Ancient Greek · ~36 min
Book 2
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 2.51.1
Not analysed yet
Ὁ διὰ τῆς ἔμπροσθεν περικοπῆς μετὰ τὰς εὐαγγελικὰς ἐπαγγελίας πρὸς τῷ τέλει τοῦ λόγου φήσας· ἐγὼ κύριος κατὰ καιρὸν συνάξω αὐτούς, σφόδρα ἀκολούθως διὰ τῶν προκειμένων ἀναβοᾷ λέγει· Πνεῦμα κυρίου ἐπ’ ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με. εἶθ’ ὅπως τὴν ἐπισυναγωγὴν ποιεῖται, διὰ τῶν ἐπιφερομένων διδάσκει, πῶς δὲ ὁ λέγων· κύριος κατὰ καιρὸν συνάξω αὐτούς, ὡσπερεὶ ἕτερος ὢν τοῦ εἰρηκότος ἐπήγαγε· Πνεῦμα κυρίου ἐπ’ ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με. σαφὲς ἂν γένοιτο τοῖς τὸν Χριστὸν τοῦ θεοῦ μήτε ψιλὸν ἄνθρωπον εἶναι δοξάζουσι μήτε ἄσαρκον καὶ ἀσώματον λόγον οὐδὲν τῆς θνητῆς φύσεως μεταληφότα. ὁμοῦ λέγουσι δὲ αὐτὸν καὶ θεὸν εἶναι καὶ ἄνθρωπον· θεὸν μὲν καθ’ ὃ μονογενής ἐστι θεὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἄνθρωπον δὲ καθ’ ὃ νοεῖται ἐκ σπέρματος Δαυὶδ γεγονὼς κατὰ σάρκα. ὃ δὴ τοίνυν θεὸς λόγος ὁ διὰ τῆς προφητείας κυριολεκτούμενος μεθ’ ὧν ἄλλων πεποίηται ἐπαγγελιῶν καὶ τοῦτο προσέθηκεν εἰπών· ἐγὼ κύριος κατὰ καιρὸν συνάξω αὐτούς. εἶθ’ ὅπως παρίστησιν ὃν ἀνείληφεν ἄνθρωπον εἰσάγων φάσκοντα· Πνεῦμα κυρίου ἐπ’ ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με. πολλάκις δὲ καὶ διὰ τῶν ἔμπροσθεν ἀπεδείχθη, ὅπως ἐπαναπέπαυται ἐπὶ τὸν ἐκ ῥίζης Ἰεσσαὶ πνεῦμα τοῦ θεοῦ καὶ πνεῦμα σοφίας καὶ συνέσεως καὶ πνεῦμα βουλῆς καὶ ἰσχύος καὶ πνεῦμα γνώσεως καὶ εὐσεβείας. ἐντεῦθεν εἰκότως ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἀναγέγραπται ἐν τῷ κατὰ Λουκᾶν Εὐαγγελίῳ πεπληρῶσθαι ἐπ’ αὐτῷ διδάξας τὴν προφητείαν, ὁπηνίκα ἦλθεν εἰς Ναζαρέτ, οὗ ἦν ἀνατεθραμμένος, καὶ εἰσῆλθε κατὰ τὸ εἰωθὸς αὐτῷ ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων εἰς τὴν συναγωγήν, ἀνέστη τε ἀναγνῶναι. καὶ ἐπεδόθη αὐτῷ βιβλίον Ἠσαΐου τοῦ προφήτου, ὅπερ ἀνοίξας εὗρε τό· Πνεῦμα κυρίου ἐπ’ ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με εὐαγγελίσασθαι πτωχοῖς, ἀπέσταλκέ με, κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, ἀποστεῖλαι τεθραυσμένους ἐν ἀφέσει, κηρύξαι ἐνιαυτὸν κυρίου δεκτόν. ὅτε πτύξας τὸ βιβλίον καὶ ἀποδοὺς τῷ ὑπηρέτῃ ἐκάθισε· καὶ πάντων οἱ ὀφθαλμοὶ ἦσαν ἐν τῇ συναγωγῇ ἀτενίζοντες αὐτῷ. καὶ ἤρξατο λέγειν πρὸς αὐτοὺς ὅτι σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν. καὶ πάντες ἐμαρτύρουν αὐτῷ καὶ ἐθαύμαζον ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος αὐτοῦ. ἐπιστήσας δὲ τῷ καιρῷ τῷ δηλουμένῳ ἀπὸ τοῦ· σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη, εὕροις ἂν ὅτι κατ’ αὐτὸν ἐκεῖνον μετὰ τὸ βαπτισθῆναι ἐν τῷ Ἰορδάνῃ τὸ πνεῦμα τὸ ἅγιον ἐν εἴδει περιστερᾶς κατελθὸν ἔμεινεν ἐπ’ αὐτόν. εἶτα ἀνήχθη εἰς τὴν ἔρημον πειρασθῆναι ὑπὸ τοῦ διαβόλου· εἶτα ἐλθὼν εἰς Ναζαρὲτ ἀνέγνω τὴν εἰρημένην προφητείαν. διόπερ ἀκριβῶς ἐπήγαγε τό· σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν. κατ’ αὐτὸν γάρ τοι τὸν καιρὸν τοῦ πνεύματος τοῦ ἁγίου ἐν εἴδει περιστερᾶς κατελθόντος ἐπ’ αὐτὸν ἐπληροῦτο ἡ ἐξ αὐτοῦ προσώπου λέγουσα προφητεία· Πνεῦμα κυρίου ἐπ’ ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με· οὐ γὰρ σωματικῷ χρίσματι τοῖς παλαιοῖς ὁμοίως χρισθεὶς ἂν εἴρηται· οὐδὲν γὰρ εἶχεν ἐξαίρετον, εἰ τοῖς λοιποῖς ἀνθρώποις ὁμοίως κέχριστο. νυνὶ δὲ τῷ ἁγίῳ πνεύματι τὸ χρίσμα λαβὼν ἐξαίρετος παρὰ πάντας καὶ μονογενὴς Χριστὸς τοῦ θεοῦ ἀποφαίνεται. καὶ τό· εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κατὰ τὸν ἐκεῖνον ἐπληροῦτο καιρόν, ἐν ᾧ κηρύσσων τὴν βασιλείαν τῶν οὐρανῶν καὶ τοὺς μακαρισμοὺς τοῖς αὐτοῦ προὔφερε μαθηταῖς λέγων· μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν, ἀλλὰ καὶ ἰᾶτο τοὺς συντετριμμένους τὴν καρδίαν θεραπεύων ταῖς ἐπαγγελίαις, δι’ ὧν ἔλεγε· μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται ,καί· μακάριοι οἱ κλαίοντες, ὅτι αὐτοὶ γελάσονται. ἤδη δὲ καὶ τοῖς ἔθνεσι τὰς ψυχὰς ἠχμαλωτισμένοις ὑπὸ τῶν ἀοράτων καὶ νοητῶν πολεμίων ἐκήρυττεν ἄφεσιν τοῖς αὐτοῦ παρακελευομένοις μαθηταῖς καὶ λέγει· πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος ,δι’ ὧν τὴν ἄφεσιν τῶν προτέρων ἀσεβημάτων προὐξένει. οὕτως οὖν καὶ τοῖς αἰχμαλώτοις ἐκήρυττεν ἄφεσιν καὶ τοῖς ἀβλεψίαν δὲ νοσοῦσιν ὡς τῇ πολυθέῳ δεδουλῶσθαι πλάνῃ ἀνάβλεψιν ἐκήρυττε, ἐνιαυτὸν δὲ δεκτὸν κυρίου ἐκάλει, ὃν αὐτὸς ἐνιαυτὸν οἰκεῖον ἐποίει πάντα τὸν χρόνον, καθ’ ὃν τὰς σὺν ἀνθρώποις διατριβὰς ποιούμενος φωτὸς ἡμέρας τοῖς αὐτῷ προσιοῦσι παρεῖχε. μήποτε δὲ τὸν μέλλοντα αἰῶνα τῶν μετὰ τὴν συντέλειαν τοῦ παρόντος ᾐνίξατο εἰπών· καλέσαι ἐνιαυτὸν κυρίου δεκτὸν καὶ ἡμέραν ἀνταποδόσεως τῷ θεῷ ἡμῶν, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· ἐνιαυτὸς εὐδοκίας· ὁ γὰρ καταθύμιος τῷ κυρίῳ χρόνος καὶ αἰὼν ἐκεῖνος ἂν εἴη ὁ αὐτὸς αἰὼν καὶ ἡμέρα ἀνταποδόσεως· τὰς γὰρ ἀμοιβὰς τὸ τηνικαῦτα ἀποδώσει τοῖς ἐν τῷ παρόντι βίῳ κεκμηκόσι. διὸ λέλεκται· καλέσαι ἐνιαυτὸν κυρίου δεκτὸν καὶ ἡμέραν ἀνταποδόσεως τῷ θεῷ ἡμῶν, ἀλλὰ καὶ παρακαλέσαι πάντας τοὺς πενθοῦντας. ὁ γὰρ εἰπών· μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται ,νῦν μὲν αὐτοῖς παράκλησιν ἐπηγγέλλετο, κατὰ δὲ τὴν ἡμέραν τῆς ἀνταποδόσεως τοῖς ἑαυτοῦ λόγοις ἀνακτήσεται αὐτοὺς καὶ παρακαλέσει, ἀλλὰ καὶ τοῖς τὴν Σιὼν πενθοῦσι δώσει δόξαν καὶ ἀντὶ σποδοῦ ἄλειμμα εὐφροσύνης. ἐπένθει δὲ τὴν Σιὼν Παῦλος καὶ οἱ αὐτῷ παραπλήσιοι ἀποκλαιόμενοι τὴν πτῶσιν τοῦ Ἰουδαίων ἔθνους καὶ τοῦ ἐν αὐτοῖς θεοσεβοῦς πολιτεύματος. καὶ τούτοις οὖν ἀντὶ τοῦ πένθους δώσει δόξαν καὶ ἀντὶ τῆς σποδοῦ, ἣν κατεπάσαντο ἑαυτοὺς κακοῦντες ἐν ταῖς πρὸς τὸν θεὸν ἱκετηρίαις ταῖς ὑπὲρ τοῦ λαοῦ εὐφροσύνης ἄλειμμα δώσει καὶ ἀντὶ πνεύματος τῆς ἀκηδίας, ἐν ᾧ δι’ ὑπερβάλλουσαν φιλανθρωπίαν ἑαυτοὺς κατέτρυχον καταστολὴν δόξης, τοῖς αὐτοῖς ἐπαγγέλλεται δώσειν ταῦτα κατὰ τὴν προτέραν αὐτοῦ παρουσίαν ὁ σωτὴρ ἐπαγγειλάμενος ἐν τῇ ἡμέρᾳ τῆς ἀνταποδόσεως ποιήσειν. εἰκότως ἀναγνοὺς τὸ μέρος τῆς προφητείας ἐπήγαγε τό· σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν. ἑξῆς τούτοις εἴρηται· καὶ κληθήσονται Γενεαὶ δικαιοσύνης, Φύτευμα κυρίου εἰς δόξαν· πότε δὲ καὶ κληθήσονται καὶ τίνες, ἀλλ’ ἢ οἱ καταξιωθησόμενοι τοῦ δεκτοῦ ἐνιαυτοῦ καὶ τῆς ἡμέρας τῆς ἀνταποδόσεως; κατὰ δὲ τὸν Σύμμαχον· καὶ κληθήσονται Ἰσχυροὶ τῆς δικαιοσύνης, Φυτὸν κυρίου εἰς τὸ δοξασθῆναι. Καὶ οἰκοδομήσουσιν ἐρήμους αἰωνίας, τὰς ψυχὰς δηλαδὴ τῶν πάλαι ἐρήμων ἐθνῶν. διὸ ἐπιλέγει· ἐξηρημωμένας πρότερον ἐξαναστήσουσι· καὶ καινιοῦσι πόλεις ἐρήμους ἐξηρημωμένας εἰς γενεάς· ἀλλὰ γὰρ διὰ τούτων ἁπάντων τὴν ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττω μεταβολὴν ὁ λόγος θεσπίζει. Εἶθ’ ἑξῆς ἐπιλέγει· καὶ ἥξουσιν ἀλλογενεῖς ποιμαίνοντες τὰ πρόβατά σου, καὶ τὴν ποιμαντικὴν ἐπιστασίαν ἀλλογενέσιν ὑπισχνεῖται ἡ προφητεία· καὶ ἀλλόφυλοι ἀροτῆρες καὶ ἀμπελουργοί φησιν ἔσονταί σοι· ἀλλότριοι γοῦν καὶ ἀλλογενεῖς ποιμαίνουσι τὰ πρόβατα τοῦ θεοῦ καὶ τὸν ἀμπελῶνα ἢ τὴν ἐκκλησίαν ἀροτῆρες ξένοι τινὲς καὶ ἀλλόφυλοι γεωργοῦσι πάλαι ὄντες εἰδωλολάτραι καὶ ἀπηλλοτριωμένοι τῆς διαθήκης τοῦ θεοῦ καὶ ξένοι τῶν ἐπαγγελιῶν, ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κόσμῳ. εἶτα τούτοις αὐτοῖς προσφωνεῖ λέγων· ὑμεῖς δὲ ἱερεῖς κυρίου κληθήσεσθε, λειτουργοὶ τοῦ θεοῦ ὑμῶν· τίνες δὲ ὑμεῖς, ἀλλ’ ἢ οἱ τῆς ἐκκλησίας ἀροτῆρες καὶ ἀμπελουργοὶ καὶ ποιμένες; οἱ δ’ αὐτοὶ καὶ τὴν ἰσχὺν τῶν ἐθνῶν κατέδονται, ἢ κατὰ τὸν Ἀκύλαν· εὐπορίαν ἐθνῶν φάγεσθε· οὐδὲν γὰρ τοιοῦτο βρῶμα τοῖς ἱερεῦσι τοῦ θεοῦ καὶ τοῖς τῆς ἐκκλησίας ποιμέσι καὶ ἀμπελουργοῖς καὶ ἀροτῆρσι κατάλληλον ὡς ἡ ἰσχὺς τῶν δι’ αὐτῶν σῳζομένων ἐθνῶν. νοήσεις δὲ τῶν ἐθνῶν τὴν ἰσχὺν τοὺς καθ’ ὅλης τῆς οἰκουμένης τοῦ θεοῦ μάρτυρας θεωρῶν καὶ τὴν ἰσχυρὰν καὶ ἀκαταμάχητον ὑπομονὴν τῶν ἐν πᾶσι τοῖς ἔθνεσιν ὑπὲρ ἀληθείας ἀγωνιζομένων, ἀλλὰ καὶ ἐν τῷ πλούτῳ φησὶ θαυμασθήσεσθε. τὸν δὲ πλοῦτον τῶν ἐθνῶν νοήσεις ἀπὸ τῆς Παύλου μαρτυρίας, δι’ ἧς Κορινθίοις γράφων ἔλεγεν· Εὐχαριστῶ τῷ θεῷ μου διὰ Ἰησοῦ Χριστοῦ, ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ, ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει, καθὼς τὸ μαρτύριον τοῦ θεοῦ ἐβεβαιώθη ἐν ὑμῖν, ὥστε μὴ ὑστερεῖσθαι ὑμᾶς ἐν μηδενὶ χαρίσματι. Οἱ αὐτοὶ δὲ οὗτοι ἐκ δευτέρας τὴν γῆν ἐκληρονόμουν καὶ τὴν σύμπασαν γὰρ οἰκουμένην ἐκληρονόμησαν, περὶ ἧς εἴρηται ἐν Ψαλμοῖς· κύριος εἶπε πρός με Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε· αἴτησαι παρ’ ἐμοί, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. ταύτην οὖν τὴν τοῦ σωτῆρος κληρονομίαν οἱ τῆς ἐκκλησίας αὐτοῦ προεστῶτες ἐκληρονόμησαν, ἀλλὰ καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν γέγονε. καὶ πάντα ταῦτα ἐκ μέρους εἴληφε κατὰ τὸν παρόντα βίον, τῆς δὲ ἐπαγγελίας τὸ πλήρωμα εἰς τὴν ἐλπίδα τοῦ μέλλοντος αἰῶνος ἀνεπέμπετο. Ἔσται δὲ ταῦτά φησιν, ἐπειδήπερ ἐγώ εἰμι κύριος ἀγαπῶν δικαιοσύνην καὶ μισῶν ἁρπάγματα ἐξ ἀδικίας· αἱ μὲν γὰρ ἀντικείμεναι δυνάμεις δαίμονες πονηροὶ τὰς ψυχὰς τῶν ἀνθρώπων ἐξηνδραποδίζοντο βιαίως καὶ ἀδίκως τοῦτο πράττοντες. διὸ ταῦτα μισῶν ἁρπάγματα, δικαιοσύνην δὲ αὐτὸς ἀγαπῶν, οὐκ Ἰουδαίοις μόνον, ἀλλὰ καὶ πᾶσι τοῖς ἔθνεσιν ἐξέχεα τὴν ἐμαυτοῦ χάριν. καὶ δώσω δέ φησι τὸν μόχθον αὐτῶν δικαίοις· τίνων δὲ αὐτῶν ἢ τῶν ἐκ δευτέρου τὴν γῆν κληρονομούντων; ἀντὶ δὲ τοῦ· δικαίοις, ἐν ἀληθείᾳ οἱ λοιποὶ πάντες ἑρμηνευταὶ εἰρήκασιν, ὥστε οὐ διαψευσθήσεται αὐτῶν ὁ μόχθος, ἀλλ’ ἐν ἀληθείᾳ καὶ αὐτοῖς φυλαχθήσεται. καὶ διαθήκην δὲ αἰώνιον διαθήσομαι αὐτοῖς, οὐκέτι τὰ Μωσέως πρόσκαιρα παραγγέλματα παραδοὺς αὐτοῖς, τὸ δὲ μυστήριον τῆς καινῆς διαθήκης, ὃ δὴ διαρκὲς ἔσται καὶ αἰώνιον. Ἔτι πρὸς τούτοις εἴρηται· καὶ γνωσθήσεται ἐν τοῖς ἔθνεσι τὸ σπέρμα αὐτῶν καὶ τὰ ἔκγονα αὐτῶν ἐν μέσῳ λαῶν· πᾶς ὁ ὁρῶν αὐτοὺς ἐπιγνώσεται αὐτούς, ὅτι οὗτοί εἰσι σπέρμα εὐλογημένον ὑπὸ κυρίου. καὶ τίς οὐκ ἂν ὁμολογήσειεν ἀκριβῶς ἐξ εὐλογίας τοῦ θεοῦ τὸ ἐκκλησιαστικὸν πληθύνεσθαι σπέρμα, ὡς εἰς πᾶσαν τὴν οἰκουμένην αὐτὸ γνωρίζεσθαι; σπέρμα δὲ αὐτῶν ἢ τὸν λόγον καὶ τὴν διδασκαλίαν τὴν εὐαγγελικὴν προσήκει νοεῖν ἢ τοὺς γνησίως λόγῳ καὶ βίῳ μαθητευομένους αὐτοῖς ὡς ὄψει δήλους εἶναι, ὡς ἄρα εἶεν σπέρμα εὐλογημένον ὑπὸ τοῦ θεοῦ.