Ancient Greek
ΕΥΣΕΒΙΟΥ ΤΟΥ ΠΑΜΦΙΛΟΥ ΤΩΝ ΚΑΤΑ ΜΑΡΚΕΛΛΟΥ ΤΟΥ ΑΓΚΥΡΑΣ ΕΠΙΣΚΟΠΟΥ, Β, ὁποῖον Μάρκελλος ἐπάγει τέλος τῇ τοῦ Χριστοῦ βασιλείᾳ καὶ τῇ σαρκὶ ᾗ ἀνείληφεν
Eusebius Scr. Eccl. et Theol., Contra Marcellum 23-3
Not analysed yet
ποῦ δὴ οὖν ταῦτα μεμάθηκας; τίς δέ σοι τούτων κατέστη διδάσκαλος, τίς ἐπισκόπων, ποῖαι σύνοδοι, ποῖον ἐκκλησιαστικῶν ἀνδρῶν γράμμα; ποῦ δέ σοι τὸ σῶμα τὸ ἀθάνατον χωρήσειεν ἂν· τοῦ σωτῆρος; ἀθάνατον γὰρ ὁμολογῶν καὶ θεῖον ὀνομάζων αὐτὸ πάντως που καὶ ἄφθαρτον καὶ ἀδιάλυτον ὑποθήσῃ. πεφυκὸς δὲ τοιοῦτον μένει συνεστὸς δηλαδὴ καὶ ἀδιάλυτον. ἀλλὰ τὸν λόγον ἀφῄρεις αὐτοῦ καὶ τῷ θεῷ συνῆπτες.