Ancient Greek · ~58 min
Book 2
Eusebius Scr. Eccl. et Theol., Commentarius in Isaiam 2.56.1
Not analysed yet
Εὐαγγελισάμενος ὁ λόγος τοὺς ἐκ τοῦ Ἰουδαίων ἔθνους ἐκλεχθησομένους καὶ δίκην ἀγαθοῦ σπέρματος φυλαχθησομένους εἰς ἑτέρων φυτείαν καὶ καρποφορίαν καὶ ὡς αὐτοὶ οὗτοι ἐν τῷ δρυμῷ ἐπαύλεις ποιμνίων συστήσουσι καὶ ἐν τῇ φάραγγι Ἀχὼρ τῇ ἀποδοθείσῃ βουκολίων ἀναπαύσεις ποιήσουσιν, εἶτ’ αὖ διαστειλάμενος τῷ λοιπῷ πλήθει τῶν ἀπολλυμένων τὰ ἑξῆς ἐπενηνεγμένα πάλιν πρὸς αὐτοὺς τὰς προκειμένας ποιεῖται κατηγορίας διδάσκων, ὡς δικαιοσύνης ζυγῷ πάντα πράττων ὁ θεὸς οὐδαμῶς μὲν παρόψεται τοὺς ὅποι δήποτε αὐτῷ δουλεύοντας, ἐξ οἵου δ’ ἂν ἔθνους εἶεν. πάντας γὰρ ἁπλῶς ἅπαξ τοὺς δουλεύειν αὐτῷ προῃρημένους παραδέξεται καὶ τούτοις παρέξει τὴν ἐπουράνιον τροφήν, τὸν λόγον τὸν σωτήριον τὸν εἰρηκότα· ἐγώ εἰμι ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς. οὗτοι μὲν οὖν τῷ λεχθέντι ἄρτῳ τραφήσονται καὶ ἐμπλησθήσονται, ὑμεῖς δέ φησιν, οἱ μὴ τὴν ἐμὴν ἀποδεξάμενοι χάριν ἐν ἐνδείᾳ λογικῆς τροφῆς λιμώξετε. καὶ πάλιν οἱ μὲν ἐμοὶ δουλεύοντες ποτοῦ ζωῆς ἀθανάτου πλησθήσονται, περὶ οὗ λέλεκται· ὃς ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. ὑμεῖς δὲ οἱ τὴν ἐμὴν ἀθετήσαντες χάριν, ἅτε τὴν πηγὴν τῆς ζωῆς καταλιπόντες, διψήσετε, καὶ αὖθις οἱ μὲν ἐμοὶ δουλεύοντες ἀκολούθως τῷ ποτῷ καὶ τῇ τροφῇ, ἧς ἠξιώθησαν εὐφροσύνης ἐνθέου μεταλήψονται, ὑμεῖς δὲ οἱ τὴν ἐμὴν χάριν διαπτύσαντες, τούτων πάλιν στερισκόμενοι αἰσχυνθήσεσθε, ἀλλὰ καὶ οἱ δουλεύοντές μοι πρὸς τοῖς λεχθεῖσιν ἀγαλλιάσονται ἐν εὐφροσύνῃ χαίροντες τῇ ψυχῇ δικαίως, ἅτε τοσούτων ἀγαθῶν ἠξιωμένοι, ὑμεῖς δὲ τούτους θεώμενοι τούτων ἀπολαύοντας κεκράξεσθε ἀπὸ πόνου ψυχῆς καὶ ἀπὸ συντριβῆς πνεύματος ὀλολύξετε. μικρὸς μὲν γὰρ ἦν ὁ τῶν σωμάτων πόνος παραβαλλόμενος τῷ ἀπὸ καρδίας, διὸ οὐ τὸ σῶμα, τὴν δὲ καρδίαν αὐτὴν πονήσετε, ἀλγοῦντες καὶ μονονουχὶ κραυγὰς καὶ φωνὰς ἀφιέντες ὡς ἂν ἐπὶ ἀπολωλόσιν ἑαυτοῖς. Ἀντὶ δὲ τοῦ· καταλείψετε γὰρ τὸ ὄνομα ὑμῶν εἰς πλησμονήν, οἱ λοιποὶ ἑρμηνευταὶ συμφώνως εἰς ὅρκον ἐκδεδώκασιν. ἐπὶ τῶν τὰ δεινὰ πεπονθότων εἰώθασιν ὀμνύειν· εἰ μὴν μὴ πάθοιμεν τὰ ἴσα ὡς οἵδε πεπόνθασι, τὸν αὐτὸν τρόπον τὸ ὄνομα ὑμῶν ὅρκος γενήσεται τοῖς ἐκλεκτοῖς μου φευκτοῦ καὶ τοῦ ὀνόματος ὑμῶν γενησομένου διὰ τὰ συμβησόμενα ὑμῖν ὅθεν ἔσται τοῖς ἐκλεκτοῖς μου εἰς ὅρκον τὸ ὑμέτερον ὄνομα καὶ ἡ τῶν ὑμετέρων κακῶν μνήμη. τέλος δὲ τῶν καταληψομένων ὑμᾶς κακῶν ἔσται ὁ ἐξ αὐτοῦ τοῦ θεοῦ ἐπελευσόμενος ὑμῖν θάνατος χωρισμὸς ὢν οὐ ψυχῆς ἀπὸ σώματος, ἀλλὰ τῆς ἀθανάτου ζωῆς καὶ αὐτοῦ τοῦ θεοῦ στέρησις. ταῦτα μὲν οὖν ὑμᾶς ἐκδέξεται, τοῖς δὲ δουλεύουσί μοι ἐξ ὁποίου δ’ ἂν γένοιντο ἔθνους τὰ ἐπηγγελμένα χαρισθήσεται. εἰ δὲ περιεργότερον ἐθέλοιτε μαθεῖν τίνες εἶεν οὗτοι οἱ μέλλοντές μοι δουλεύειν καὶ τί αὐτοῖς ὄνομα, γινώσκετε ὅτι οὔπω μὲν εἰς φανερὸν τοὔνομα αὐτῶν ὁ θεὸς βούλεται ἀγαγεῖν· τοσοῦτον δὲ μόνον σημαίνει ὡς οὔτε Ἰσραὴλ κληθήσονται οὔτε Ἰακὼβ οὔτε Ἰουδαῖοι οὔθ’ ὅλως τι δὴ τῶν ἀνθρώποις ἤδη συνεγνωσμένων. καινὸν γάρ τι καὶ νεώτερον αὐτοῖς ἐπιτεθήσεται ὄνομα ξένον καὶ μηδὲ πώποτε ἀκουσθέν, ὃ εὐλογηθήσεται ἐπὶ τῆς γῆς αὐξανόμενον καὶ πληθυνόμενον ὑπὲρ πᾶσαν σωματικὴν εὐλογίαν. εἰ γάρ τις καὶ ἄλλη πλήθους ποιητικὴ τυγχάνει εὐλογία παρὰ θεοῦ, ταύτης τεύξεται τὸ ὄνομα τὸ ἐπιτεθησόμενον τοῖς δουλεύουσί μοι. ὅθεν μηδεὶς πολυπραγμονείτω τέως πρὸ τῆς τῶν πραγμάτων ἐκβάσεως, εὐλογηθέντες δὲ οἱ εἰρημένοι διατελοῦσι καὶ αὐτοὶ τὸν ἀληθινὸν θεὸν εὐλογοῦντες. ἀντὶ δὲ τοῦ· τὸν θεὸν τὸν ἀληθινόν, ὁ μὲν Ἀκύλας· καὶ τοῖς δούλοις αὐτοῦ φησι καλέσει ὄνομα ἕτερον, ᾧ ὁ εὐλογημένος ἐν τῇ γῇ εὐλογηθήσεται πεπιστωμένως, ὁ δὲ Σύμμαχος· τοῖς δὲ δούλοις αὐτοῦ καλέσει ὄνομα ἕτερον, ἐν ᾧ ὁ εὐλογημένος ἐπὶ τῆς γῆς εὐλογηθήσεται ἐν τῷ θεῷ ἀμήν. ὥσπερ γάρ φησιν εὐλογήσουσιν αὐτοὶ τὸν θεὸν τὸν ἀληθινόν, οὕτως εὐλογηθήσονται πεπιστωμένως, ἢ κατὰ τὸν Σύμμαχον· ἀμήν. ἀλλὰ καὶ ὀμνύοντες