Ancient Greek
ΕΥΣΕΒΙΟΥ ΤΟΥ ΠΑΜΦΙΛΟΥ ΤΩΝ ΚΑΤΑ ΜΑΡΚΕΛΛΟΥ ΤΟΥ ΑΓΚΥΡΑΣ ΕΠΙΣΚΟΠΟΥ, Β, ὅπως ἐφρόνει Μάρκελλος περὶ τῆς σαρκὸς ἧς ἀνείληφεν ὁ λόγος
Eusebius Scr. Eccl. et Theol., Contra Marcellum 38-2
Not analysed yet
καὶ μεθ’ ἕτερα ἐπιφέρει δι’ ἣν αἰτίαν, ὥσπερ ἀρχὴν βασιλείας ἀπό τινος λαβόντος χρόνου τοῦ δεσπότου ἡμῶν Χριστοῦ, ἡ προφητεία φησὶν ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ’ αὐτοῦ. καὶ πάλιν ἐπιφέρει διὰ τοῦτο γὰρ καὶ βασιλεύσει ἵνα ἐν τῇ ἀνθρωπίνῃ σαρκὶ γενόμενος, βασιλεύς τε καταστὰς διὰ τοῦ λόγου ὁ ἀπατηθεὶς πρότερον ἄνθρωπος πᾶσαν ἀρχὴν τοῦ διαβόλου καὶ δύναμιν καὶ ἐξουσίαν καταργήσει.