Ancient Greek
ΕΥΣΕΒΙΟΥ ΤΟΥ ΠΑΜΦΙΛΟΥ ΤΩΝ ΚΑΤΑ ΜΑΡΚΕΛΛΟΥ ΤΟΥ ΑΓΚΥΡΑΣ ΕΠΙΣΚΟΠΟΥ, Β, ὁποῖον Μάρκελλος ἐπάγει τέλος τῇ τοῦ Χριστοῦ βασιλείᾳ καὶ τῇ σαρκὶ ᾗ ἀνείληφεν
Eusebius Scr. Eccl. et Theol., Contra Marcellum 22-3
Not analysed yet
οὐ γὰρ υἱὸς ὁ μὴ ὑφεστὼς λόγος, ὡς οὐδ’ ὁ ἐν ἀνθρώπῳ λόγος υἱὸς ἄν ποτε ῥηθείη ἀνθρώπου, ἐνεργείᾳ μόνῃ ἐν τῷ λαλοῦντι συνιστάμενος. τοῦτον δ’ ἐκ τοῦ πατρὸς πρὸ ἐτῶν οὐδ’ ὅλων τετρακοσίων διὰ τῆς ἀναλήψεως τῆς σαρκὸς υἱὸν θεοῦ γεγενῆσθαι ἄνω κάτω φῄς. καὶ Ἰησοῦν καὶ Χριστὸν ὠνομάσθαι, εἰκόνα τε τοῦ θεοῦ τοῦ ἀοράτου χρηματίσαι καὶ πρωτότοκον πάσης κτίσεως ,καὶ δὴ καὶ βασιλέα τότε γενέσθαι, ἀρξάμενον τούτων ἁπάντων ἐκ τοῦ δηλωθέντος χρόνου, ἔπειτα καιρῷ τῆς συντελείας τούτων ἁπάντων ἀθρόως παυθήσεσθαι.