Ancient Greek · ~28 min
Book 2
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 2.55.1
Not analysed yet
Πρὸς τὰς προεκτεθείσας φωνὰς δι’ ὧν ἐκ προσώπου τοῦ λαοῦ ἱκετηρίαι ἀνεπέμποντο καὶ ἐξομολογήσεις ἤδη δὲ καὶ ὡσπερεὶ μέμψεις τῶν εἰρηκότων· πεπλάνηκας ἡμᾶς, κύριε, ἀπὸ τῆς ὁδοῦ σου, ἐσκλήρυνας τὰς καρδίας ἡμῶν τοῦ μὴ φοβεῖσθαί σε, ἀπόκρισις διὰ τοῦ προφητικοῦ πνεύματος δίδοται τοῦτον ἔχουσα τὸν νοῦν· καὶ πῶς οἷόν τε ἦν ἐμὲ τὸν μὴ βουλόμενον τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὴν μετάνοιαν αὐτοῦ τοὺς τὰ τοιαῦτα εὐχομένους καὶ ἐξομολογουμένους ὑπερορᾶν; πῶς δὲ δυνατὸν ἐμὲ τὸν ἀπὸ πλάνης ἐπὶ τὴν ἀλήθειαν ἐπιστρέφειν πάντας ἀνθρώπους ἐθέλοντα τὸν καὶ τοὺς πίπτοντας ἀνίστασθαι παρακαλοῦντα ὑμᾶς ἀποπλανᾶν τῆς ἐμῆς ὁδοῦ ἢ τὰς καρδίας ὑμῶν σκληρύνειν τοῦ φοβεῖσθαί με; καὶ μὴν εἴ τις ἐθέλοι φιλαλήθει λογισμῷ τὴν ἐμὴν ὁρᾶν φιλανθρωπίαν, εὕροι ἂν φθάνοντά με ταῖς εὐεργεσίαις καὶ τοὺς μακρὰν ἀφεστῶτας τῆς ἐμῆς γνώσεως. αὐτίκα δ’ οὖν τοῖς ἐκτὸς μηδὲ πώποτε ἐρωτήσασί με ἐμφανῆ κατέστησα ἐμαυτὸν δι’ ὑπερβάλλουσαν φιλανθρωπίαν, ὥστ’ ἤδη τοὺς ἀλλογενεῖς καὶ ἀλλοφύλους τὴν ἐμὴν γνῶσιν ἀνειληφέναι καίπερ μηδὲν εἰς τοῦτο συμβαλλομένους. ἀλλὰ καὶ τοῖς μὴ ζητήσασι τὴν ἐμὴν χάριν ταύτης μετέδωκα φθάσας τε τὰς ἑτέρων παρακλήσεις· πρὶν καὶ εὔξασθαι, πρὶν καὶ ἱκετεῦσαι αὐτούς, εἶπον Ἰδού εἰμι. Ὁ τοίνυν καὶ περὶ τοὺς ἀλλοτρίους τῆς ἐμῆς γνώσεως οὕτω χρηστὸς καὶ ἀγαθὸς πεφυκὼς πῶς ἂν περὶ ὑμᾶς ὠμός τις καὶ ἀπηνὴς καὶ ἀδικώτατος ἐφάνην; καὶ μὴν ἐξ ὑμῶν ἀπηρξάμην τῆς ἐμαυτοῦ χάριτος καὶ πρώτοις ὑμῖν τὰς ἐμαυτοῦ χεῖρας ἐξεπέτασα προσκαλούμενος καὶ ἐναγκαλιζόμενος ὡς ἂν ἐμαυτοῦ γνησίους υἱούς· ὑμεῖς δὲ ἀπειθοῦντες διετελεῖτε καλοῦντός τε καὶ παρακαλοῦντος ἐμοῦ σπεύδειν ἐπὶ τὴν παρ’ ἐμοὶ σωτηρίαν. Ὑμεῖς τὴν ἐναντίαν ὡδεύσατε πολυπλασιάζοντες τὰ ἑαυτῶν κακά. ἢ οὐχ ὑμεῖς ἐστε