Ancient Greek
Book 2
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 2.54.1
Not analysed yet
Ἡ μὲν περὶ τῆς δευτέρας τοῦ Χριστοῦ παρουσίας προφητεία περιγέγραπται, ἑτέρας δ’ ὑποθέσεως κατάρχεται ὁ λόγος, δι’ ἧς ἐξαγορεύει μὲν τὰς τοῦ θεοῦ εἰς τὸν Ἰουδαίων λαὸν εὐεργεσίας. ἐκ προσώπου δὲ τοῦ λαοῦ κατηγορίαν αὐτοῦ ποιεῖται παριστὰς διὰ τῆς ἐξομολογήσεως τὴν ἀποβολὴν αὐτῶν καὶ τὴν ἐσχάτην τῆς Ἰερουσαλὴμ ἐρημίαν δικαίᾳ κρίσει τοῦ θεοῦ γεγονέναι. διό φησι· Τὸν ἔλεον κυρίου ἐμνήσθην, καὶ ἐπιφέρει· τὰς ἀρετὰς κυρίου ἀναμνήσω, οὐ μὴν ἀλλὰ καὶ τὰς παραδόξους εὐεργεσίας τοῦ ἐλέους αὐτοῦ οὔποτε λήθῃ παραδώσω, μεμνήσομαι δὲ διὰ παντὸς ἐγὼ καὶ τοῦ ἐλέους καὶ τῶν θαυμασίων αὐτοῦ, ὧν πώποτε ἡμῖν παρέσχεν. εἰ καὶ σκυθρωπὰ μετῆλθεν ἡμᾶς ἐπὶ τέλει καὶ τῇ ὀργῇ τοῦ θεοῦ καὶ τὸ ἔθνος καὶ ἡ πόλις Ἰερουσαλήμ, ὅτε ἐν αὐτῇ νεὼς παρεδόθη ἕως ἐκ βάθρων ἀρθῆναι αὐτά. ἀντὶ δὲ τοῦ· ἐν πᾶσιν, οἷς ἀποδίδωσιν ἡμῖν, ὁ Σύμμαχος περὶ πάντων, ὧν εὐηργέτησεν ἡμᾶς εἴρηκε, καὶ πάλιν ἀντὶ τοῦ· κύριος κριτὴς ἀγαθὸς τῷ οἴκῳ Ἰσραὴλ καὶ τῶν ἑξῆς, ὁ Σύμμαχος· κύριος ἐκ πλήθους ἀγαθωσύνης τῷ οἴκῳ Ἰσραήλ, ὃς εὐηργέτησεν αὐτοὺς κατὰ τοὺς οἰκτιρμοὺς αὐτοῦ. ταῦτα τοίνυν πάντα φησὶν ἀναμνήσω τὰ πλήθη καταριθμούμενος τῆς ἀγαθωσύνης αὐτοῦ, ἐν οἷς καὶ τοῦτο μέγιστον ἐδωρήσατο χάρισμα καταξιώσας τέκνα ἑαυτοῦ ὀνομάσαι τὸν λαόν, εἰ μὴ ἀθετοῖεν τὴν αὐτοῦ χάριν. διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· πλὴν λαός μού εἰσιν, υἱοὶ οὐκ ἀσυνθηκοῦντες. ἀπήλεγχεν δὲ αὐτοὺς κατ’ ἀρχὰς τῆς προφητείας λέγων· υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν . Αὐτὸς μὲν οὖν προαρξάμενος ἔσπευσεν ἐπὶ τὴν τοῦ λαοῦ αὐτοῦ σωτηρίαν αὐτάγγελος παρὼν καὶ δι’ ἑαυτοῦ, οὐχὶ δι’ ἑτέρων διακονούμενος αὐτοῖς τὴν τῶν ἀγαθῶν χορηγίαν. διό φησιν· οὐ πρέσβυς οὐδὲ ἄγγελος, ἀλλ’ αὐτὸς ἔσωσεν αὐτοὺς διὰ τὸ ἀγαπᾶν αὐτοὺς καὶ φείδεσθαι αὐτῶν καὶ τὰ ἑξῆς. τὰ μὲν οὖν τῆς αὐτοῦ φιλανθρωπίας τοιαῦτα οἱ δὲ οὐκ ἀξίους ἑαυτοὺς τῶν εὐεργεσιῶν παραστήσαντες πειρῶνται ἐχθρὸν αὐτὸν ἑαυτοῖς καταστῆσαι. αὐτίκα γοῦν ὁ τὰ τοσαῦτα δεδωρημένος αὐτοῖς ἀγαθὰ πολέμιος κατέστη αὐτοῖς ἀνενέγκας τῇ μνήμῃ ὡς νῦν οὐ πρῶτον τοιοῦτοι γεγόνασι, πάντοτε δὲ καὶ ἐκ πρώτης τῆς εἰς αὐτοὺς ἐπισκοπῆς ἀπηνεῖς ἦσαν καὶ ἀνεπαίσθητοι τῶν τοῦ θεοῦ εὐεργεσιῶν. Αὐτίκα δ’ οὖν ἐπὶ Μωσέως ὁποῖα μυρίων καταξιωθέντες παραδόξων εὐεργεσιῶν οὐδαμῶς τὸν εὐεργέτην πρὸ ὀφθαλμῶν ἔθεντο οὐδὲ ἐλογίσαντο παρ’ ἑαυτοῖς, τίς ἦν καὶ οἷος ὁ τὰ τοσαῦτα αὐτοῖς θαύματα ἐπιδεδειγμένος, ἀλλὰ καὶ ἐμοσχοποίησαν καὶ πάλιν εἰδωλολάτρησαν καὶ μυρία ἕτερα ἠσέβησαν ἐπ’ αὐτῆς τῆς ἐρήμου μὴ λογισάμενοι τῇ διανοίᾳ, ὅπως αὐτοὺς διὰ τῆς θαλάσσης τῆς ἐρυθρᾶς διήγαγε, Μωσέα οἷα προβάτων ποιμένα ἐπιστήσας αὐτοῖς, ὃν καὶ μέγαν προφήτην καὶ θεράποντα ἑαυτοῦ ἀνέδειξε πληρώσας αὐτὸν τοῦ ἰδίου πνεύματος. ἀντὶ δὲ τοῦ· κατίσχυσεν ὕδωρ ἀπὸ προσώπου αὐτοῦ, ὁ Σύμμαχος ὁ ῥήξας ὕδατα ἔμπροσθεν αὐτῶν εἴρηκε, ποιῆσαι αὐτῶν ὄνομα αἰώνιον. οὕτως οὖν διαρρήξας τὰ τῆς ἐρυθρᾶς θαλάσσης ὕδατα ὡς ἵππον δι’ ἐρήμου καὶ διὰ ξηρᾶς καὶ ὡς κτήνη διὰ πεδίου παρήγαγεν αὐτούς, ἀλλὰ τούτων οὐδεμίαν μνήμην ποιησάμενοι οἱ ὑπὸ τοῦ λόγου δηλούμενοι ἠπείθησαν καὶ παρώξυναν τὸ πνεῦμα τὸ ἅγιον αὐτοῦ· διὸ καὶ ἐστράφη αὐτοῖς εἰς ἔχθραν, καὶ αὐτὸς ἐπολέμησεν αὐτούς. Ὁ πρότερος ὑπέρμαχος αὐτῶν ὀρθῷ λόγῳ καὶ δικαιοσύνῃ τοῦτο κρίνας πλὴν ἐπεὶ φιλάνθρωπος καὶ ἀγαθὸς οἷα θεὸς τὴν φύσιν ἐστίν, οὐκ ἀποναρκητέον ἡμῖν οὐδ’ ἀπογνωστέον τὴν ἐξ αὐτοῦ σωτηρίαν· ἔξεστι γὰρ ἱκετηρίαις καὶ ἐξομολογήσεσιν ἑαυτοὺς ἐπιδιδόντας ἵλεων αὐτὸν κτήσασθαι. διὸ κοινῇ πάντες, ἐγώ τε ὁ ταῦτα λέγων προφήτης, καὶ ὑμεῖς οἱ ἐν τῷ λαῷ θεοσεβεῖν προῃρημένοι καθικετεύοντες καὶ λιπαραῖς ταῖς παρακλήσεσιν ἀντιβολοῦντες λέγομεν· Ἐπίστρεψον ἐκ τοῦ οὐρανοῦ καὶ ἴδε ἐκ τοῦ οἴκου τοῦ ἁγίου σου καὶ δόξης σου. εἴ γε δεικνύομεν αὐτῷ τὴν ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττω μεταβολὴν λέγοντες· καὶ ἴδε καὶ τοῦτο δέ, ὦ κύριε, ἀναγκαῖον ὑπομνῆσαι ὡς πολλάκις οὐ δι’ ἡμᾶς, ἀλλὰ διὰ τὸν σὸν ζῆλον ἐποίησας μεθ’ ἡμῶν καίτοι ἀναξίων ὄντων καὶ παρέσχου τὰ σαυτοῦ ἐλέη· ποῦ τοίνυν ἐστὶν ὁ ζῆλός σου ἐκεῖνος καὶ ἡ ἰσχύς σου καὶ τὸ πλῆθος τοῦ ἐλέους σου; ἤδη γὰρ καὶ ἄλλοτε πολλάκις ἁμαρτησάντων ἡμῶν ἠνέσχου καὶ οὐδὲν θαυμαστόν, ἐπειδὴ ἅπαξ κατηξίωσας εἰπεῖν· ὁ λαός μου τέκνα καὶ ὁ λαός μου υἱοί εἰσιν. ὡς οὖν πατὴρ τέκνων καὶ πρότερον ἠνέσχου, καὶ νῦν πάλιν ἀνάσχου· οὐ γὰρ Ἀβραὰμ ἦν πατὴρ ἡμῶν, εἰ καὶ διακονεῖσθαι τῇ κατὰ σάρκα ἡμῶν ἔδοξε γενέσει, ἀληθεῖ δὲ λόγῳ σὺ πατὴρ ἡμῶν εἶ ἅτε πατὴρ πάντων πνευμάτων ὑπάρχων καὶ τῶν κατ’ εἰκόνα τὴν σὴν πεποιημένων ψυχῶν. διὸ ῥύσασθαι ἡμᾶς ἀντιβολοῦμεν, ἐπείπερ τὸ ὄνομά σου κοσμεῖ ἡμᾶς. διὸ χαριζόμενος τῷ σαυτοῦ ὀνόματι, ἵνα μὴ βλασφημεῖται παρὰ τοῖς ἔθνεσι, καταξίωσον ἡμᾶς τοῦ σοῦ ἐλέους. Ταῦτα εἰπὼν ὁ προφήτης ἐξ οἰκείου προσώπου καὶ τῶν ἐν τῷ λαῷ εὐλαβεστέρων καὶ ταῦτα προστίθησιν ἐκ προσώπου τῶν ἐν τῷ λαῷ φιλαιτίων καὶ φιλεγκαλημόνων οὐκ ὀκνούντων πολλάκις καὶ αὐτῷ καταμέμφεσθαι τῷ θεῷ. διό φασι· τί ἐπλάνησας ἡμᾶς, κύριε, ἀπὸ τῆς ὁδοῦ σου, ἐσκλήρυνας τὰς καρδίας ἡμῶν τοῦ μὴ φοβεῖσθαί σε; ὡς ἐκ προσώπου τοῦ λαοῦ ταῦτά φησιν· ὥσπερ γὰρ ἐσκλήρυνάς ποτε τὴν