ἐπὶ τῆς γῆς, οἱ μέλλοντές μοι δουλεύειν, ὀμοῦνται τὸν θεὸν τὸν ἀληθινόν, οὐκέτι τοὺς πεπλανημένως αὐτοῖς νομιζομένους θεούς, ἀλλὰ τὸν ἀληθινὸν μαθόντες παρὰ τοῦ σωτῆρος αὐτὸν εἰδέναι μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλε κύριον Ἰησοῦν Χριστόν. τούτων δὲ τυχόντες οἱ μέλλοντες αὐτῷ δουλεύειν ἐπιλήσονται τὴν θλῖψιν τὴν πρώτην, ᾗ ὑπέκειντό ποτε τοῖς πονηροῖς δαίμοσιν ὑποτεταγμένοι, καὶ οὐκ ἀναβήσεται αὐτῶν ἐπὶ τὴν καρδίαν ἡ τῆς εἰδωλολάτρου πλάνης ταλαιπωρία, μεταβαλόντες δὲ ὡς ἀπὸ σκότους εἰς φῶς λήθην ποιήσονται τῆς προτέρας καταστάσεως. Καὶ οὕτως ἔσται αὐτοῖς ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή· ἄλλως μὲν γάρ ποτε ὁρῶντες τὸν οὐρανὸν ἐσέβοντο τὴν κτίσιν παρὰ τὸν κτίσαντα καὶ τὴν γῆν ὁμοίως ἐθεοποίουν καὶ τοὺς ἐκ ταύτης βλαστῶντας καρπούς, νῦν δ’ ὅτε καινὸν ὄψονται τὸν οὐρανὸν καὶ τὴν γῆν ἔργα χειρῶν θεοῦ αὐτὰ εἶναι ὁμολογοῦσιν, οὐκέτι θεοὺς εἶναι νομίζουσι. διὸ ἐπιφέρει· οὐ μὴ μνησθῶσι τῶν προτέρων, οὐδ’ οὐ μὴ ἐπέλθῃ αὐτῶν ἐπὶ τὴν καρδίαν, ἀλλ’ εὐφροσύνην καὶ ἀγαλλίαμα εὑρήσουσι, τὴν τῶν ἀγαθῶν πηγὴν ἀπειληφότες. τότε δὲ ποιήσω αὐτοῖς ἐγὼ αὐτὸς ὁ πάντα ποιεῖν δυνατὸς θεὸς τὴν Ἰερουσαλὴμ ἀγαλλίαμα· αὐτὸ γὰρ τὸ ἀγαλλίαμα καὶ αὐτὴ ἡ κατὰ θεὸν εὐφροσύνη καὶ ἡ καθαρὰ θεοσέβεια ἔσται αὐτοῖς. Ἰερουσαλὴμ καὶ τὸν λαόν μου δὲ ἐν εὐφροσύνῃ θήσω, αὐτὸν ἐκεῖνον τὸν καινόν, ᾧ τὸ καινὸν ὄνομα θήσειν ἐπηγγειλάμην. Καὶ αὐτὸς δὲ ἐγὼ ὁ θεὸς ἀγαλλιάσομαι, τὴν Ἰερουσαλὴμ ἐκείνην, δηλαδὴ τὸ θεοσεβὲς πολίτευμα τῶν μελλόντων μοι δουλεύειν θεωρῶν, πολὺ κρείττονα τῆς σωματικῆς Ἰερουσαλὴμ εἶναι αὐτὴν παρ’ ἐμαυτῷ κρίνας. διὸ ἀγαλλιάσομαι ἐπ’ αὐτῇ καὶ εὐφρανθήσομαι ἐπὶ τῷ λαῷ μου· τοιαῦτα δὲ πράξει ἡ τότε θεοσεβὴς πολιτεία τῶν δουλευόντων μοι, ὡς μηκέτι ἀκούεσθαι ἐν αὐτοῖς ἔργα καὶ πράξεις κλαυθμοῦ καὶ κραυγῆς ἄξια, οὐδὲ γενήσεται ἐκεῖ ἄωρος καὶ πρεσβύτης· πάντες γὰρ τῆς παρ’ ἐμοὶ ἀναστάσεως τυχόντες κατὰ τὸν καιρὸν τῶν ἐπαγγελιῶν εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας ἥξουσι καὶ πάντες ἔσονται ἀκμαῖοι τὰς ψυχάς, ὡς μήτε ἄωρον νήπιον καὶ ἀτελὲς μήτε ὑπερβεβηκότα καὶ γεγηρακότα ἐν αὐτοῖς εὑρίσκεσθαι· πάντες δ’ ὁμήλικες ὡς ἂν ὑφ’ ἕνα καιρὸν τῆς ἀναστάσεως τευξόμενοι καὶ μιᾶς παλιγγενεσίας μεθέξοντες. διὸ τέλειος μὲν ἔσται καὶ ἀκμαῖος ὡσανεὶ ἑκατὸν ἐτῶν ὁ σῳζόμενος νέος, ἰσῆλιξ δὲ πάλιν αὐτῷ ἔσται ὁ ἀπολλύμενος ἁμαρτωλός· ὥσπερ γὰρ εἰς ἕνα καιρὸν ἀναβιώσαντες καὶ ὁμήλικες γενόμενοι διὰ τὴν ἰσόχρονον ἀνάστασιν οἱ μὲν τεύξονται ζωῆς τῆς αἰωνίου, οἱ δὲ τῷ δευτέρῳ θανάτῳ παραδοθήσονται κολάσει καὶ τιμωρίᾳ ψυχῆς ὑποβληθέντες. θαυμαστῶς δὲ ἑκατὸν ἐτῶν τὸν νέον τὸν σῳζόμενον εἰπὼν καὶ τὸν ἁμαρτωλὸν ὡσαύτως ἑκατὸν ἐτῶν φήσας τὸ ἴσον τοῦ χρόνου τῆς ἐκ νεκρῶν ἀναστάσεως παρέστησεν. ἔσται οὖν ὁ ἁμαρτωλὸς καὶ αὐτὸς ἑκατὸν ἐτῶν καὶ ἐπικατάρατος ἔσται, ἀκμαῖος καὶ ὡς ἐν κακίᾳ τέλειος ἀποθνῄσκων τῇ αὑτοῦ ἁμαρτίᾳ, ὅ τε νέος πάλιν ἑκατὸν ἐτῶν καὶ αὐτὸς τέλειος ἐν τελείοις εἰς σωτηρίαν παραλαμβανόμενος. Οὗτοι δὲ αὐτοὶ οἰκοδομήσουσιν οἰκίας καὶ αὐτοὶ ἐνοικήσουσι· τοῖς γὰρ ἑαυτῶν ἔργοις καὶ ταῖς οἰκείαις πράξεσι ποριοῦνται ἑαυτοῖς τὰς μονὰς τὰς παρὰ τῷ πατρί, ἀλλὰ καὶ τοὺς πόνους τῶν καρπῶν αὐτῶν φάγονται · διόπερ ὅσα γεωργήσαντες συνήγαγον, ταῦτα εὑρήσουσι καὶ ἐξ αὐτῶν τραφήσονται οὐκέτι ἀγωνιῶντες, μὴ ἀλλότριοι τοὺς πόνους αὐτῶν ἁρπάσωσι. διὸ εἴρηται· οὐ μὴ οἰκοδομήσουσι καὶ ἄλλοι ἐνοικήσουσι, καὶ οὐ μὴ φυτεύσουσι καὶ ἄλλοι φάγονται, ἀλλ’ εἰς ἄπειρον αἰῶνα ἐν ἀθανάτῳ εὐζωΐᾳ διάξουσι. διὸ λέλεκται· κατὰ γὰρ τὰς ἡμέρας τοῦ ξύλου τῆς ζωῆς αἱ ἡμέραι τοῦ λαοῦ μου, τὸ ξύλον δὲ εἴρηται ἐν τῷ παραδείσῳ τοῦ θεοῦ πεφυτεῦσθαι· δείκνυνται τοιγαροῦν οὐκ ἔξω τοῦ παραδείσου τοῦ θεοῦ τυγχάνουσαι αἱ ἐπαγγελίαι. καὶ τὴν αἰώνιον δὲ καὶ ἀθάνατον ζωὴν σαφῶς παρέστησεν εἰπών· κατὰ γὰρ τὰς ἡμέρας τοῦ ξύλου τῆς ζωῆς αἱ ἡμέραι τοῦ λαοῦ μου, ξύλον δὲ ζωῆς καὶ ἄλλως Σολομὼν ἐδίδαξεν εἶναι τὴν σοφίαν