτὶ τῆς σωτηρίου χάριτος. ὅτε δὲ τοῦ φωτὸς πρώτοις ἐπιλάμψαντος οὐ μετέσχον, ἀκόλουθον ἦν μηδὲ τῶν ἑξῆς ἐπιφερομένων ἀπολαῦσαι αὐτούς· διόπερ οἱ μὲν τῶν προσδοκηθέντων αὐτοῖς ἐξέπεσον, ὁ δὲ θεὸς τὰς αὐτοῦ πληρῶν ἐπαγγελίας ἀψευδεῖς αὐτὰς παρίστη κατὰ διάνοιαν συνισταμένας θείαις ὑποσχέσεσι πρεπόντως. ὅτι γὰρ πρόβατα οἶδεν ἡ θεία γραφὴ ψυχὰς λογικὰς τὰς ἐν ἀνθρώποις ἀφελεστέρας παραστῆσαι ἐστὶν ἐκ τῆς εὐαγγελικῆς φωνῆς τῆς λεγούσης· πορεύεσθε πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. διὸ ἐπάγει· καὶ πάντα τὰ πρόβατα Κηδὰρ συναχθήσονταί σοι, καὶ κριοὶ Ναβεὼθ ἥξουσι. πάλιν δὲ καὶ ἡ Κηδὰρ ἑρμηνεύεται μὲν σκοτασμός· λέγεται δὲ ἀμφὶ τὴν ἔρημον εἶναι τῶν καλουμένων βαρβάρων Σαρακηνῶν. καὶ πάλιν Ναβεὼθ ἑτέρα τις εἴη χώρα ἀλλοτρία τῆς γῆς τοῦ Ἰσραήλ. ὥσπερ οὖν καμήλους ξένας τινὰς καὶ ἀλλοτρίας παρέσεσθαι ἔλεγεν ἀπὸ Μαδιὰμ καὶ Γεφὰρ καὶ ἀπὸ Σαβά, οὕτω καὶ τὰ πρόβατα καὶ κριοὺς ἀπὸ Κηδὰρ καὶ Ναβεὼθ τὸ ἀλλογενὲς καὶ ἀλλόφυλον τῶν τοιούτων ἐθνῶν αἰνιττόμενος. διὰ μὲν οὖν τῶν καμήλων οἱ εὔποροι καὶ πλούσιοι τῶν ἐν ἀνθρώποις ἐδηλοῦντο, διὰ δὲ τῶν προβάτων οἱ ἡμερώτατοι καὶ ἁπλούστατοι, διὰ δὲ τῶν κριῶν οἱ ἀρχικώτεροι τῶν ἐξ ἐθνῶν ἐπιστρεφόντων· οὓς ἀνενεχθήσεσθαι δῶρα ἐπὶ τὸ θυσιαστήριον τοῦ θεοῦ φησιν ὁ λόγος. καὶ ἔστι τὸ λόγιον πληρούμενον θεάσασθαι, ἐπειδὰν ἐκ τῆς τῶν ἐθνῶν ἐπιστροφῆς τοιάσδε ψυχὰς ἴδοι τις ἀναθείσας ἑαυτὰς τῷ τῆς θεοσεβείας λόγῳ καὶ τῇ λειτουργίᾳ τοῦ θυσιαστηρίου προσεδρευούσας τοῦ θεοῦ· τότε γὰρ μάλιστα διὰ τῆς τῶν τοιούτων ἐπιστροφῆς τε καὶ σωτηρίας ἡ ἐκκλησία τοῦ θεοῦ δοξάζεται. διὸ λέλεκται ἑξῆς· καὶ ὁ οἶκος τῆς προσευχῆς μου δοξασθήσεται. ταῦτα μὲν οὖν ἐπηγγέλλετο τῇ πάλαι Ἰερουσαλὴμ τῇ μητρὶ τῆς νέας πόλεως, ἣν ἔφασκον μὲν εἶναι τὸ σύστημα τῶν ἐν τῷ παλαιῷ λαῷ κατορθωσάντων προφητῶν καὶ πατριαρχῶν, δικαίων τε καὶ θεοφιλῶν ἀνδρῶν, οἷος ὁ λόγος πρώτοις τὴν τοῦ Χριστοῦ παρουσίαν εὐηγγελίζετο. Τὰ δ’ ἑξῆς ἐκ προσώπου τούτων αὐτῶν ἐπιφέρεται, δι’ ὧν εἴρηται· τίνες οἵδε ὡς νεφέλαι πέτονται καὶ ὡς περιστεραὶ σὺν νεοσσοῖς ἐπ’ ἐμέ; καὶ τοῦτο δὲ νοήσομεν ἐπιστήσαντες τῇ Παύλου φωνῇ διδασκούσῃ, ὡς ἄρα ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ Χριστοῦ ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα· καὶ οὕτως πάντοτε σὺν κυρίῳ ἐσόμεθα, συναφθέντες δηλαδὴ καὶ συγκαταγαγέντες τῷ χορῷ τῶν ἐν τῷ προτέρῳ λαῷ κατωρθωκότων. διὸ ἀποθαυμάζοντες τὴν εἰς ἀνθρώπους χυθεῖσαν τοῦ Χριστοῦ χάριν καὶ τῶν ἐξ ἐθνῶν σῳζομένων τὸ πλῆθος, τήν τε εἰς οὐρανοὺς αὐτῶν ἀνάπτησιν τὴν μετὰ τὴν ἔξοδον τοῦ βίου φασί· τίνες οἵδε ὡς νεφέλαι πέτονται καὶ ὡς περιστεραὶ σὺν νεοσσοῖς ἐπ’ ἐμέ; ἐμὲ νῆσοι ὑπέμειναν· τὰς ἐκκλησίας δὲ νήσους καὶ διὰ τῶν ἔμπροσθεν ὁ λόγος πολλάκις ᾐνίττετο σημαίνων. ἐπεὶ τοίνυν τὰς ἐπηγγελμένας πρὸς τοὺς πατέρας ἐπαγγελίας αἱ ἐκκλησίαι τοῦ θεοῦ τὰς προφητείας διερχόμεναι προσεδόκων, εἰκότως φησίν· ἐμὲ νῆσοι ὑπέμειναν, ἀλλὰ καὶ πλοῖα Θαρσεῖς ἐν πρώτοις, ἀγαγεῖν τὰ τέκνα σου· πλοῖα δὲ Θαρσεῖς αἰνίττεται τὰ σώματα οἷς ἐπενήξαντο κατὰ τὸν θνητὸν βίον αἱ ψυχαί. Θαρσεῖς δὲ πάλιν ἀλλοφύλων ἐτύγχανε χώρα· διὸ περὶ τῶν ἀλλοφύλων ἀπίστων εἴρηταί που· πνεύματι βιαίῳ συντρίψεις πλοῖα Θαρσεῖς . ἀλλ’ ἐκεῖνα μὲν συνετρίβετο, ἐνταῦθα δὲ τὰ τέκνα τῆς παλαιᾶς Ἰερουσαλὴμ τὰ ἐξ ἐθνῶν αὐτῇ προσγενόμενα αὐτοῖς πλοίοις μακρόθεν πρὸς αὐτὴν ἥξει, τοῦτ’ ἔστιν αὐτοῖς σώμασιν ἐπὶ τὸ κρεῖττον μεταβληθεῖσι· δεῖ γὰρ τὸ φθαρτὸν ἐνδύσασθαι τὴν ἀφθαρσίαν καὶ τὸ θνητὸν ἐνδύσασθαι τὴν ἀθανασίαν. ἥξουσι τοίνυν αὐτοῖς τοῖς σώμασιν οἱ προλεχθέντες τὰς κατ’ ἀρετὴν πράξεις ἀργύριον καὶ χρυσίον ὀνομαζομένας ἐπαγόμενοι, πράξεις δὲ οἶδε τὸν χρυσὸν καὶ τὸν ἄργυρον ὁ Ἀπόστολος. διὸ λέλεκται· τὸ ἀργύριον αὐτῶν καὶ τὸ χρυσίον αὐτῶν μετ’ αὐτῶν, καὶ τὸ ὄνομα κυρίου τὸ ἅγιον δοξασθήσεται. Πρὸς τούτοις εἴρηται· καὶ οἰκοδομήσουσιν ἀλλογενεῖς τὰ τείχη σου, ὃ καὶ αὐτὸ δι’ ἔργων ἐπιτελούμενον ὄψει ἐπιστήσας τὸν νοῦν ὡς ἐξ ἀλλογενῶν καὶ ἀλλοφύλων ἐθνῶν τῆς ἐκκλησίας τοῦ θεοῦ προεστῶτες ἄνδρες λογικαῖς διδασκαλίαις περιφράττουσιν, ὥσπερ τισὶ περιβόλοις καὶ τείχεσιν