Ancient Greek
ΕΥΣΕΒΙΟΥ ΤΟΥ ΠΑΜΦΙΛΟΥ ΤΩΝ ΚΑΤΑ ΜΑΡΚΕΛΛΟΥ ΤΟΥ ΑΓΚΥΡΑΣ ΕΠΙΣΚΟΠΟΥ, Β, ὅπως ἐφρόνει Μάρκελλος περὶ τῆς σαρκὸς ἧς ἀνείληφεν ὁ λόγος
Eusebius Scr. Eccl. et Theol., Contra Marcellum 6
Not analysed yet
γράφει δὲ οὕτως οὐκοῦν εἰ πρωτότοκος μέν ἐστιν ἁπάσης κτίσεως αὐτός, ἐν αὐτῷ δὲ ἐκτίσθη τὰ πάντα, προσήκει εἰδέναι ἡμᾶς, ὅτι περὶ τῆς κατὰ σάρκα οἰκονομίας αὐτοῦ ὁ ἀπόστολος νυνὶ μέμνηται. καὶ ἐπιβεβαιοῖ τὸν λόγον ἐπιφέρων ἑξῆς πρωτότοκος οὖν ἁπάσης κτίσεως διὰ τὴν κατὰ σάρκα γένεσιν ὠνομάσθη, οὐ διὰ τὴν πρώτην, ὡς αὐτοὶ οἴονται, κτίσιν.