Ancient Greek
ΕΥΣΕΒΙΟΥ ΤΟΥ ΠΑΜΦΙΛΟΥ ΤΩΝ ΚΑΤΑ ΜΑΡΚΕΛΛΟΥ ΤΟΥ ΑΓΚΥΡΑΣ ΕΠΙΣΚΟΠΟΥ, Β, ὅπως ἐφρόνει Μάρκελλος περὶ τῆς σαρκὸς ἧς ἀνείληφεν ὁ λόγος
Eusebius Scr. Eccl. et Theol., Contra Marcellum 19-2
Not analysed yet
πῶς οὖν δυνατὸν ἐπὶ τὴν σάρκα ἀναφέρειν τὸ πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι; καὶ μεθ’ ἕτερα δὲ αὖθις ἐπάγει λέγων τί τοίνυν ἐστὶν καὶ τουτὶ τὸ κεφάλαιον πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων; τοὺς ἱεροὺς ἀποστόλους εἶναί φησιν. τοῦτο δὲ ἡμῖν τὸ μυστήριον παρίστησιν ἡ τῆς Ἐξόδου γραφὴ τοὺς τῶν ἀποστόλων τύπους πάλαι προαγορεύουσα, δώδεκα γὰρ ὄντων τὸν ἀριθμὸν τῶν ἀποστόλων δώδεκα πηγῶν μέμνηται.