Ancient Greek · ~37 min
Book 2
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 2.52.1
Not analysed yet
Σφόδρα ἀκολούθως μετὰ τὰς προκαταλεχθείσας ἐπαγγελίας, ἃς αὐτὸς ὁ υἱὸς τοῦ θεοῦ πεποίηται κατὰ τὴν πρώτην αὐτοῦ παρουσίαν, προσωποποιεῖ λοιπὸν ὁ λόγος τὴν ἐκκλησίαν τοῦ θεοῦ ὡς ἂν τοσούτων ἀγαθῶν τετυχηκυῖαν καὶ εὐχαριστοῦσαν, ἐφ’ οἷς πέπονθεν. ἀπολαβοῦσα τοίνυν ὥσπερ τινὰ οἰκεῖα μέλη τὸ πλήρωμα τῶν σῳζομένων καὶ ὥσπερ τις νύμφη ἐξ ἑνὸς εὐπρεποῦς καὶ ὡραίου συγκειμένη σώματος καὶ τὸν παρὰ τοῦ ἑαυτῆς νυμφίου κόσμον περιβαλλομένη φησίν· ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ κυρίῳ. καὶ τὸ αἴτιον ἐπάγει λέγουσα· ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου. στήλη δέ τις ἔσται φωτὸς ἀπαστράπτουσα θείου τὸ σῶμα τῆς ἀναστάσεως τὸ λεγόμενον ἱμάτιον σωτηρίου· οὐκέτι γὰρ θανάτου σῶμα, οἷον ὁ Παῦλος ἐδήλου λέγων· τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; ἔσται κἀκεῖνο σωτήριον, σωτηρίου δὲ ἱμάτιον τῇ ψυχῇ περιθήσεται καὶ χιτὼν εὐφροσύνης· ἕκαστος γὰρ ταῖς ἑαυτοῦ πράξεσι ταῖς κατὰ δικαιοσύνην αὐτῷ πεπραγμέναις τὸν ἑαυτοῦ κόσμον ἐνδύσεται. καταντήσασα δὲ εἰς ἄνδρα τέλειον καὶ εἰς μέτρον ἡλικίας τῷ τε ἑαυτῆς νυμφίῳ ἐξομοιωθεῖσα διὰ μὲν τοὺς ἐν αὐτῇ τελείους κατ’ εἰκόνα τοῦ νυμφίου μεμορφωμένους ἐρεῖ· περιέθηκέ μοι ὡς νυμφίῳ μίτραν, διὰ δὲ τοὺς μηδέπω τοιούτους ἐν δευτέρῳ δὲ τάγματι τῶν ἀγαθῶν ἑστῶτας ἐρεῖ· καὶ ὡς νύμφην κατεκόσμησέ με κόσμῳ. ἡ δὲ αὐτὴ νύμφη τις οὖσα τοῦ νυμφίου λόγου καὶ τὰ παρ’ αὐτοῦ σπέρματα ὑποδεξαμένη καρποὺς ὡραίους καὶ εὐανθεῖς ἀποδίδωσι. διό φησι· καὶ ὡς γῆν αὔξουσαν τὸ ἄνθος αὐτῆς καὶ ὡς κῆπος τὰ σπέρματα αὐτοῦ ἀνατελεῖ. εἶθ’ ἑξῆς τούτοις ὡς ἂν μὴ συναρπάζοντες εἰς ἑαυτοὺς ταῦτα Ἰουδαίων παῖδες διαστέλλεται ὁ λόγος φάσκων· οὕτως κύριος κύριος ἀνατελεῖ δικαιοσύνην καὶ ἀγαλλίαμα ἐναντίον πάντων τῶν ἐθνῶν. Ταῦτα θεσπίσας ὁ προφήτης κἄπειτα διατεθεὶς ἐπὶ τοῖς εἰρημένοις ἀναφωνεῖ λέγων· Διὰ Σιὼν οὐ σιωπήσομαι καὶ διὰ Ἰερουσαλὴμ οὐκ ἀνήσω, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· καὶ διὰ Ἰερουσαλὴμ οὐκ ἡσυχάσω, ἕως ἐξέλθῃ ὡς φῶς ἡ δικαιοσύνη αὐτῆς, τὸ δὲ σωτήριον αὐτῆς ὡς λαμπὰς καυθήσεται, ἢ κατὰ τὸν Ἀκύλαν· καὶ τὸ σωτήριον αὐτῆς ὡς λαμπὰς ἀναφθήσεται. οὐ δυνήσομαι γάρ φησιν ἠρεμεῖν καὶ τὰς ἡσυχίας ἄγειν, βοᾶν δέ μοι ἀνάγκη νύκτωρ καὶ μεθ’ ἡμέραν, εὐχαῖς τε καὶ ἱκετηρίαις σχολάζειν. ἔστ’ ἂν τούτων αὐτῶν τῶν εἰρημένων ὀφθαλμοῖς ἴδοιμι τὸ ἀποτέλεσμα, ὅπερ ἔσται ἐπὰν ἡ δικαιοσύνη τῆς Ἰερουσαλὴμ καὶ τὸ σωτήριον αὐτῆς φωτὸς δίκην ἐκλάμψῃ ἐπὶ πάντας ἀνθρώπους· οὐ γὰρ ἐν αὐτῇ μόνῃ συσχεθήσεται τὸ μέλλον εἰς αὐτὴν ἐκλάμπειν φῶς, ἀλλὰ καὶ τοῖς ἔθνεσιν ἅπασι μεταδώσει τῶν οἰκείων μαρμαρυγῶν. διὸ ἐπιλέγει· καὶ ὄψονται ἔθνη τὴν δικαιοσύνην σου καὶ πάντες οἱ βασιλεῖς τῆς γῆς τὴν δόξαν σου. πάλιν δὲ κἀνταῦθα τὸ θεοσεβὲς πολίτευμα τὸ πάλαι συνεστὸς παρὰ Ἰουδαίοις καὶ τὸν χορὸν τῶν παρ’ αὐτοῖς διαπρεψάντων δικαίων καὶ θεοφιλῶν καὶ προφητῶν ἁπάντων τῶν σωτηρίας ἀξίων Σιὼν καὶ Ἰερουσαλὴμ ὀνομάζει, ὧν τὸ φῶς ὑπὲρ πᾶσαν λαμπάδα πᾶσι τοῖς ἔθνεσιν ἐκλάμψειν ἐπαγγέλλεται, ὡς καὶ πάντας τοὺς βασιλεῖς ὄψεσθαι αὐτῶν τὴν δόξαν ἤτοι τὰς ἐπὶ γῆς βασιλείας τοῦτον δηλῶν τὸν τρόπον. εἶτ’ ἐπιλέγει· καὶ καλέσεις τὸ ὄνομα τὸ καινόν, ὃ ὁ κύριος ὀνομάσει αὐτό· τὸ γὰρ ἐπώνυμον κυρίου τὴν ἐκκλησίαν αὐτοῦ κοσμεῖ. Εἶτα καὶ ἔσῃ φησὶ στέφανος κάλλους ἐν χειρὶ κυρίου, ὃν ἀπολήψεται τότε λέγουσα· τὸν καλὸν ἀγῶνα ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος ,καὶ διάδημα βασιλείας ἐν χειρὶ θεοῦ σου· στέφανος γὰρ ὡς ἀληθῶς Χριστοῦ πάντες οἱ δι’ αὐτοῦ κατορθοῦντες τυγχάνουσι καὶ διάδημα βασιλείας εἰσὶ τῆς αὐτοῦ οἱ τοῖς ὑπὲρ αὐτοῦ ἐνηθληκότες ἀγῶσιν ἅγιοι μάρτυρες, οὓς τῇ ἑαυτοῦ χειρὶ ὁ πατὴρ ἐκλεξάμενος τῷ υἱῷ περιτίθησι στεφανῶν αὐτὸν καὶ διαδήματι βασιλικῷ τιμῶν τῷ πλήθει τῶν ὑπ’ αὐτοῦ καὶ δι’ αὐτοῦ σεσῳσμένων. τούτων δὲ πληρουμένων οὐκέτι κληθήσεται ἡ τὸ ὄνομα τὸ καινὸν ὑποδεδεγμένη Καταλελειμμένη