Ancient Greek
ΕΥΣΕΒΙΟΥ ΤΟΥ ΠΑΜΦΙΛΟΥ ΤΩΝ ΚΑΤΑ ΜΑΡΚΕΛΛΟΥ ΤΟΥ ΑΓΚΥΡΑΣ ΕΠΙΣΚΟΠΟΥ, Β, ὅπως ἐφρόνει Μάρκελλος περὶ τῆς σαρκὸς ἧς ἀνείληφεν ὁ λόγος
Eusebius Scr. Eccl. et Theol., Contra Marcellum 39-2
Not analysed yet
τοσαῦτα περὶ τῆς σαρκὸς τοῦ σωτῆρος καὶ τούτων ἔτι πολλῷ πλείονα εἰπών, φήσας τε αὐτὴν εἶναι τὴν εἰκόνα τοῦ θεοῦ τοῦ ἀοράτου καὶ τὸν πρωτότοκον πάσης κτίσεως καὶ τὸν βασιλέα καὶ τὸν Ἰησοῦν καὶ τὸν Χριστὸν καὶ τὸν ἀγαπητὸν καὶ ὅσα ἄλλα κατέλεξεν, δι’ αὐτήν τε ταῦτα πάντα κληθῆναι τὸν λόγον ἀποφηνάμενος, ὁποῖον τέλος αὐτῇ περιτίθησιν ἤδη θεωρῆσαι καιρός.