τοῦ θεοῦ εἰπών· ξύλον ζωῆς ἐστι πᾶσι τοῖς ἀντεχομένοις αὐτῆς, καὶ τοῖς ἐπερειδομένοις ἐπ’ αὐτὴν ὡς ἐπὶ κύριον ἀσφαλής. εἰ δ’ ἡ σοφία τοῦ θεοῦ ἀΐδιός ἐστι καὶ πηγὴ ζωῆς αἰωνίου, τοιαύτας δ’ ἔσεσθαι τὰς ἡμέρας τοῦ λαοῦ ὁ λόγος ἐπαγγέλλεται. τί ἕτερον ἢ τὴν ἀνωτάτω μακαριότητα αὐτοῖς θεσπίζει; ταῦτα δέ φησι ποιήσω τῷ λαῷ μου καὶ εὐφρανθήσομαι ἐπὶ τῷ λαῷ μου· κατὰ γὰρ τὰς ἡμέρας τοῦ ξύλου τῆς ζωῆς αἱ ἡμέραι τοῦ λαοῦ μου, δι’ ὧν ἁπάντων σαφῶς ἕτερον λαὸν εἰσάγει ἑαυτῷ παρὰ τὸ Ἰουδαίων ἔθνος. ἀλλὰ καὶ τὰ ἔργα φησὶ τῶν πόνων αὐτῶν παλαιώσουσιν· οὐ γὰρ αὐτοὶ παλαιωθήσονται οὐδ’ ἑτέροις καταλείψουσι μέλλοντες αὖθις μεθίστασθαι τοῦ βίου τοὺς ἑαυτῶν πόνους, ἀλλ’ αὐτοὶ τὰ ἔργα τῶν πόνων αὐτῶν εἰς ἑαυτοὺς ἀναλήψονται καὶ τοῖς οἰκείοις καρποῖς ἐντρυφήσουσι. Ταῦτα δὲ πάντα ἐπαγγέλλεται ὁ θεὸς οὐ τοῖς τυχοῦσιν οὐδὲ τοῖς κλητοῖς πολλοὶ γὰρ κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί . διὸ τοῖς ἐκλεκτοῖς προαναφωνεῖ λέγων· οἱ ἐκλεκτοί μου οὐ κοπιάσουσιν εἰς κενὸν οὐδὲ τεκνοποιήσουσιν εἰς κατάραν· εἰ γὰρ καί τινες ἔσονται κατὰ τὸν καιρὸν τῶν ἐπαγγελιῶν κόποι σωτήριοι καὶ ἀγαθοὶ καὶ ἡδεῖς, ὁποίους πάντως που καὶ ἡ ἀγγελικὴ τάξις ὑπομένει, ἀλλ’ οὐκ ἐπικενῶς ἔσται τὰ τῆς ἐργασίας αὐτοῖς· μισθὸς γὰρ αὐτοῖς ἄξιος τεθησαύρισται. καὶ τὰ γεννήματα δὲ αὐτῶν οὐκ ἔσται εἰς κατάραν, γεννήματα δὲ νοήσωμεν τῶν ψυχῶν τοὺς λογισμοὺς καὶ τῆς διανοίας τοὺς καρπούς, οὓς κατάρας ἔσεσθαι ἀλλοτρίους, εὐλογίας δὲ ἀξίους θεσπίζει. καὶ τὸ σπέρμα αὐτῶν εὐλογημένον ἐστὶν ὑπὸ τοῦ θεοῦ· δύναται δὲ ταῦτα καὶ εἰς τὸν παρόντα βίον ἐκλαμβάνεσθαι, τοῦ λόγου πάλιν ἐξ ὑπαρχῆς τὸν χορὸν τὸν ἀποστολικὸν αἰνιττομένου διὰ τοῦ· οἱ ἐκλεκτοί μου οὐ κοπιάσουσιν εἰς κενὸν οὐδὲ τεκνοποιήσουσιν εἰς κατάραν· ἔστι γὰρ ὀφθαλμοῖς παραλαβεῖν τῶν ἀποστόλων τοὺς κόπους οὐκ εἰς κενὸν γεγενημένους ἀπὸ τῆς ὑπ’ αὐτῶν ἱδρυθείσης καθ’ ὅλης τῆς οἰκουμένης ἐκκλησίας. καὶ τὰ τέκνα δὲ αὐτῶν τὰ ἐν Χριστῷ ἀναγεννηθέντα