Ancient Greek
ΕΥΣΕΒΙΟΥ ΤΟΥ ΠΑΜΦΙΛΟΥ ΤΩΝ ΚΑΤΑ ΜΑΡΚΕΛΛΟΥ ΤΟΥ ΑΓΚΥΡΑΣ ΕΠΙΣΚΟΠΟΥ, Β, ὅπως Μάρκελλος μήτε εἶναι μήτε προϋπάρχειν τὸν υἱὸν τοῦ θεοῦ πρὸ τῆς ἐκ παρθένου γεννήσεως ἐδόξαζεν
Eusebius Scr. Eccl. et Theol., Contra Marcellum 9
Not analysed yet
τῶν γὰρ ἑτεροδόξων οἱ μὲν μὴ προεῖναι μηδὲ προϋπάρχειν τὸν υἱὸν τοῦ θεοῦ φάντες, ἄνθρωπον εἶναι αὐτὸν τοῖς λοιποῖς ὅμοιον ὑποθέμενοι ἐξ ἀνθρώπου, υἱοθεσία τετιμῆσθαι αὐτὸν ἔφασαν, καὶ τοῦτο δόντες ἀθάνατον καὶ ἀτελεύτητον αὐτῷ τιμὴν καὶ δόξαν καὶ βασιλείαν αἰώνιον ὡμολογήκασιν· οἱ δὲ τὸν ἄνθρωπον ἀρνησάμενοι υἱὸν εἶναι θεοῦ θεὸν προόντα ὑπεστήσαντο. ἀλλ’ οἱ μὲν τῆς ἐκκλησίας ἀλλότριοι μέχρι τοσούτου πλάνης ἤλασαν. ὁ δὲ τῆς ἐκκλησίας τοῦ θεοῦ τοσούτοις καθηγησάμενος χρόνοις τὴν ὕπαρξιν ἀναιρεῖ τοῦ υἱοῦ τοῦ θεοῦ, τῷ τε αὐτοῦ λειτουργήσας θυσιαστηρίῳ ἑαυτὸν μὲν αἰωνίου καὶ ἀθανάτου ζωῆς τεύξεσθαι τάχα που πιστεύει, τὸν δ’ ἀρχιερέα ταύτης ἀποστερεῖ.