Ancient Greek
5 to 8
Eusebius Scr. Eccl. et Theol., Contra Marcellum 5-8
Not analysed yet
καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία, καὶ πάντες οἱ λαοί, φυλαί, γλῶσσαι αὐτῷ δουλεύσουσιν· ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος ἥτις οὐ παρελεύσεται, καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται. ἀλλ’ οὐδὲ Ἡσαΐας αὐτὸν ἔπεισεν, περὶ τῆς ἀτελευτήτου βασιλείας τοῦ υἱοῦ τοῦ ἀνθρώπου ὧδε καὶ αὐτὸς θεσπίζων ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος, θαυμαστὸς σύμβουλος, θεὸς ἰσχυρὸς ἐξουσιαστής, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος. ἄξω γὰρ εἰρήνην καὶ ὑγίειαν αὐτῷ. μεγάλη ἡ ἀρχὴ αὐτοῦ, καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔσται τέλος, ἐπὶ τὸν θρόνον Δαυὶδ καὶ ἐπὶ τὴν βασιλείαν αὐτοῦ, τοῦ κατορθῶσαι αὐτὴν καὶ ἀντιλαβέσθαι ἐν κρίματι καὶ ἐν δικαιοσύνῃ, ἀπὸ τοῦ νῦν καὶ εἰς τοὺς αἰῶνας. τούτοις γοῦν σύμφωνα ἦν καὶ ἅπερ ὁ Γαβριὴλ τὴν παρθένον εὐηγγελίζετο, εἰς τοὺς αἰῶνας βασιλεύσειν τὸν ἐξ αὐτῆς λέγων καὶ τῆς βασιλείας αὐτοῦ μὴ ἔσεσθαι τέλος. Μάρκελλος δὲ ὅπως τούτοις ἅπασιν ἐναντία γράφειν ἐτόλμα, μάθοις ἂν ἐκ τῶν αὐτοῦ φωνῶν, δι’ ὧν ὁμοῦ τὴν θεότητα καὶ τὴν ἀνθρωπότητα τοῦ υἱοῦ τοῦ θεοῦ ἠρνεῖτο καινότερον ἢ κατὰ πᾶσαν ἄθεον αἵρεσιν.