διὰ λουτροῦ παλιγγενεσίας νοήσομεν, ὅπως οὐκ εἰς κατάραν γεγέννηνται παραθέντες τὴν εἰς τὸν Ἀδὰμ εἰρημένην κατάραν, καὶ ὡς τῇ γυναικὶ εἴρητο· ἐν λύπαις τέξῃ τέκνα· καὶ πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου. ἀλλ’ ἐκεῖνοι μὲν οὕτως ἐτεκνοποίουν κατὰ σάρκα γεννῶντες, οἱ δὲ ἐκλεκτοὶ τοῦ θεοῦ οὐχ οὕτως, ἀλλὰ καὶ τὸ σπέρμα αὐτῶν τὸ εὐαγγελικόν, ὃ κατέσπειραν ἐν πάσαις ταῖς ἐκκλησίαις τοῦ θεοῦ, εὐλογημένον γεγένηται τοῖς δ’ αὐτοῖς τούτοις, δηλαδὴ τοῖς ἐκλεκτοῖς τοῦ θεοῦ ἀποστόλοις καὶ μαθηταῖς καὶ εὐαγγελισταῖς τοῦ σωτῆρος ἡμῶν. Καὶ ἄλλο τι ἐπαγγέλλεται φάσκων· καὶ ἔσται πρὶν κεκράξαι αὐτοὺς ἐγὼ ἐπακούσομαι αὐτῶν, ἔτι λαλούντων αὐτῶν ἐρῶ Τί ἐστιν; ἃ δὴ καὶ ἐπληροῦτο ἐπὶ τῶν πράξεων τῶν ἀποστόλων· πολλὰ σημεῖα καὶ τέρατα ἐνηργεῖτο τοῦ θεοῦ αὐτοῖς παρεστῶτος, ὧν τοιαῦτα ἐνεργούντων ἀκολούθως ἡ τῶν ἀλλοφύλων ἐθνῶν ἐγίνετο ἐπιστροφή. καὶ οἱ μὲν πρότερον ἁρπακτικοὶ καὶ θηριώδεις ὡς λύκοις παραβάλλεσθαι μεταβαλόντες ἐπὶ τὸ ἥμερον ἀρνίοις καὶ βουσὶ συνηγελάζοντο ὡς μιᾶς καὶ τῆς αὐτῆς μεταλαμβάνειν τῆς ἀπὸ τῶν θείων ἀναγνωσμάτων λογικῆς τροφῆς, οἱ δὲ τοῖς τρόποις λέοντος οὐδὲν διαφέροντες οὐκέτι σαρκοφάγοις οὐδὲ ὠμοβόροις θηρσὶν ἐοικότες δίκην βοῶν καὶ αὐτοὶ τὴν ἀπὸ τῆς ἐνθέου διδασκαλίας πόαν ἤσθιον. καὶ ὁ πάλαι δὲ πρότερον ὀφιώδης καὶ ἰοῦ μεστὸς ἀνὴρ ἀποπτύσας τὴν ἐν ἑαυτῷ κακίαν ἄρτον φάγεται τροφῇ λογικῇ καὶ ἀνθρωπίνῃ χρώμενος, ἀνθ’ ἧς ἤσθιε πρότερον γῆς. οὕτω δὲ οἱ θῆρες οὗτοι ἐξημερωθήσονται ὡς μηδένα ἀδικεῖν μηδὲ λυμαίνεσθαί τινα ἐν τῷ ὄρει τοῦ θεοῦ, ἐν ᾧ καὶ αὐτοὶ τὰς διατριβὰς ἕξουσι διὰ τὴν τῶν τρόπων μεταβολήν. ἄξιον δὲ πρὸς Ἰουδαίους σωματικώτερον ταῦτα ἐπὶ τῆς κάτω Ἰερουσαλὴμ ἔσεσθαι, προσδοκῶντας εἰπεῖν πρῶτον ὅτι οὐδεμία ἐν τούτοις ἀγαθῶν μνήμη περὶ αὐτῶν φέρεται, ἀλλ’ ἔλεγχοι καὶ ὀνειδισμοὶ καὶ τῶν ἀσεβημάτων αὐτῶν κατηγορίαι. ἔπειτα τί τὸ ἀναγκαῖον ἐν τῷ ὄρει τῷ ἁγίῳ καὶ ἐν αὐτῇ τῇ Ἰερουσαλὴμ λέοντας εἶναι καὶ λύκους