Ancient Greek · ~22 min
Book 2
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 2.53.1
Not analysed yet
Ὥσπερ τοῖς κατορθώσασιν ἐν θεοσεβείᾳ ὁ σωτὴρ ἐλέγετο ἐληλυθέναι ἔχων τὸν ἑαυτοῦ μισθόν, ὡς ἂν τὰς ἀμοιβὰς ἀποδῷ καὶ τὰ βραβεῖα τῆς ἄνω κλήσεως τοῖς ὑπὲρ εὐσεβείας ἠγωνισμένοις, οὕτω τοῖς ἀσεβέσι καὶ τὴν ἐναντίαν ὁδὸν πορευομένοις ὁ αὐτὸς ἐπίφοβος καὶ τιμωρητικὸς ἥξειν θεσπίζεται, ὅθεν ἀνωτέρω μὲν ἐλέγετο· καὶ ὃν τρόπον εὐφρανθήσεται νυμφίος ἐπὶ νύμφῃ, οὕτως εὐφρανθήσεται ἐπὶ σοὶ κύριος. καὶ τὰ λοιπὰ πάντα ὅσα ὁ λόγος τοῖς κατορθοῦσιν ὑπισχνεῖτο, τὰ δὲ προκείμενα τὴν κατὰ τῶν ἀσεβῶν κρίσιν ὑπογράφει, ἐν ᾗ κρίσει πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ θήσει. ὃ δὴ καὶ ὁ θεῖος Ἀπόστολος ἐδίδασκε λέγων· εἶτα τὸ τέλος, ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν· δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρις οὗ θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος. καὶ τούτων τοιγαροῦν τῶν ἀντικειμένων δυνάμεων καὶ τῶν ἀρχῶν καὶ τῶν ἐξουσιῶν τὴν καθαίρεσιν ἡ παροῦσα προφητεία σημαίνει· προσωποποιεῖ δὲ ὁ λόγος ἐρωτήσεις τινῶν ὁρώντων τὸν Χριστὸν τοῦ θεοῦ πολεμικῷ σχήματι θεωρούμενον καὶ τὴν περιβολὴν ᾑμαγμένον, οἳ καὶ πρὸς ἀλλήλους φασὶ τὸ ξένον τοῦ σχήματος ἐκπληττόμενοι· Τίς οὗτος ὁ παραγινόμενος ἐξ Ἐδώμ, ἐρύθημα ἱματίων ἐκ Βοσόρ, οὕτως ὡραῖος ἐν στολῇ αὐτοῦ, βίᾳ μετὰ ἰσχύος; κατὰ δὲ τὸν Σύμμαχον· Τίς οὗτος ἔρχεται ἐξ Ἐδώμ, ἠρυθρωμένος τὸν ἱματισμὸν ἀπὸ Βόσορα, οὕτως εὐπρεπὴς ἐν στολῇ αὐτοῦ, βαίνων πλήθει τῆς ἰσχύος αὐτοῦ; ἐπειδὴ γὰρ ἡ Ἐδὼμ καὶ ἡ Βοσὸρ τῆς τῶν ἀλλοφύλων χώρας καὶ ἀεὶ τῶν πολεμίων τοῦ Ἰσραὴλ ἐτύγχανον οὖσαι, εἰκότως διὰ τούτων τῶν ὀνομάτων τὰς ἀντικειμένας δυνάμεις αἰνίττεται, ὧν ἀνῃρημένων καὶ ὡσπερεὶ κατεσφαγμένων τὸν ἱματισμὸν αὐτοῦ φασιν ᾑμάχθαι. σφόδρα δὲ αὐτὸν ἀλλοῖον ὁρῶντες ἐκ τῆς κατὰ τῶν ἀσεβῶν τιμωρίας οὐδὲ γνωρίζειν ἐοίκασιν αὐτὸν φαιδρὸν καὶ γαληνὸν καὶ ἥμερον αὐτὸν ἐπιστάμενοι. διὸ πυνθάνονται λέγοντες· Τίς οὗτος ὁ παραγενόμενος; ὁ δὲ πρὸς αὐτοὺς ἀποκρίνεται λέγων· ἐγὼ διαλέγομαι δικαιοσύνην καὶ κρίσιν σωτηρίου, κατὰ δὲ τὸν Σύμμαχον· ἐγὼ λαλῶ ἐν δικαιοσύνῃ ὑπερμαχῶν εἰς τὸ σῶσαι· ὑπερμαχῶν γὰρ τῶν ἀδίκως ὑπὸ τῶν ἀντικειμένων δυνάμεων καταπονουμένων, τοὺς μὲν ὡς ἐχθροὺς μετήρχετο, τοὺς δὲ ἔσῳζεν ἐλευθερῶν τῆς ὑπὸ τῶν ἐχθρῶν δυναστείας. Ἐπὶ ταύτῃ τῇ ἀποκρίσει πυνθάνονται αὐτοῦ δεύτερον λέγοντες· διὰ τί ἐρυθρά σου τὰ ἱμάτια καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ πλήρους καταπεπατημένης; κατὰ δὲ τὸν Σύμμαχον· διὰ τί πεπύρρωται τὸ ἔνδυμά σου καὶ τὰ ἱμάτιά σου ὡς πατοῦντος ληνόν; καὶ τοῦτο δὲ πόθεν συνέβη γενέσθαι οὐκ ἀναίνεται διδάξαι. διὸ ἐπιλέγει κατὰ τὸν Σύμμαχον· ληνὸν ἐπάτησα μονώτατος, καὶ ἀπὸ τῶν λαῶν οὐκ ἔστιν οὐδεὶς σὺν ἐμοί, καὶ ἐπάτησα αὐτοὺς ἐν θυμῷ μου καὶ συνεπάτησα αὐτοὺς ἐν τῇ ὀργῇ μου, καὶ ἐρραντίσθη τὸ ἐπινίκιον αὐτῶν ἐπὶ τὰ ἱμάτιά μου, καὶ πάντα τὰ ἐνδύματά μου ἐμόλυνα. ὅρα δὲ ὅπως εἴρηται ληνὸν πεπατηκέναι μονώτατος· μόνῳ γὰρ αὐτῷ τὴν κρίσιν δέδωκεν ὁ πατήρ, τὴν δὲ τῶν ἁμαρτημάτων ἔκπραξιν ληνὸν εἴωθε καλεῖν, διὸ ἐν Θρήνοις ὁ Ἰερεμίας φησί· ληνὸν ἐπάτησε κύριος παρθένῳ θυγατρὶ Ἰούδα. ἐπὶ τούτοις ἐγὼ κλαίω. ὥσπερ δὲ ἡ ἐπὶ τὸ αὐτὸ τῶν ἁμαρτημάτων εὔθυνα καὶ ὁ ἔλεγχος ὁ ἐπ’ αὐτοῖς, ἥ τε ἔκπραξις καὶ ἡ τιμωρία ληνὸς ὠνόμασται, οὕτω καὶ τῶν ἀγαθῶν καρπῶν τῶν ἐκ τῆς ἀγαθῆς ἀμπέλου τρυγωμένων ληνοὶ θεοφιλεῖς καὶ θεῷ ἀρεσταὶ γίγνονται, ἐφ’ αἷς καὶ ἐπιλήνιοι ὕμνοι εἴρηνται ἐν τοῖς Ψαλμοῖς. ἀλλὰ γὰρ τῶν εἰρημένων μόνος αὐτὸς καὶ μηδενὸς αὐτῷ συμπράττοντος τὴν ληνὸν ἐπάτησε καὶ πάντας τοὺς ἐχθροὺς κατὰ τὸν ἐκδικήσεως καιρὸν ἐκποδὼν ἐποιήσατο, καταργῶν πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν· δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρις οὗ θῇ πάντας ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. οὕτω δ’ οὖν ὑποτάξας τοὺς ἐχθροὺς καὶ καταθλάσας αὐτῶν τὸ σπέρμα μηδενὸς ἐχθροῦ λοιπὸν ὑφεστῶτος μηδὲ διαβόλου μηδὲ δαίμονος μηδὲ κακίας μηδὲ ἁμαρτίας ἔτ’ οὔσης τοὺς ὑπ’ αὐτῷ βασιλευθησομένους ἐν τῷ καινῷ αἰῶνι προσάξει