καρδίαν Φαραώ, οὕτως φησὶ καὶ ἡμᾶς νῦν ἐσκλήρυνας ἀναξίους εἶναι κρίνας τοῦ φόβου σου, ἀλλὰ καὶ ἐπλάνησας ἡμᾶς σὺ αὐτός, ὦ κύριε, τοῦ μὴ γνωρίσαι τὴν ὁδόν σου. πλὴν ἀλλ’ εἰ καὶ ἡμεῖς τοιοῦτοι, σὺ γοῦν ὡς θεὸς διὰ τοὺς δούλους σου, εἰκὸς γὰρ εἶναί τινας ἐν τῷ παντὶ πλήθει τοιούτους, ἐπίστρεψον, καὶ ἐπειδὴ κλῆρός σου κατηξιώθημεν ὀνομάζεσθαι, ἱκετεύομεν· Ἐπίστρεψαι διὰ τοὺς δούλους σου καὶ διὰ τὰς φυλὰς τῆς κληρονομίας σου, ἵνα κἂν διὰ τοὺς σοὺς δούλους καὶ τὰς φυλὰς τῆς κληρονομίας σου δυνηθῶμεν καὶ ἡμεῖς οἱ ἀνάξιοι μικρᾶς τινος μερίδος τυχεῖν ἐν τῷ ἐπηγγελμένῳ ὑπὸ σοῦ ὄρει ἁγίῳ, οὗ παντελῶς νῦν ἀποπεπτώκαμεν, ἐπειδήπερ οἱ ὑπεναντίοι ἡμῶν κατεπάτησαν τὸ ἁγίασμά σου. Καὶ τοῦτ’ ἔπραξαν διὰ τὸ σὲ ἀποστραφῆναι ἡμᾶς· οὕτω γοῦν καταλειφθέντες ἔρημοι τῆς σῆς ἐπισκοπῆς τοιοῦτοι νῦν ἐσμεν, ὁποῖοι καὶ πρὶν σὲ ἡμῶν ἄρξαι. ὡς γὰρ ἦν ποτε χρόνος, ὅτε οὔτε προφήτας οὔτε ἱερέας οὔτε βασιλέας οὔτε τι τῶν σῶν χαρισμάτων εἴχομεν, τὸν αὐτὸν τρόπον καὶ νῦν εἰς ἐκείνην κατέστημεν τὴν ἐρημίαν. ἦμεν δὲ τοιοῦτοι ἐν Αἰγύπτῳ μακρῷ διατρίψαντες χρόνῳ πρὶν καὶ Μωσέα ἡμῖν ἐπιστῆναι. τὸ τηνικαῦτα γὰρ οὐδὲ τὸ ὄνομά σου ἐκόσμει ἡμᾶς οὐδὲ λαός σου ἐχρηματίζομεν οὐδὲ μερὶς κληρονομίας σου, καὶ νῦν δὲ ὁμοίως εἰς τὸ αὐτὸ περιέστημεν τέλος. ταῦτα πάντα ἔοικεν ἀναφέρεσθαι ἐπὶ τὸν καιρὸν τὸν μετὰ τὴν παρουσίαν τοῦ σωτῆρος ἡμῶν, ἐν ᾧ παντελῶς κατελείφθησαν διὰ τὰ κατὰ τοῦ σωτῆρος ἡμῶν τολμηθέντα αὐτοῖς. νῦν γὰρ ὡς ἀληθῶς τοιοῦτοι γεγόνασιν ὡς τὸ ἀπ’ ἀρχῆς, ὅτε οὐκ ἦρχεν αὐτῶν ὁ θεός. Ἀντὶ δὲ τοῦ· ἐὰν ἀνοίξῃς τὸν οὐρανόν, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη καὶ τῶν ἑξῆς, ὁ Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον· ἐγενήθημεν ὡς ἀπ’ αἰῶνος, ὧν