Ancient Greek
ΕΥΣΕΒΙΟΥ ΤΟΥ ΠΑΜΦΙΛΟΥ ΤΩΝ ΚΑΤΑ ΜΑΡΚΕΛΛΟΥ ΤΟΥ ΑΓΚΥΡΑΣ ΕΠΙΣΚΟΠΟΥ, Β, ὅπως ἐφρόνει Μάρκελλος περὶ τῆς σαρκὸς ἧς ἀνείληφεν ὁ λόγος
Eusebius Scr. Eccl. et Theol., Contra Marcellum 15-2
Not analysed yet
καὶ πάλιν τὴν αὐτὴν βεβαιοῖ λέξιν φάσκων εἰκότως ὁ προφήτης ἔφη πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέν με, δηλονότι τὸ κατὰ σάρκα, διὰ τὴν πρὸς τὸν ἀληθῶς υἱὸν αὐτοῦ τὸν λόγον κοινωνίαν. καὶ ἐπιλέγει ἑξῆς εἶτα ἐν ἀρχῇ φησὶν πρὸ τοῦ τὴν γῆν ποιῆσαι. γῆν ποίαν ταύτην ἢ δηλονότι τὴν ἡμετέραν σάρκα, τὴν μετὰ τὴν παρακοὴν γῆν αὖθις γενομένην; γῆ γὰρ εἶ φησὶν καὶ εἰς γῆν ἀπελεύσῃ. ἔδει γὰρ ταύτην ἰάσεως τυχεῖν, τινὰ τρόπον κοινωνήσασαν τῷ ἁγίῳ λόγῳ.