Ancient Greek
Book 1, Chapter 20
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 1.20.17
Not analysed yet
οὐ γὰρ Μωσῆς φησιν οὐδὲ προφητῶν τις τῶν μετὰ Μωσέα οὐδέ γε ἀγγέλων τις ἢ τῶν κρειττόνων δυνάμεων, ἀλλ’ αὐτὸς »ὁ μονογενὴς υἱὸς τοῦτ’ ἐξηγήσατο«. οὐκοῦν ὁ μὲν ἀόρατος θεὸς οὐκ ἐξηγήσατο, ὁ δὲ μονογενὴς υἱὸς ὁρατὸς γενόμενος τὴν περὶ τοῦ πατρὸς ἀνθρώποις ἐξήγησιν ἐποιήσατο. ἕτερος ὢν δηλαδὴ παρὰ τὸν ἀόρατον θεόν. ἀλλὰ καὶ προϋπάρχων ἦν οὐκ ἐν τῇ διανοίᾳ τοῦ πατρός, ὡς ἐδόκει Μαρκέλλῳ, ἀλλ’ ἐν τοῖς κόλποις αὐτοῦ· ὥσπερ δὴ ἡμῖν ἐπήγγελται ὁ σωτὴρ εἰς κόλπους Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ διαναπαύσασθαι, οὕτως καὶ ὁ υἱὸς »εἰς τὸν κόλπον« ἦν »τοῦ πατρός«, οὐχ εἷς καὶ ὁ αὐτὸς ὢν τῷ πατρί, ἐπεὶ μηδὲ ἡμεῖς οἱ αὐτοὶ ἐσόμεθα τοῖς ἁγίοις πατράσιν.