καὶ ὄφεις; ποίαν δὲ ταῦτα παρέξει χρείαν τοῖς τότε τί δὲ θεοῦ ἄξιον ἐπαγγελίας, ἵνα ἐν τῷ ὄρει τῷ ἁγίῳ τοῦ θεοῦ ὄφεις καὶ λέοντες καὶ λύκοι τοῖς μακαρίοις συνδιατρίβωσιν, ἀλλὰ σαφῶς ταῦτα ἐπὶ τρόπους ἀναφέρεται ἀνθρώπων. Εἶτ’ ἐπειδὴ ὄρους ἁγίου αὐτοῦ ἐμνημόνευσεν, ἀναγκαίως ἐπισυνάπτει λέγων· Οὕτως λέγει κύριος Ὁ οὐρανός μοι θρόνος, καὶ ἡ γῆ ὑποπόδιον τῶν ποδῶν μου· ποῖον οἶκον οἰκοδομήσετέ μοι; λέγει κύριος· καὶ ποῖος τόπος τῆς καταπαύσεώς μου; πάντα γὰρ ταῦτα ἡ χείρ μου ἐποίησε, καὶ ἔστιν ἐμὰ ταῦτα πάντα, λέγει κύριος. δι’ ὧν τὴν ἐπὶ γῆς Ἰερουσαλὴμ σαφῶς παραιτεῖται, σημαίνων ὡς οὐδ’ ἐπὶ τοῦ σωματικοῦ ὄρους αἱ ἐπαγγελίαι τοῖς ἀξίοις ἀποδοθήσονται. οὕτω καὶ διὰ τῶν ἔμπροσθεν ἐλέγετο· ἔσται γὰρ ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή, οὐδ’ οὐ μὴ μνησθῶσι τῶν προτέρων, οὐδ’ οὐ μὴ ἐπέλθῃ αὐτῶν ἐπὶ τὴν καρδίαν. εἰ δὴ ὁ οὐρανὸς ἔσται καινὸς καὶ ἡ γῆ καινὴ καὶ οὐκέτι μνήμη τῶν προτέρων ἕπεται, εἰ μήτε ὄρους σωματικοῦ μήτε ἐπιγείου Ἰερουσαλὴμ μνήμην γενήσεσθαι, τότε εὐκαίρως τοίνυν ἐπ’ ἀνατροπῇ τῆς Ἰουδαϊκῆς ὑπολήψεως ἐπήνεγκε τό· ποῖον οἶκον οἰκοδομήσετέ μοι; λέγει κύριος· καὶ ποῖος τόπος τῆς καταπαύσεώς μου; πάντα γὰρ ταῦτα ἐποίησεν ἡ χείρ μου, καὶ ἔστιν ἐμὰ ταῦτα πάντα. τί οὖν δεῖ ἐπὶ γῆς προσδοκᾶν οἶκον θεοῦ; τί δὲ πάλιν τὴν κάτω Ἰερουσαλὴμ ὑπολαμβάνειν; εἰ γὰρ ἔσται ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή, ἀκόλουθόν ἐστι καὶ τὴν Ἰερουσαλὴμ τοιαύτην εἶναι φαντάζεσθαι, ὡς μηκέτι μνήμην πάσης προτέρας ἔσεσθαι. σαφῶς δὴ ὁ παρὼν λόγος καινὸν οὐρανὸν εἰσάγει καὶ γῆν καινὴν καὶ λαὸν καινὸν καὶ ὄνομα καινὸν καὶ Ἰερουσαλήμ, ὁμοίως καὶ θύρας καὶ νέως κατεσκευασμένους. οἷς ἐπιλέγεται· καὶ οὐ μὴ μνησθῶσι τῶν προτέρων, οὐδ’ οὐ μὴ ἐπέλθῃ αὐτῶν ἐπὶ τὴν καρδίαν. καὶ ἐπειδὴ Ἰουδαίων παῖδες περὶ τὸ θυσίας προσφέρειν τὰς διὰ ζῴων σφαγῆς πολλὴν εἰσῆγον φροντίδα, καὶ ταῦτα ἀποσείεται καὶ ἀποστρέφεται ὁ θεὸς τὸν μὲν εὐλαβῆ καὶ ταπεινὸν