ἀσφαλιζόμενοι τὸν τῆς θεοσεβείας λόγον εἰς τὸ μὴ παρεισδύεσθαι τοὺς ἀλλοτρίους τῆς πίστεως μηδὲ χώραν ἔχειν ἐπιβουλῆς κατὰ τῶν τῆς ἀληθείας δογμάτων. ἀλλὰ καὶ οἱ βασιλεῖς αὐτῶν, δηλαδὴ τῶν ἀλλογενῶν ἐθνῶν, παραστήσονταί σοί φησιν, ὃ καὶ αὐτὸ πάρεστιν ὀφθαλμοῖς παραλαβεῖν. οἱ γοῦν τῶν Ῥωμαϊκῶν ταγμάτων ἄρχοντες καὶ τῶν κρατούντων βασιλέων ὁ φόβος τὰ μεγάλα συμβάλλεται πρὸς ἀνατροπὴν τῶν ἐπιβουλεύειν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ πειρωμένων. διὸ λέλεκται· καὶ οἱ βασιλεῖς αὐτῶν παραστήσονταί σοι. καὶ ἐπιλέγει· διὰ γὰρ ὀργήν μου ἐπάταξά σε καὶ διὰ ἔλεον ἠγάπηκά σε· ὥσπερ γάρ φησί ποτε σὲ τὴν ἐπαγγελλομένην θεοσεβεῖν πόλιν θεοῦ διὰ τὸ πλῆθος τῶν ἐν σοὶ μὴ θεοσεβούντων ἐπάταξα πολεμίοις παραδοὺς καὶ αἰχμαλωσίᾳ ὡς καὶ προφήτας καὶ διδασκάλους ἄνδρας συναπολαῦσαι τῇ κατὰ τῶν ἀσεβῶν ὀργῇ, οὕτως διὰ τοὺς νεωστὶ κατορθοῦντας τῆς ἐμῆς καταξιωθήσῃ ἀγάπης, ἧς καρποὶ ἡ πολλὴ παρρησία καὶ ἡ εἰρήνη. διὸ λέλεκται· καὶ ἀνοιχθήσονται αἱ πύλαι σου διὰ παντός, ἡμέρας καὶ νυκτὸς οὐ κλεισθήσονται· πύλαι δὲ τῆς τοῦ θεοῦ πόλεως τίνες ἂν εἶεν ἢ αἱ στοιχειώδεις καὶ εἰσακτικαὶ διδασκαλίαι, ἃς διὰ νυκτὸς καὶ ἡμέρας φησὶν ἠνεῷχθαι πᾶσιν ἀνθρώποις πρὸς τὸ πάντας εἰσδέχεσθαι τοὺς ἐξ ἁπάντων τῶν ἐθνῶν θεοσεβεῖν προῃρημένους; διὸ εἴρηται· εἰσαγαγεῖν πρὸς σὲ δύναμιν ἐθνῶν, ἀλλὰ καὶ βασιλεῖς τῶν αὐτῶν ἐθνῶν εἰσδεχθήσεσθαι ἐν ταῖς εἰρημέναις πύλαις ἐπαγγέλλεται. δυνάμεις μὲν οὖν τῶν ἐθνῶν εἰσιν οἱ δυνάμενοι λέγειν· πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με, βασιλεῖς δὲ αὐτῶν οἱ ἐξαίρετοι καὶ τῆς ἐπουρανίου βασιλείας ἄξιοι. ἤδη δὲ καὶ σωματικοὺς Ῥωμαίων αὐτοκράτορας καὶ βασιλεῖς ὁρῶντες ὑποτρέχοντας τῆς ἐκκλησίας τοῦ θεοῦ τὰς πύλας καὶ τῶν εἴσω πυλῶν μυστηρίων καταξιουμένους, πῶς οὐκ ἀλήθειαν μαρτυρήσαιεν τῷ θεσπίσματι; τούτους μὲν οὖν εἰσδέξονται καὶ τῆς βασιλείας τῶν οὐρανῶν αἱ πύλαι, τὰ δ’ ἐναπομείναντα τῇ ἀπιστίᾳ ἔθνη καὶ οἱ τούτων ἄρχοντες καὶ βασιλεῖς οἱ τῇ εἰδωλολατρίᾳ ἐναποθανόντες, ὁποῖον τέλος ἕξουσι, παρίστησιν