Ancient Greek
Book 1, Chapter 20
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 1.20.16
Not analysed yet
οὐκοῦν δέδεικται διὰ τούτων προϋπάρχων τῆς Ἰωάννου γενέσεως ὁ θεολογούμενος καὶ ἔμπροσθεν αὐτοῦ γεγονώς, συνέστη τε οὐ μόνον λόγος ἀλλὰ καὶ θεὸς καὶ φῶς καὶ μονογενὴς πρὸ τῆς ἐνσάρκου παρουσίας ὑπάρχων τε καὶ ὠνομασμένος. 〈εʹ. 〉τούτων δὲ πόθεν ἡ γνῶσις τῷ εὐαγγελιστῇ, αὐτὸς δηλώσει λέγων ἑξῆς »ὁ μονογενὴς υἱὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο«. ὁρᾷς παρὰ τίνος μεμάθηκεν τοῦ υἱοῦ τὴν θεολογίαν.