οὐκ ἐξουσιάσεις οὐδὲ ἐπεκλήθη τὸ ὄνομά σου αὐτοῖς, οὐδὲ ῥήξας οὐρανοὺς κατέβης. ἀπὸ προσώπου σου ὄρη κατέρρευσεν, ὡς ἔκκαυσις πυρὸς ἐτάκη θάλασσα, ὕδατα ἐπτοήθησαν. τοιοῦτοι γοῦν φησι γεγόναμεν ὁποῖοι μηδὲ πώποτε πειραθέντες τῶν σῶν θαυμάτων, οἷς οὐκ ἔδειξας τὰ θαυμάσιά σου τὰ ἐπὶ Μωσέως γεγεννημένα. κατὰ δὲ τοὺς Ἑβδομήκοντα · τοιοῦτοι μὲν ἡμεῖς φησι γεγόναμεν ὁποῖοι ἦμεν πρὶν ἄρξαι σὲ ἡμῶν. πλὴν ἀλλ’ ἴσμεν ἀκριβῶς καὶ πεπείσμεθα, ὅτι ἐὰν θελήσῃς ἀνοῖξαι τὸν οὐρανὸν θεὸς ὢν καὶ πάντα δυνατός, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη, τὰς ἀντικειμένας δηλαδὴ δυνάμεις τὰς ἐπαιρομένας κατὰ τῆς γνώσεώς σου, καὶ τακήσονται ὡς κηρὸς ἀπὸ πυρός, ἀλλὰ καὶ πῦρ καταφάγεται τοὺς ὑπεναντίους τῆς σῆς θεότητος. ἔργῳ τε δειχθήσεται πᾶσι τοῖς ἐχθροῖς ἡ δύναμις τοῦ ὀνόματός σου, καὶ τὰ ἔθνη δὲ τὰ σὲ μὴ εἰδότα τὸν θεόν, εἰ βουληθείης αὐτὸ μόνον διανοίξας τὸν σαυτοῦ οὐρανὸν ἐπισκοπῆσαι τοὺς ἐπὶ τῆς γῆς, ταραχθήσονται, καὶ τρόμος λήψεται ἀπὸ σοῦ τὰ προλεχθέντα ὄρη. Τοσαύτη πάρεστί σοι δύναμις, ὅθεν ἀπὸ τοῦ αἰῶνος οὐκ ἠκούσαμεν, τίς ἕτερος τοιοῦτος θεὸς οὐδὲ δυνάμεθα ψευδομαρτυρήσαντες εἰπεῖν ὡς ἄρα καὶ ἄλλον τινὰ τοιούτων ἔργων ποιητὴν τεθέανται ἡμῶν οἱ ὀφθαλμοὶ οὔτε οὖν θεὸν πλὴν σοῦ ἕτερον εἴδομεν οὔτε πράξεις θεϊκάς. ὁποῖα δὲ τοῖς σὲ ὑπομένουσιν ὁρᾶν παρέσχες, ὑφ’ ἑτέρου γεγενημένα τιθέμεθα. ἔνθα γενόμενος ἐπίστησον, ὅπως θεὸν ὁρώμενον ὁ προφητικὸς εἰσάγει λόγος φάσκων ἐκ προσώπου τοῦ λαοῦ· οὐδὲ οἱ ὀφθαλμοὶ ἡμῶν εἶδον θεὸν πλὴν σοῦ. καὶ μήν· θεὸν οὐδεὶς ἑώρακε πώποτε, καί· οὐδεὶς ὄψεται μου τὸ πρόσωπον καὶ ζήσεται, ἀλλ’ ἔοικε τὸν Χριστὸν τοῦ θεοῦ διὰ τούτων αἰνίττεσθαι, τὸν δὲ ἐπὶ τῆς ἐρήμου χρηματίσαντα Μωσεῖ, τῷ τε παντὶ λαῷ ἑωραμένον διὰ τῆς ἐμφαινομένης τοῖς πᾶσι δόξης, περὶ ἧς εἴρηται· καὶ ἑώρα πᾶς ὁ λαὸς τὴν δόξαν κυρίου. Τούτοις ἑξῆς ἐπιφέρει· ἰδοὺ σὺ ὠργίσθης, καὶ ἡμεῖς ἡμάρτομεν, ὡσεὶ σαφέστερον ἔλεγεν, ἐπειδὴ ἡμάρτομεν ἡμεῖς, σὺ ὠργίσθης, ἀλλὰ καὶ ἐπλανήθημέν φησι, καὶ ἐγενήθημεν ὡς ἀκάθαρτοι πάντες ἡμεῖς. εἰ δὲ καί τις ἐνομίσθη παρ’ ἡμῖν εὑρίσκεσθαι δικαιοσύνη καὶ πρᾶξις δικαία, ἐρρυπωμένη καὶ αὐτὴ καὶ ἄτιμος ἐλήλεγκται. διόπερ ὡς ἄκαρπον δένδρον ἀποβαλὸν τοὺς καρποὺς τοιοῦτοι γεγόναμεν, ἀλλὰ καὶ ὡς φύλλα ἐξερρεύσαμεν πάντες καὶ διεσκεδάσθημεν ὡς χοῦς ἀπὸ προσώπου ἀνέμου . Καὶ οὐδεὶς ἐν ἡμῖν εἴρηται τοιοῦτος ὡς ἐπικαλεῖσθαι τὸ ὄνομά σου καὶ δυσωπεῖν σε διὰ τῶν προσευχῶν δύνασθαι· οὐδὲ γὰρ ἀντέχεταί τις οὐδ’ ἐν μνήμῃ τίθεται τὴν παρὰ σοῦ βοήθειαν. διὸ εὐλόγως ἀπέστρεψας τὸ πρόσωπόν σου ἀφ’ ἡμῶν· πλὴν ὅμως καὶ μετὰ ταῦτά σε πάτερ γινώσκομεν, οὐκ ἀγνοοῦμεν δὲ καὶ ἑαυτοὺς ὡς οὐδὲν διενηνώχαμεν πηλοῦ, οὗ σὺ μόνος πλάστης γέγονας, καὶ ὀστράκου δὲ εὐθραύστου σκεύους κατ’ οὐδὲν διαφέρομεν ἄλλοτε ἄλλως ῥηγνύμενοι καὶ συντριβόμενοι. διὸ ἀπιδόντας σε τῇ σαθρότητι τῆς ἡμετέρας ἀσθενείας ἀντιβολοῦμεν νεῖμαι συγγνώμην τοῖς ἡμαρτημένοις ἀνενέγκαντα τῇ μνήμῃ, ὡς σός ποτε λαὸς ἐχρηματίσαμεν καὶ σὴ πόλις, ἣ νῦν ἔρημος, καὶ σὸν ἁγιαστήριον, τὸ νῦν καθῃρημένον, καὶ ὡς ὁ οἶκος τοῦ ἁγιάσματός σου μεταβέβληται εἰς κατάραν καὶ πυρὶ παραδέδοται ὁ ὑπὸ τῶν πατέρων ἡμῶν εὐλογηθεὶς τόπος, κατὰ δὲ τὸν Σύμμαχον· ἔρημός φησιν ἐγένετο Ἰερουσαλήμ, εἰς ἀφανισμὸν ὁ οἶκος τοῦ ἁγιάσματος ἡμῶν, ὅπου ὕμνησάν σε οἱ πατέρες ἡμῶν, ἐγένετο εἰς καῦσιν πυρός, καὶ πᾶν τὸ ἐπιθυμητὸν ἡμῶν ἐγένετο εἰς ὄνειδος. μὴ ἐπὶ τούτοις ἐγκρατεύσῃ, κύριε, καὶ σιγήσῃς καὶ ταπεινώσῃς ἡμᾶς ἕως σφόδρα;