ἐκ τοῦ παντὸς αἰῶνος παροξύνοντές με οἱ τὸν καθηγιασμένον ἐμοὶ νεὼν ἐγκαταλείποντες, εἰδωλολατρίᾳ δὲ καὶ πολυθέῳ πλάνῃ ἐκδότους ἑαυτοὺς παρέχοντες ὡς θυσιάζειν μὲν ἐν τοῖς κήποις, θυμιᾶν δὲ πνεύμασιν ἀκαθάρτοις καὶ πονηροῖς δαιμονίοις ἐν τοῖς ἐκ πλίνθων κατεσκευασμένοις ὑμῖν βωμοῖς, ἀλλὰ καὶ ἐν τοῖς μνήμασι καὶ ἐν τοῖς σπηλαίοις ἐγκαθεύδοντες; τοιαῦτα δὲ ἦν τὰ νομιζόμενα τῶν θεῶν ἱερὰ τὰς μαντείας ἑαυτοῖς περινοεῖτε. τί γὰρ ἄλλο ἢ τοῖς πάμπαν ἀνόμοις καὶ ἀλλογενέσιν ὁμοιούμενοι καὶ χοιρείων ἤδη κρέων ἐμφορεῖσθε καὶ πάντα τὰ κατὰ τοὺς οἴκους ὑμῶν σκεύη μιαραῖς μολύνειν θυσίαις οὐκ ἀποκνεῖτε. Καὶ τὸ χείριστον, ἐφ’ ᾧ καὶ μάλιστα θυμοῦ πληροῦσθαι καὶ ἀγανακτεῖν ἄξιον, ὅτι δὴ ἐπὶ τοῖς αὐτοῖς ὡς ἂν ἐπ’ ἀγαθαῖς πράξεσι σεμνυνόμενοι πάντων ἀνθρώπων καθαρώτεροι εἶναι διέκεισθε, ὡς μηδὲ βούλεσθαι πλησιάζειν τοῖς τυχοῦσι μηδὲ τῶν πέλας ἐφάπτεσθαι καταξιοῦν, λέγειν δὲ τοῖς προσιοῦσι· μὴ ἐγγίσῃς μοι, ὅτι καθαρός εἰμι. ἄρ’ οὖν ἐπὶ τούτοις οὐ δικαιότατα κινηθήσεται κατ’ αὐτῶν ὁ λεγόμενος θυμὸς τοῦ θεοῦ, ἡ τιμωρητικὴ δηλαδὴ δύναμις, καὶ τὸ κατ’ αὐτῶν ἐξάψον πῦρ; Ἀναγέγραπται γὰρ τοῦτ’ ἔστιν ἐνώπιόν μου οὐδὲ παρελθεῖν ἐστὶν αὐτά, ἔστ’ ἂν τὴν ὑπὲρ αὐτῶν ἀποτίσωσι τιμωρίαν, καὶ οὐ τὴν ὑπὲρ αὐτῶν μόνον, ἀλλὰ καὶ ὑπὲρ ὧν οἱ πατέρες αὐτῶν ἠσέβουν ἄρτι μὲν θυμιῶντες ἐπὶ τῶν ὀρέων καὶ αὐτοὶ καὶ ἐπὶ τῶν βουνῶν εἰδωλολατροῦντες, ἄρτι δὲ χλευάζοντες τοὺς ἐμοὺς νόμους, ἃ δὴ κατὰ καιρὸν εἰς τὸν αὐτῶν ἀποδοθήσεται κόλπον. Εἴρηται δὲ τὰ λελεγμένα κατὰ τῶν ἀσεβούντων ἐν τῷ λαῷ, ὡσεί τις εὑρεθείη ἐν τῷ πλήθει σωτηρίας ἔχων ἐλπίδα ἐλεύθερος ἔσται τῶν εἰρημένων, εἰ γὰρ καὶ ὁ ἀμπελὼν κυρίου σαβαὼθ οἶκος τοῦ Ἰσραήλ, ἀντὶ σταφυλῆς ἐποίησεν ἀκάνθας καὶ ἀντὶ κρίσεως ἀνομίαν καὶ οὐ δικαιοσύνην ἀλλὰ κραυγήν. καὶ εἰ τούτων ἕνεκα ἐρημία καὶ ἀφανισμὸς παντελὴς κατ’ αὐτοῦ ὥρισται, ἀλλ’ εἴ πού τις ἐν τῇ τοσούτων ἀπωλείᾳ εὑρεθείη ὡς ἐν βότρυι ξηρῷ ὑγιὴς καὶ ἐρρωμένος ῥώξ, οὐ διαπεσεῖται παρ’ ἐμοὶ κριτῇ οὗτος οὐδὲ συναπολεῖται τοῖς ἀπολλυμένοις διὰ τὸ μετέχειν αὐτὸν εὐλογίας. οὕτω δ’ ἔσται ὁ ῥὼξ οὗτος τίμιος παρ’ ἐμοὶ ὅσῳ καὶ σπάνιος. κατὰ τοῦτο δὴ τὸ παράδειγμα καὶ ἐπὶ τοῦ παντὸς ἔθνους ποιήσω, εἴ πού τις εὑρεθείη ἐν αὐτοῖς σωτηρίας ἄξιος. διὸ οὐ μὴ ἀπολέσω πάντας, ἀλλὰ τὸν ἐν αὐτοῖς δουλεύοντά μοι ἐξάξω ἀφορίσας τῶν ἀπολλυμένων, καὶ ἔσται οὗτος σπέρμα ἐξ Ἰακὼβ σπέρμα ζώπυρον καὶ χρήσιμον, δυνάμενον καὶ εἰς ἑτέρων χρησιμεῦσαι καρποφορίαν. οἷον ἦν καὶ τὸ διὰ τῶν ἔμπροσθεν εἰρημένον τό· καὶ εἰ μὴ κύριος σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα . τοῦτο δὲ τὸ ἀγαθὸν καὶ σπάνιον σπέρμα, δηλαδὴ ὁ ἀποστολικὸς χορὸς τοῦ πλήθους τῶν ἀπολλυμένων ἀφορισθείς, κληρονομήσει τὸ ὄρος τὸ ἅγιόν μου, ὃ δὴ καὶ γνωρίζειν ὡμολόγουν φάσκοντες· προσεληλύθαμεν Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἰερουσαλὴμ ἐπουρανίῳ, κἀκείνην φησὶ τὴν ἐπουράνιον κληρονομίαν ἀπολήψονται οἱ ἐκλεκτοί μου καὶ δοῦλοί μου καὶ κατοικήσουσιν ἐκεῖ, πάλιν κἀνταῦθα ἐκλεκτοὺς καὶ δούλους αὐτοῦ τοὺς ἀποστόλους σημάνας οἵτινες ῥῶγες εὕρηνται, οὓς ἐκλεξάμενος ὡσπερεὶ φυλακὴν ἑτέρων καὶ σπέρμα ἅγιον καὶ ἐκλεκτὸν ὠνόμασεν. Δι’ ὧν καὶ τὰ ἑξῆς ἐπληροῦτό τινα δὲ ταῦτα· καὶ ἔσονταί φησιν ἐν τῷ δρυμῷ ἐπαύλεις ποιμνίων · δρυμὸν δὲ εἴωθεν ἡ γραφὴ τὸ πλῆθος τῶν ἀλλοφύλων καὶ ἀλλογενῶν ἐθνῶν ὀνομάζειν, ἐν οἷς ἐπαύλεις ποιμνίων ἔσεσθαι θεσπίζει τὰς ἐκκλησίας τῶν τοῦ θεοῦ προβάτων αἰνιττόμενος. ἀλλὰ καὶ ὥσπερ ποτὲ ἡ φάραγξ Ἀχὼρ γέγονεν ἀνατεθεματισμένη, ἔνθα ὡς ἡ ἱστορία Ἰησοῦ τοῦ Μωϋσέως διαδόχου περιέχει. ὁ Ἀχὼρ σὺν ὅλῳ τῷ γένει, δι’ ἣν ἔπραξε παρανομίαν, ἀπώλετο ἐν τῇ φάραγγι λίθοις βληθεὶς καὶ ἀνάθεμα γενόμενος. τοιαύτη τις ἦν καὶ αὐτῶν ἀνατεθεματισμένων ἡ χώρα τῶν ἀθέων, δηλαδὴ καὶ ἀλλοφύλων ἐθνῶν. ἀλλὰ καὶ αὕτη εἰς ἀνάπαυσιν ἔσται βουκολίων τῷ λαῷ μου τῷ ἐκζητήσαντί με· λαὸς δὲ ὁ ἐκζητήσας αὐτὸν ὁ ῥὼξ ἦν καὶ τὸ ἀνωτέρω εἰρημένον σπέρμα οἱ ἐκλεκτοὶ δοῦλοι αὐτοῦ, δι’ ὧν βουκόλια βοῶν καὶ ποίμνια συστήσεσθαι οὐκ ἐν τῷ Ἰσραὴλ οὐδὲ ἐν τῇ Ἰουδαίων χώρᾳ, ἀλλ’ ἐν τῷ δρυμῷ καὶ ἐν τῇ λεχθείσῃ φάραγγι Ἀχὼρ προφητεύει. Ταῦτα μὲν οὖν περὶ τούτων, πάλιν δὲ πρὸς τὸ πλῆθος τὸ Ἰουδαϊκὸν ὁ λόγος ἀποτείνεται φάσκων· ὑμεῖς δὲ οἱ ἐγκαταλείποντές με καὶ ἐπιλανθανόμενοι τὸ ὄρος τὸ ἅγιόν μου, τὸ πολλάκις ἡμῖν δεδηλωμένον. οἱ τῇ τῶν ἐθνῶν συναπτόμενοι εἰδωλολατρίᾳ ὡς καὶ τῇ τύχῃ παρ’ αὐτοῖς ὀνομαζομένῃ παρασκευάζειν τράπεζαν καὶ τῷ δαιμονίῳ τῷ ἐμφωλεύοντι τῷ τῆς λεγομένης τύχης ἀγάλματι ἱστάναι κέρασμα ἐπακούσατε τὰ περιμένοντα ὑμᾶς, παραδοθήσεσθε μαχαίρᾳ πολεμικῇ πάντες. καὶ εἰ ἔροιτό τις ὑμῶν Διὰ τί; διὰ τόδε φημί, ἵνα τὰ λοιπὰ παρέλθω, ἐπειδὴ αὐτὸς ἐγὼ τῆς ἐμαυτοῦ παρουσίας κατηξίωσα ὑμᾶς αὐτούς, πρώτους δὲ ὑμᾶς περὶ ἐμαυτοῦ κέκληκα, ὑμεῖς δὲ οὐχ ὑπηκούσατε. ὃ δὴ καὶ πρὸ τούτου ᾐτιώμην λέγων· διότι ἦλθον καὶ οὐκ ἦν ἄνθρωπος, ἐκάλεσα καὶ οὐκ ἦν ὁ ὑπακούων ; καὶ νῦν αὖθίς φημι· ὅτι ἐκάλεσα ὑμᾶς καὶ οὐχ ὑπηκούσατε, ἐλάλησα καὶ παρηκούσατε καὶ ἐποιήσατε τὸ πονηρὸν ἐναντίον μου καὶ ἃ οὐκ ἐβουλόμην ἐξελέξασθε. ἄρ’ οὖν πρώτους ὑμᾶς ἐκάλουν καὶ πρώτους κατηξίουν τῆς ἐμῆς χάριτος, ὑμεῖς δὲ ἦτε ἀνήκοοι καὶ ἀπειθεῖς, πῶς οὖν καταμέμφεσθε ἐπαιτιώμενοι καὶ ἐγκαλοῦντες καὶ λέγειν τολμῶντες· ἐπλάνησας ἡμᾶς, κύριε, ἀπὸ τῆς ὁδοῦ σου; διὸ τὴν δυσσεβῆ ταύτην φωνὴν ἀπελέγχων ἤδη καὶ πρότερον ἔφην ὡς ἄρα· Ἐμφανὴς ἐγενήθην τοῖς ἐμὲ μὴ ἐπερωτῶσι καὶ εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν, εἶτα· ἰδοὺ εἶπα τοῖς μὴ ἐπικαλεσαμένοις τὸ ὄνομά μου Ἰδού εἰμι. ὑμεῖς πᾶν τοὐναντίον ἐπράττετε καλούμενοι καὶ προτιμώμενοι καὶ οὐδαμῶς ὑπακούοντες, ἀλλ’ ἐνυβρίζοντες τὴν πρώτοις ὑμῖν ἀπονεμηθεῖσαν ἐξ ἐμοῦ χάριν.