Ancient Greek
ΕΥΣΕΒΙΟΥ ΤΟΥ ΠΑΜΦΙΛΟΥ ΤΩΝ ΚΑΤΑ ΜΑΡΚΕΛΛΟΥ ΤΟΥ ΑΓΚΥΡΑΣ ΕΠΙΣΚΟΠΟΥ, Β, ὅπως ἐφρόνει Μάρκελλος περὶ τῆς σαρκὸς ἧς ἀνείληφεν ὁ λόγος
Eusebius Scr. Eccl. et Theol., Contra Marcellum 16-2
Not analysed yet
θέα δὲ πῶς ἐν τούτοις ὁ Μάρκελλος ἑαυτῷ περιπίπτει. φήσας γοῦν ἐν ἑτέρῳ περιπίπτει τὴν σάρκα εἶναι τὴν ἀρχὴν ὁδῶν τοῦ θεοῦ κτισθεῖσαν καὶ πάλιν θεμέλιον τὴν αὐτὴν εἶναι εἰπών, ἐπάγει τὸ πρὸ τοῦ τὴν γῆν ποιήσαι. εἶθ’ ἑρμηνεύει τὴν γῆν πάλιν τὴν σάρκα εἶναι, οὐχ ὁρῶν ὡς οὐδεμίαν ἔχει ἀκολουθίαν πρὸ τῆς σαρκὸς τὴν σάρκα ἐκτίσθαι λέγειν καὶ μετὰ τὴν κτίσιν τῆς σαρκὸς πάλιν τὴν σάρκα ὀνομάζειν.