τῷ πατρὶ ὅτε καὶ παραδώσει τὴν βασιλείαν τῷ θεῷ καὶ πατρὶ κατὰ τὸν Ἀπόστολον. μολύνει δὲ τὰ ἐνδύματα αὐτοῦ ὥσπερ ἐρυθρὰ γενέσθαι αὐτὰ λέγεται ὡς ἐν προσωποποιΐᾳ ἐμφαντικῶς· ὥσπερ καὶ τὸ αἷμα τῶν ἐχθρῶν, περὶ οὗ φησι· καὶ κατήγαγον τὸ αἷμα αὐτῶν εἰς γῆν· οὐ γὰρ δὴ αἰσθητὸν αἷμα νοητέον εἶναι περὶ τὰς ἀντικειμένας δυνάμεις, μὴ ἄρα τροπικῶς ἐκδεκτέον καὶ ταῦτα; Εἶτα πάλιν ἡμέρας ἀνταποδόσεως καὶ ἐνιαυτοῦ λυτρώσεως μέμνηται, ὥσπερ καὶ ἀνωτέρω ἐπὶ τῶν χρηστοτέρων ἐλέγετο· κηρύξαι ἐνιαυτὸν κυρίου δεκτὸν καὶ ἡμέραν ἀνταποδόσεως τῷ θεῷ ἡμῶν. ὁ γὰρ νέος αἰὼν ὁ σύμπας ἐνιαυτὸς κυρίου δεκτὸς ὠνόμασται, ὡς ἂν αὐτὸν ἕξων τὸν κύριον φῶς αἰώνιον, ὁ δ’ αὐτὸς καὶ ἡμέρα ἀνταποδόσεως κέκληται. διό φησιν· ἡμέρα ἀνταποδόσεως ἦλθεν αὐτοῖς, καὶ ἐνιαυτὸς λυτρώσεως πάρεστιν· ἐν ταὐτῷ γὰρ τοὺς μὲν οἰκείους λυτρώσεται, τοῖς δ’ ἀνταποδώσει κατὰ τὸ εἰρημένον παρὰ Μωσεῖ· καὶ ἀνταποδώσει δίκην τοῖς ἐχθροῖς καὶ τοῖς μισοῦσιν ἀνταποδώσει. Εἶτά φησι· καὶ ἐπέβλεψα, καὶ οὐκ ἦν ὁ βοηθῶν· καὶ προσενόησα, καὶ οὐθεὶς ἀντελαμβάνετο· καὶ ἐρρύσατο αὐτοὺς ὁ βραχίων μου. νοήσομεν δὲ πῶς ὁ λόγος εἴρηται ἐπιστήσαντες ὡς μόνος αὐτὸς ἐκένωσεν ἑαυτὸν μορφὴν δούλου λαβὼν καὶ ἐταπείνωσεν ἑαυτὸν ὑπήκοος γενόμενος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. ἃ γὰρ οὐδεὶς πώποτε ἀνθρώπων οὐδὲ ἀγγέλων οὐδὲ τῶν θείων δυνάμεων ὑπέστη, μόνος αὐτὸς ὑπὲρ τῆς ἡμετέρας ἀνεδέξατο σωτηρίας, διὸ καὶ μόνῳ αὐτῷ ὁ πατὴρ ἐχαρίσατο τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα καὶ τὴν κατὰ πάντων κρίσιν ἐνεχείρισεν. ὁ δὲ τὴν παρὰ τοῦ πατρὸς λαβὼν ἐξουσίαν τοὺς μὲν ἐρρύετο τοὺς σωτηρίας ἀξίους, τοὺς δὲ πολεμίους καὶ ἐχθροὺς ἐτροποῦτο. διό φησι· καὶ ὁ θυμός μου ἐπέστη, καὶ κατεπάτησα αὐτοὺς καὶ κατήγαγον τὸ αἷμα αὐτῶν εἰς τὴν γῆν, ἀνθ’ οὗ οἱ λοιποὶ ἑρμηνευταὶ τὸ νῖκος αὐτῶν ἐκδεδώκασιν· ἐπειδὴ γὰρ ἐδόκουν τὸ πρότερον ἀνυπότακτοί τινες εἶναι καὶ μηδενὶ παραχωροῦντες τῆς νίκης, εἰκότως τὴν ἧτταν καὶ τὴν ταπείνωσιν αὐτῶν αἰνιττόμενος φάσκει εἰς γῆν κατενηνοχέναι τὸ νῖκος αὐτῶν.