Ancient Greek
9 to 10
Eusebius Scr. Eccl. et Theol., Contra Marcellum 9-2-10
Not analysed yet
Δαυὶδ μὲν γὰρ περὶ αὐτοῦ λέγει τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν. αὖθίς τε ὁ αὐτὸς ἐξαπέστειλεν τὸν λόγον αὐτοῦ καὶ ἰάσατο αὐτούς. Σολομὼν δὲ ζητήσουσίν με κακοί, καὶ οὐχ εὑρήσουσιν. ἐμίσησαν γὰρ σοφίαν, τὸν δὲ λόγον κυρίου οὐ προείλαντο. Ἡσαΐας τε ἐκ γὰρ Σιὼν ἐξελεύσεται ἔφη νόμος καὶ λόγος κυρίου ἐξ Ἱερουσαλήμ. καὶ αὖθις Ἱερεμίας ᾐσχύνθησαν σοφοὶ φησὶν καὶ ἐπτοήθησαν καὶ ἑάλωσαν, ὅτι τὸν λόγον τοῦ κυρίου ἀπεδοκίμασαν. καὶ Ὡσηὲ δὲ ὁ προφήτης ἐμίσησαν ἔφη ἐν πύλαις ἐλέγχοντα, καὶ λόγον ὅσιον ἐβδελύξαντο. Μιχαίας τε ὁμοίως καὶ αὐτὸς περὶ τοῦ λόγου μνημονεύων ἐκ Σιὼν ἔφη ἐξελεύσεται νόμος, καὶ λόγος κυρίου ἐξ Ἱερουσαλήμ.