τὴν ψυχὴν εἰλικρινῶς τε ἀνακείμενον αὐτῷ ἀποδέχεσθαι λέγων, τὰς δὲ διὰ θυσιῶν σπονδὰς ἐκτρέπεσθαι. διό φησιν· ἐπὶ τίνα ἐπιβλέψω ἀλλ’ ἢ ἐπὶ τὸν ταπεινὸν καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους; ὁ δὲ ἄνομος ὁ θύων μόσχον ὡς ἀποκτέννων κύνα. κατὰ δὲ τὴν Ἑβραϊκὴν ἀνάγνωσιν καὶ τοὺς λοιποὺς ἑρμηνευτὰς οὐκ ἐμφέρεται τό· ὁ δὲ ἄνομος, ἀλλὰ τούτου περιῃρημένου ἁπλῶς ἐπάγεται· ὁ σφάζων μόσχον ὡς ὁ τύπτων ἄνδρα καὶ θύων τὸ ἐκ ποιμνίου ὡς τραχηλοκοπῶν κύνα, ἀναφέρων προσφορὰν ὡς αἷμα χοίρου, ἀναμιμνῄσκων λίβανον ὡς εὐλογῶν ἀδικίαν. καὶ ταῦτα δὲ ἀκολούθως συνῆπται τῷ· ποῖον οἶκον οἰκοδομήσετέ μοι; καὶ ποῖος τόπος τῆς καταπαύσεώς μου; ἀναιρῶν γὰρ τὸν ἐπὶ γῆς οἶκον, εἰκότως συναναιρεῖ καὶ τὰ ἐν αὐτῷ συντελούμενα. οἷς ἐπιλέγει· καὶ αὐτοὶ ἐξελέξαντο τὰς ὁδοὺς αὐτῶν καὶ τὰ βδελύγματα αὐτῶν, ἃ ἡ ψυχὴ αὐτῶν ἠθέλησεν. Οὐ γὰρ ἐμά φησι ταῦτα θελήματα οὐδὲ ἐμαὶ αἱ ὁδοὶ αὗται, ἀλλὰ τῆς αὐτῶν προαιρέσεως καταθύμια. διόπερ καὶ ἐγὼ ἐκλέξομαι τὰ ἐμπαίγματα αὐτῶν, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· τοὺς ἐμπαιγμοὺς αὐτῶν· ἐμπαιχθήσονται γὰρ παραδοθέντες τοῖς αὐτοὺς κολάζουσι, καὶ τὰς ἁμαρτίας αὐτῶν ἀνταποδώσω αὐτοῖς. ταῦτα δὲ αὐτοῖς ἐπελεύσεσθαι πάλιν μαρτύρεται, οὐδ’ ἀλλ’ ὅτι ἀλλ’ ἐπειδὴ ἐκάλεσα αὐτούς φησι καὶ οὐχ ὑπήκουσαν καὶ ἐποίησαν τὸ πονηρὸν ἐναντίον μου καὶ ἃ οὐκ ἐβουλόμην ἐξελέξαντο. τηρητέον ὡς ἤδη ταῦτα δεύτερον ἐν τῇ αὐτῇ εἴρηται προφητείᾳ, ἐπεὶ καὶ μικρῷ πρόσθεν ἐλέγετο· διότι ἐκάλεσα ὑμᾶς καὶ οὐχ ὑπηκούσατέ μου, καὶ ἐλάλησα καὶ παρηκούσατε καὶ ἐποιήσατε τὸ πονηρὸν ἐναντίον ἐμοῦ καὶ ἃ οὐκ ἐβουλόμην ἐξελέξασθε . πότε δὲ καλοῦντος οὐχ ὑπήκουσαν, ἢ ὁμιλοῦντος αὐτοῖς οὐ συνῆκαν, ἢ ὅτε αὐτοῖς συνδιατρίβων ἐβόα· δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς; ἀλλ’ ἐπεὶ μὴ παρέσχον ἑαυτοὺς καλοῦντι, τούτου χάριν ἐν τῇ τῶν ἐπαγγελιῶν ἀποδώσει οἱ μὲν ἄξιοι τούτων ἀπολαύσουσιν, αὐτοὶ δὲ ταῖς ἑαυτῶν παραδοθήσονται ἁμαρτίαις.