Ancient Greek
ΕΥΣΕΒΙΟΥ ΤΟΥ ΠΑΜΦΙΛΟΥ ΤΩΝ ΚΑΤΑ ΜΑΡΚΕΛΛΟΥ ΤΟΥ ΑΓΚΥΡΑΣ ΕΠΙΣΚΟΠΟΥ, Β, ὅπως ἐφρόνει Μάρκελλος περὶ τῆς σαρκὸς ἧς ἀνείληφεν ὁ λόγος
Eusebius Scr. Eccl. et Theol., Contra Marcellum 18-2
Not analysed yet
καὶ ἐν τούτοις δὲ πρόσχες, ὅπως εἰς τὴν σάρκα ἐκλαβὼν εἰρῆσθαι τὸ κύριος ἔκτισέν με, ἔπειτα στενοχωρούμενος ὑπὸ τῆς γραφῆς λεγούσης πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι, τὰς μὲν ἀβύσσους ἑρμηνεύει τὰς τῶν ἁγίων καρδίας λέγων αὐτὰς εἶναι, οὐ συνορᾷ δὲ ὅτι αἱ τῶν ἁγίων καρδίαι, τοῦ Ἀβραὰμ δηλαδὴ καὶ τοῦ Ἰσαὰκ καὶ τοῦ Ἰακὼβ Μωσέως τε καὶ Ἡλίου καὶ Μελχισεδὲκ καὶ τῶν λοιπῶν προφητῶν, πρὸ τῆς σαρκὸς γεγόνασιν τοῦ σωτῆρος.