ἑξῆς ὁ λόγος φάσκων· τὰ γὰρ ἔθνη καὶ οἱ βασιλεῖς, οἵτινες οὐ δουλεύσουσί σοι, ἀπολοῦνται· δουλεῦσαι γὰρ δεῖ τὴν σωτήριον καὶ καλλίστην δουλείαν τῇ τοῦ θεοῦ πόλει, λέγω δὴ τῇ ἐκκλησίᾳ καὶ τῷ θεοσεβεῖ πολιτεύματι τῷ ἐν αὐτῇ τοὺς ἀξίους σωτηρίας, ἢ ἀπωλείᾳ παραδοθῆναι τοὺς ἀσεβήσαντας τῇ τοιαύτῃ δουλείᾳ. Σοὶ δὲ τῇ ἐκκλησίᾳ τοῦ θεοῦ καὶ τῷ θεοσεβεῖ πολιτεύματι καὶ τὰ κάλλιστα καὶ ὑψηλότατα τῶν ἐν τῷ Λιβάνῳ φυτῶν κομισθήσεται εἰς τὸ δι’ αὐτῶν δοξασθῆναι τὸν τόπον τὸν ἅγιόν μου. Λίβανος δὲ πάλιν ὄρος ἀλλοφύλων ἐστίν, ἔνθα τὰ ὑψηλότατα καὶ ὑπερμεγέθη εἰς οἰκοδομάς τε χρησιμώτατα δένδρα φύει. τοιοῦτοι δ’ ἂν εἶεν οἱ ἐξ ἐθνῶν ἐλλόγιμοι ἄνδρες καὶ σοφίας τοῦ αἰῶνος τούτου μετεσχηκότες, οὓς ἐν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ διαπρέποντας, κοσμοῦντάς τε αὐτὴν τῇ τοῦ λόγου παρασκευῇ θεασάμενος οὐκ ἂν ἁμάρτοις αὐτοὺς εἶναι τὰ ξύλα τοῦ Λιβάνου, κυπάρισσον καὶ πεύκας καὶ κέδρους κατὰ νόμον ἀλληγορίας εἰπών, δι’ ὧν δοξάζεται ὁ τόπος ὁ ἅγιος τοῦ θεοῦ, ὁ τόπος τῶν ποδῶν αὐτοῦ, δηλαδὴ ἡ ἐκκλησία. Πρὸς τούτοις ἅπασιν ἐπειδὴ πολλοὶ διαφθονούμενοι τῷ λαῷ τοῦ θεοῦ διαπρίονται τὰς ψυχὰς μηδὲν δεδυνημένοι, ταπεινοῦνται καὶ καθυποκρίνονται προσποιούμενοι τιμᾶν καὶ τὸν σωτήριον λόγον μετ’ εἰρωνείας ἀποδέχεσθαι, οὐδὲ τὴν τούτων μνήμην παρῆλθεν ὁ προφήτης. διό φησι· καὶ πορεύσονται πρὸς σὲ δεδοικότες υἱοὶ ταπεινωσάντων σε καὶ παροξυνάντων σε· καὶ ἄλλως δὲ τῶν πάλαι βλασφημησάντων τὴν ἐκκλησίαν καὶ παροξυνάντων αὐτὴν καὶ διωξάντων πολλοὺς ἴσμεν μεταβαλόντας καὶ ἐπὶ τὸ προσκυνεῖν τὸν ἐν αὐτῇ θεὸν ἐληλυθότας. καὶ τότε δέ φησι· κληθήσῃ Πόλις κυρίου Σιών· τότε γὰρ ὡς ἀληθῶς, ἐπειδὰν τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε πᾶς Ἰσραὴλ σωθήσεται. ἑνωθεὶς γὰρ ὁ τῶν παλαιῶν ἁγίων τοῦ θεοῦ χορὸς τῷ ἐθνῶν διὰ Χριστοῦ συναφθέντι λαῷ καὶ ἓν σῶμα γενόμενος μίαν συνημμένην πόλιν ἐργάσεται. διὸ κληθήσεται τὸ ἐξ ἁπάντων ἑνωθὲν σῶμα πόλις κυρίου Σιὼν ἁγίου Ἰσραήλ. Εἶτα ἐπιλέγει· διὰ τὸ γεγενῆσθαί σε ἐγκαταλελειμμένην καὶ μεμισημένην, καὶ οὐκ ἦν ὁ βοηθῶν, ἐπειδὴ γὰρ πάσχοντος μέλους συμπάσχει πάντα τὰ μέλη τῶν ἐν τῷ προτέρῳ λαῷ παραβεβηκότων καὶ τῶν κατὰ φύσιν κλάδων τῆς καλλιελαίου ἐκκοπέντων γεγόνασιν ἐγκαταλελειμμένοι καὶ μεμισημένοι, καὶ οὐκ ἦν αὐτοῖς ὁ βοηθῶν. νυνὶ δὲ ἀντὶ τῶν ἀποκοπέντων κλάδων ἀντεισαχθέντων οἱ ἐκ τῆς ἀγριελαίου ἀντανεπλήρωσαν τὸ ὑστεροῦν μέρος τῆς τῶν ἀποβληθέντων χώρας καὶ οὕτω τῇ τοῦ σωτῆρος δυνάμει συνέστη τὸ τῶν σῳζομένων πλήρωμα καὶ τέλειος θεοῦ χορὸς εἷς ἐξ ἀμφοτέρων τῶν λαῶν, μία τε πόλις ἐξ ἀμφοτέρων τῶν ταγμάτων ἡ καλουμένη τοῦ θεοῦ Σιών, ᾗ τελειωθείσῃ ἐπαγγέλλεται τὰ ἑξῆς λέγων· καὶ θήσω σε ἀγαλλίαμα αἰώνιον καὶ εὐφροσύνην γενεῶν γενεαῖς. Καὶ πάλιν τῶν ἐθνῶν τὸ γάλα παρέξειν αὐτῇ θεσπίζει λέγων· καὶ θηλάσεις γάλα ἐθνῶν· γάλα δὲ ἐθνῶν τί ποτ’ ἂν εἴη εἰ μὴ τὸ καινὸν μυστήριον τῆς εὐαγγελικῆς διδασκαλίας καὶ ἡ στοιχειώδης διδασκαλία τῆς καινῆς διαθήκης, ἧς μετέχουσιν οἱ ἐν Χριστῷ ἀναγεννώμενοι; καὶ τὸν πλοῦτον δὲ τῶν βασιλέων ἐπαγγέλλεται τῷ δηλουμένῳ λαῷ. πάλιν κἀνταῦθα βασιλέας οὐχ ἑτέρους χρὴ νοεῖν ἢ τοὺς τῶν μακαρισμῶν ἀξίους, οἷς ὁ σωτὴρ ἐπήγγελται τὴν βασιλείαν τῶν οὐρανῶν. τίς δὲ ὁρῶν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ σιτοδοσίας χορηγουμένας παρὰ τῶν κρατούντων, δῶρά τε αὐτῇ καὶ ἀναθήματα πλούσια προσφερόμενα, οὐκ ἀναμφιβόλως εἴποι ἂν αὐτὰ καὶ πρὸς λέξιν πεπιστῶσθαι ἐξ ἁπάντων δὲ τῶν εἰρημένων· ἐπιγνώσῃ φησὶν ὅτι ἐγώ εἰμι κύριος ὁ σῴζων σε καὶ ὁ ἐξαιρούμενός σε θεὸς Ἰακώβ. Ἀλλὰ γὰρ πρὸς τοῖς ἀποδοθεῖσι καὶ ταῦτα μάνθανε, ὡς οὐκέτι ξύλων ἀργῶν δεήσει· πυρὸς γὰρ ταῦτα ἀποβρώματα, ἀλλ’ οὐδὲ λίθων, τοῦτ’ ἔστι ψυχῶν ἠλιθίων, ἔσται σοι χρεία. διὸ ἀντὶ τούτων οἴσω σοι τὰ τούτων τιμιώτερα, οἵ τε πάλαι χάλκεοι καὶ ἀντίτυποι ἄνδρες σιδήρου τε παντὸς τραχύτεροι καὶ ἀπόσκληροι τοὺς τρόπους μεταβληθέντες εἰς χρυσὸν καὶ ἄργυρον ἐφαρμόσουσι τῇ σῇ κατὰ θεὸν οἰκοδομῇ. καὶ οἱ ἠλίθιοι δὲ καὶ ξύλων ξηρῶν ἀναισθητότεροι μεταβαλόντες ἀντὶ χαλκοῦ καὶ σιδήρου χρησιμεύσουσί σοι, βελτίους μὲν ἑαυτῶν γενησόμενοι