Ancient Greek
ΕΥΣΕΒΙΟΥ ΤΟΥ ΠΑΜΦΙΛΟΥ ΤΩΝ ΚΑΤΑ ΜΑΡΚΕΛΛΟΥ ΤΟΥ ΑΓΚΥΡΑΣ ΕΠΙΣΚΟΠΟΥ, Β, ὅπως Μάρκελλος ἐφρόνει περὶ τοῦ ἐν τῷ θεῶ λόγου
Eusebius Scr. Eccl. et Theol., Contra Marcellum 11-2
Not analysed yet
τοσαῦτα συνάγων περὶ τοῦ προστακτικοῦ λόγου ῥητὰ Μάρκελλος τοιοῦτόν τινα εἶναί φησιν καὶ τὸν ἐν ἀρχῇ πρὸς τὸν θεὸν θεὸν λόγον. διὸ ἐπάγει φάσκων ὁ δὲ ἱερὸς ἀπόστολός τε καὶ μαθητὴς τοῦ κυρίου Ἰωάννης σαφῶς καὶ διαρρήδην ἐν ἀρχῇ τοῦ εὐαγγελίου διδάσκων, ὡς ἀγνοούμενον ἐν ἀνθρώποις πρότερον, λόγον αὐτὸν τοῦ παντοκράτορος ὀνομάζων. οὕτως ἔφη ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. οὐ μιᾷ μαρτυρία χρώμενος τὴν ἀιδιότητα τοῦ λόγου σημαίνει.