Ancient Greek
ΕΥΣΕΒΙΟΥ ΤΟΥ ΠΑΜΦΙΛΟΥ ΤΩΝ ΚΑΤΑ ΜΑΡΚΕΛΛΟΥ ΤΟΥ ΑΓΚΥΡΑΣ ΕΠΙΣΚΟΠΟΥ, Β, ὅπως ἐφρόνει Μάρκελλος περὶ τῆς σαρκὸς ἧς ἀνείληφεν ὁ λόγος
Eusebius Scr. Eccl. et Theol., Contra Marcellum 5-3
Not analysed yet
καὶ αὖθις περὶ τῆς αὐτῆς σαρκὸς ἐπιλέγει πῶς ἔτι τὴν τοῦ δούλου μορφήν. ἣν ἀνείληφεν ὁ λόγος, μορφὴν οὖσαν δούλου. συνεῖναι τῷ λόγῳ διὸ δυνατὸν γένοιτ’ ἄν; ἀλλ’ ὁ τοιαῦτα περὶ τῆς σαρκὸς εἰπὼν νῦν εἰκόνα τοῦ θεοὺ αὐτὴν λέγει, καὶ πρωτότοκον πάσης κτίσεως. αὐτήν τε οὖσαν πρὸ πάντων καὶ πάντα τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, θρόνους, κυριότητας, ἀρχάς, ἐξουσίας, ἐν αὐτῇ ἐκτίσθαι.