καὶ χρησιμώτεροι τῇ τοῦ θεοῦ οἰκοδομῇ κατὰ τοὺς πρώτους, οἳ ἀντὶ χαλκοῦ καὶ σιδήρου, χρυσοῦ τε καὶ ἀργύρου τιμὴν ἀντικατηλλάξαντο. ἀλλὰ γὰρ τούτων ὧδέ πη προχωρησάντων οἱ ἄρχοντές σου ἐν εἰρήνῃ τὸν ἑαυτῶν βίον τοῦ λοιποῦ διάξουσιν ἐπιστατοῦντες καὶ καθηγούμενοι τῆς ἐκκλησίας τοῦ θεοῦ, οὓς εἰ χρὴ προλαβόντας προγνώσει προφητικῇ κυρίῳ προσειπεῖν ὀνόματι ἐπισκόπους ἐντεῦθεν ἤδη θεὸς αὐτοὺς ἐπωνόμασεν εἰπών· καὶ καταστήσω τοὺς ἄρχοντάς σου ἐν εἰρήνῃ καὶ τοὺς ἐπισκόπους σου ἐν δικαιοσύνῃ. Τούτοις ἐπιλέγει τό· καὶ οὐκέτι ἀκουσθήσεται ἀδικία ἐν τῇ γῇ σου, τοῦτ’ ἔστιν ἐν τῇ σῇ διατριβῇ, ἀλλ’ οὐδὲ σύντριμμα οὐδὲ ταλαιπωρία ἐν τοῖς ὁρίοις σου· οὐκέτι γοῦν ἐχθρὸς περιλειφθήσεται οὔτε πολέμιος τότε ἀλλ’ οὐδὲ κακίας ἔσται τις μνήμη, ἀλλ’ ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός. κληθήσεται δὲ τότε φησὶ τὸ Σωτήριον τὰ τείχη σου. ἀντὶ δὲ τοῦ Σωτήριον ἡ Ἑβραϊκὴ ἀνάγνωσις τὸν Ἰησοῦν αὐτὸν περιέχει αὐτοῖς στοιχείοις καὶ χαρακτῆρσιν, οἷς ὁ σωτὴρ ἡμῶν ἀναγράφεται· ὡς τὴν αὐτοῦ δύναμιν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ ἀντὶ περιβόλου καὶ τείχους στερροῦ τοῖς τούτων ἀξίοις τοῦτο γενέσθαι. ταῦτα δὲ ἐκ μέρους μέν ἐστιν ἐνταῦθα ἰδεῖν, κατὰ δὲ τὸν νέον αἰῶνα μετὰ τὴν συντέλειαν τοῦ παρόντος γενήσεται. πρὸς τούτοις φησί· καὶ αἱ πύλαι σού φησι κληθήσονται Γλύμμα, κατὰ δὲ τὸν Ἀκύλαν· καὶ αἱ πύλαι σού φησιν ὕμνησις, κατὰ δὲ τὸν Σύμμαχον· αἴνεσις. ὁρᾷς ὅπως ἀφίστησιν ἡμᾶς ὁ λόγος τῆς σωματικωτέρας ὑπολήψεως εἰς τὸ μὴ πίπτειν ἐπὶ τὰς προχείρους καὶ Ἰουδαϊκὰς ὑπολήψεις. διὸ τὰς πύλας τῆς νέας ταύτης Ἰερουσαλὴμ ὕμνησιν καὶ αἴνεσιν ὀνομάζει· διὰ γὰρ τούτων μάλιστα αἱ εἴσοδοι τοῦ θεοσεβοῦς πολιτεύματος συνίστανται διὰ τοῦ ὑμνεῖν καὶ αἰνεῖν τὸν θεὸν διδάσκεσθαι τοὺς εἰσαγομένους. Ἀλλὰ οὐκέτι ἥλιος ἡμέραν σοι παρέξει οὐδὲ σελήνη φωτιεῖ σε διὰ τῆς νυκτός, ἐπεὶ μήτε ἐν νυκτὶ γενήσονται μήτε ἐν αἰσθητῷ καὶ σωματικῷ φωτὶ οἱ τοῦ καινοῦ αἰῶνος καταξιωθησόμενοι· ὑπὲρ γὰρ πάντα ἥλιον αὐτὸν ἕξουσι τὸν κύριον φῶς αἰώνιον καὶ τὸν θεὸν δόξαν ἑαυτῶν. διὸ ἑξῆς ἡ προφητεία φησί· καὶ ἀναπληρωθήσονται αἱ ἡμέραι τοῦ πένθους σου· ἔργῳ φησὶν ὁ μακαρισμὸς πιστωθήσεται ὁ λέγων· μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται. Καὶ ὁ λαὸς πᾶς δίκαιος τότε φησὶν ἀποφανθήσεται οὐδενὸς ἀδίκου τότε ἐν αὐτῷ εὑρεθησομένου· διὸ ὥσπερ ἐκλελεγμένος κληρονομήσει τὴν ἐπηγγελμένην αὐτῷ γῆν. ὃ δὴ καὶ ὁ σωτὴρ ἐδίδαξεν εἰπών· μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν ,οὕτω τὴν οὐράνιον αἰνιξάμενος διατριβήν, ἐν ᾗ καὶ ἡ πόλις ἐστὶ τοῦ θεοῦ ἡ ἐπουράνιος καὶ ἀληθινὴ Ἰερουσαλήμ, ἥτις ἐστὶ μήτηρ ἡμῶν κατὰ τὸν Ἀπόστολον. ἀντὶ δὲ τοῦ· φυλάσσων τὸ φύτευμα, ἔργα χειρῶν αὐτοῦ, ὁ Σύμμαχος· βλαστὸς φυτείας μου, ἔργα χειρῶν μου εἰς τὸ ἐνδοξασθῆναι. τοιοῦτος γὰρ ὁ λαός μου βλαστὸς ἐμῆς φυτείας· πᾶσα γὰρ φυτεία ἣν οὐκ ἐφύτευσεν ὁ πατήρ μου ὁ οὐράνιος ἐκριζωθήσεται, ὁ δὲ βλαστὸς οὗτος ὁ ἐκ τῆς φυτείας τοῦ θεοῦ ἔργα χειρῶν αὐτοῦ γενόμενος κληρονομήσει τὴν ἐπηγγελμένην γῆν ὡς δοξασθῆναι τῶν τοσούτων ἀγαθῶν. Τότε δὲ καὶ ὁ ἐν τῷ παρόντι βίῳ ὀλιγοστὸς ἔσται εἰς χιλιάδας κατὰ τὰς σωτηρίους ἐπαγγελίας, δι’ ὧν ἄρχοντας καταστήσειν ἐπαγγέλλεται λέξων αὐτοῖς τότε· ἴσθι ἐξουσίαν ἔχων ἐπάνω πέντε πόλεων, καί· ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων. οὕτω τοίνυν εἰς χιλιάδας γενήσονται ὥσπερ χιλιάρχου τινὸς τῶν σῳζομένων γενησομένων, ἀλλὰ καὶ ὁ νῦν ἐλάχιστος ἔσται τότε εἰς ἔθνος μέγα· οἷος ὡς ἐπὶ παραδείγματος Παῦλος εἰπών· ἐμοὶ δὲ τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων ἐδόθη ἡ χάρις αὕτη. ἄρχων ἔσται τότε οὐρανίου τινὸς ἔθνους μεγάλου παρὰ θεῷ λελογισμένου. ταῦτα δέ φησιν ἅπαντα ἔσται, ἐπειδὰν ἐγὼ κύριος κατὰ τὸν ὡρισμένον ὑπ’ ἐμοῦ καιρὸν συνάξω αὐτούς. εἰ γὰρ καὶ τὰ μάλιστα οὐδέπω τὰ τῆς ἐπαγγελίας ἐνέστηκεν, ἀλλ’ ἔσται καιρὸς ὁ ἅπαξ ὡρισμένος, ἐν ᾧ ταῦτα πάντα γενήσεται διὰ τῆς ἐμῆς συναγωγῆς· τότε γὰρ ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ καὶ ἐπισυνάξουσι πρὸς αὐτὸν πάντας τοὺς ἁγίους ἀπ’ ἄκρων οὐρανῶν ἕως ἄκρων αὐτῶν.