οὐδὲ Γῆ ἔρημος, εἰ καὶ πάλαι τοιαύτη τις ἦν, ἀλλὰ νῦν τοσούτων ἀγαθῶν καταξιωθεῖσα Θέλημά φησιν ἐμὸν κληθήσεται, τοῦτ’ ἔστι κατὰ τὸ θέλημα τὸ ἐμὸν ὀνομασθήσεται, καὶ ἡ γῆ σου Οἰκουμένη. Ἐν τῷ καινῷ αἰῶνι τῆς Χριστοῦ βασιλείας συστήσεται μόνους ἕξουσα οἰκήτορας τοὺς τῶν ἐπαγγελιῶν τοῦ θεοῦ καταξιωθησομένους, οἳ καὶ ἐν τοσαύτῃ θυμηδίᾳ καὶ εὐφροσύνῃ διάξουσιν ὡς ἐοικέναι νεανίσκῳ ἁγίῳ ἀνδρὶ συνόντι παρθένῳ καθαρᾷ, οὐδαμῶς μὲν αὐτῆς τὴν παρθενίαν σπιλοῦντι, τῇ δὲ ἁγνείᾳ τῇ παρθενικῇ καὶ τῇ καθαρᾷ συνδιατριβῇ καὶ συνοικίᾳ χαίροντι. καὶ οἱ μὲν υἱοί σου οὕτως εὐφρανθήσονται, αὐτὸς δὲ ὁ κύριος τὴν ἑαυτοῦ νύμφην ἀπολαβών σε τὴν ἁγίαν ἐκκλησίαν ἐκ τελείων μελῶν συνεστῶσαν, ἔκ τε τοῦ προτέρου λαοῦ καὶ ἐκ τοῦ νέου τοῦ ἐξ ἐθνῶν. οἷα νυμφίος ἐπὶ νύμφῃ εὐφρανθήσεται, καταστήσει τε φύλακας, ἀγγέλους δηλαδὴ θείους καὶ δυνάμεις ἁγίας εἰς τὸ τηρεῖν καὶ φυλάττειν τὰ τείχη καὶ τοὺς περιβόλους τῆς νέας ταύτης Ἰερουσαλήμ, ὅπως ἐν εἰρήνῃ κατάρχων αὐτὸς τὸν σύμπαντα αἰῶνα διάγοι. οὗτοι δὲ οἱ προλεχθέντες φύλακες διὰ πάσης ἡμέρας καὶ διὰ πάσης νυκτὸς οὐ διαλείψουσί φησιν ὕμνοις καὶ δοξολογίαις τὸν τῶν τοσούτων ἀγαθῶν αἴτιον ἀνυμνοῦντες καὶ εὐχαριστοῦντες αὐτῷ ἐπὶ τῇ τῶν τοσούτων σωτηρίᾳ. Ἀντὶ δὲ τοῦ· οὐκ ἔστι γὰρ ὑμῖν ὅμοιος, ἐὰν διορθώσῃ καὶ ποιήσῃ Ἰερουσαλὴμ ἀγαυρίαμα ἐπὶ τῆς γῆς, ὁ Σύμμαχος μὴ ἡσυχάσητέ φησι, μηδὲ δῶτε ἡσυχάσαι αὐτῷ, ἕως ἑτοιμάσει καὶ ἕως θῇ τὴν Ἰερουσαλὴμ αἴνεσιν ἐν τῇ γῇ. τίνι δὲ ταῦτα λέλεκται ἢ τοῖς ἀνωτέρω φήσασι· Διὰ Σιὼν οὐ σιωπήσομαι καὶ διὰ Ἰερουσαλὴμ οὐκ ἀνήσω, ἕως ἂν ἐξέλθῃ ὡς φῶς ἡ δικαιοσύνη αὐτῆς; τοῦ γὰρ προφητικοῦ χοροῦ ταῦτα εἰρηκότος τὸ πνεῦμα τὸ ἅγιον ἐπιθαρσῦνον αὐτοὺς προτρέπει ἐπιμένειν ταῖς ὑπὲρ τῶν εἰρημένων εὐχαῖς· διό φησι· μὴ ἡσυχάσητε, μηδὲ δῶτε ἡσυχάσαι, δῆλον δ’ ὅτι τῷ ταῦτα ἐπαγγελλομένῳ κυρίῳ, ἕως ἑτοιμάσει καὶ ἕως θῇ τὴν Ἰερουσαλὴμ αἴνεσιν ἐν τῇ γῇ. προστάττει δὲ διὰ τούτων τοῖς ὑπερεύχεσθαι δυναμένοις τοῦ παντὸς λαοῦ μὴ ἀποσιωπᾶν μηδὲ ἡσυχάζειν, ἀλλὰ μηδὲ αὐτῷ ἡσυχίαν διδόναι τῷ θεῷ, βοαῖς δὲ καὶ κραυγαῖς ἀσχέτοις διεγείρειν αὐτόν, ἔστ’ ἂν ἐπὶ πέρας ἀγάγοι τὰ ἐπηγγελμένα. Τούτων δὲ βοώντων καὶ μὴ συγχωρούντων τῷ κυρίῳ ἀναβάλλεσθαι ὁ ἐπαγγειλάμενος καὶ εἰπών· ἔτι λαλοῦντός σου ἐρῶ Ἰδοὺ πάρειμι, ἀποκρίσεως αὐτοὺς καταξιοῖ. διὸ ἐπιλέγει ἑξῆς· ὤμοσε κύριος κατὰ τῆς δόξης αὐτοῦ καὶ κατὰ τῆς ἰσχύος τοῦ βραχίονος αὐτοῦ Εἰ ἔτι δώσω τὸν σῖτόν σου καὶ τὰ βρώματά σου τοῖς ἐχθροῖς σου, καὶ εἰ ἔτι πίονται υἱοὶ ἀλλότριοι τὸν οἶνόν σου, ἐφ’ ᾧ ἐμόχθησας. πάλαι μὲν γὰρ ταῦτα ἐγίνετο, ὁπηνίκα τὸν ἑαυτῶν καρπὸν βρῶμα παρεῖχον τοῖς ἐχθροῖς τοῦ θεοῦ τοιαῦτα πράττοντες καὶ ἐνεργοῦντες ὡς δαιμόνων γίνεσθαι τροφὴν τὰς αὐτῶν πράξεις· νυνὶ δὲ τοῖς τοῦ νέου αἰῶνος καταξιωθησομένοις καὶ τῶν ἐπηγγελμένων τευξομένοις ὅρκῳ ὄμνυσιν ὁ κύριος μηκέτι δώσειν ἐχθροῖς τοὺς καρποὺς αὐτῶν, ἀλλ’ αὐτοὺς αὐτῶν ἀπολαύσειν· κατορθοῦντας γὰρ τὸν κατ’ ἀρετὴν βίον καὶ θεοσεβῶς διάγοντας δίκαιον τῶν οἰκείων ἀπολαύσειν καρπῶν κατὰ τὸ λεγόμενον· τοὺς πόνους τῶν καρπῶν σου φάγεσαι, φάγονται δέ φησι καὶ πίονται ἐν ταῖς ἐπαύλεσι ταῖς ἁγίαις μου. εἶεν δ’ ἂν αὗται αἱ πολλαὶ μοναὶ αἱ παρὰ τῷ πατρί, καὶ ἐπειδήπερ ἐμνημόνευσεν ἐπαύλεων, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς αὐλῶν, ἀκολούθως καὶ τοῦ ἱεροῦ μνημονεύει. Διὸ ἐπιλέγει ἑξῆς· πορεύεσθε πορεύεσθε διὰ τῶν πυλῶν μου καὶ ὁδοποιήσατε τῷ λαῷ μου καὶ τοὺς λίθους ἐκ τῆς ὁδοῦ διαρρίψατε. νοεῖν δὲ ἡμῖν παρέχει διὰ τούτων τὴν ἐπουράνιον τοῦ θεοῦ πόλιν καὶ τὰς αὐτῆς πύλας καὶ τὰς εἴσω τῆς πόλεως αὐλάς· ἃ δὴ πάντα κατὰ τὸν ἐπηγγελμένον αἰῶνα ἀναπετασθήσεται τοῖς ἀξίοις καὶ λεχθήσεται· πορεύεσθε πορεύεσθε διὰ τῶν πυλῶν μου. εἶθ’ ὅπως μηδὲν κώλυμα μηδ’ ἐμπόδιον μηδέ τις φθόνος μηδὲ βάσκανος μὴ πρόφασίς τε μὴ δαίμων μὴ πνεῦμα πονηρὸν μὴ δύναμις ἀντικειμένη διακωλυέτω τὸν λαὸν τὸν ἐμὸν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν εἰσιέναι, ταῦτα δὲ πρός τινας ἀγγελικὰς λεχθήσεται δυνάμεις. εἶθ’ ἑξῆς ἐπιλέγει· ἄρατε σύσσημον εἰς τὰ ἔθνη. ἰδοὺ γὰρ κύριος ἐποίησεν ἀκουστὸν ἕως ἐσχάτου τῆς γῆς· μὴ γὰρ νομιζέτω τις φησὶ περὶ τοῦ Ἰουδαίων λαοῦ ταῦτ’ εἰρῆσθαι, ἐπειδὴ γὰρ εἰς πάντα τὰ ἔθνη τὸ σημεῖον αἴρεσθαι προστάττει καὶ πάντας τοὺς ἕως ἐσχάτου τῆς γῆς εὐαγγελίζεται τὰ προλεχθέντα. εἶτα τὴν θυγατέρα Σιὼν σαφῶς τὴν ἐκκλησίαν τὸν σωτῆρα ἑαυτῆς προσδοκᾶν διδάσκει λέγων· Εἴπατε τῇ θυγατρὶ Σιών· θυγατέρα δὲ Σιὼν ὠνόμασε τὴν νέαν ἐκκλησίαν τοῦ θεοῦ τὴν τὸ καινὸν ὄνομα ἀπειληφυῖαν θυγατέρα οὖσαν τοῦ προτέρου παρὰ Ἰουδαίοις θεοσεβοῦς πολιτεύματος, ᾗ καὶ προσφωνεῖ λέγων· Ἰδοὺ ὁ σωτήρ σοι παραγέγονεν ἔχων τὸν ἑαυτοῦ μισθόν. τήρει δ’ ὅπως αὐτὰ ταῦτα καὶ διὰ τῶν ἔμπροσθεν ἐδηλοῦτο, ἐν οἷς ἐλέγετο· ἰδοὺ κύριος μετὰ ἰσχύος ἔρχεται, ἰδοὺ ὁ μισθὸς αὐτοῦ μετ’ αὐτοῦ καὶ τὸ ἔργον αὐτοῦ ἐναντίον αὐτοῦ, νῦν δέ· Εἴπατε τῇ θυγατρὶ Σιών Ἰδοὺ ὁ σωτήρ σοι παραγέγονεν ἔχων μεθ’ ἑαυτοῦ τὸν μισθὸν αὐτοῦ καὶ τὸ ἔργον αὐτοῦ πρὸ προσώπου αὐτοῦ· πάλαι μὲν οὖν κατὰ τὴν πρώτην αὐτοῦ παρουσίαν ὁ αὐτὸς οὗτος ἦν σωτήρ, δι’ ὧν ἔπραξε καὶ πέπονθεν ὑπὲρ τοῦ τῶν ἀνθρώπων γένους τὴν παρὰ τοῦ θεοῦ σωτηρίαν τοῖς εἰς αὐτὸν πιστεύουσι προξενῶν, παρ’ ᾧ καὶ Ἰησοῦς ὠνομάσθη κατὰ τὴν τοῦ ἀγγέλου μαρτυρίαν. τὴν γὰρ δευτέραν ἄφιξιν αὐτοῦ παριστὰς ὁ λόγος κριτὴν αὐτὸν εἰσάγει καὶ μισθαποδότην. Καὶ καλέσει αὐτὸν λαὸν ἅγιον λελυτρωμένον ὑπὸ κυρίου. ἀντὶ δὲ τοῦ· καὶ καλέσει αὐτόν, καὶ καλέσουσιν αὐτούς, τοὺς σωθησομένους δηλαδή, παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς εἴρηται. οὗτοι μὲν οὖν κληθήσονται λαὸς ἅγιος λελυτρωμένος ὑπὸ κυρίου, σὺ δὲ ἡ τοῦ θεοῦ πόλις, πρὸς ἣν τὰ τοσαῦτα λέλεκται, κληθήσῃ ἐπιζητουμένη πόλις καὶ οὐκ ἐγκαταλελειμμένη. Ἰερουσαλὴμ καταλελειμμένη καὶ γέγονε καὶ κέκληται, αὕτη δὲ περὶ ἧς ὁ πᾶς λόγος ἐπιζητουμένη φησὶν ἔσται καὶ οὐκ ἐγκαταλελειμμένη· ὁ γὰρ ἐλθὼν ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός, οὗτος εὑρὼν αὐτὸ καὶ σώσας οὐκέτ’ ἀπολέσθαι αὐτὸ συγχωρεῖ.