Ancient Greek
Book 2, Chapter 18
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 2.18.5
Not analysed yet
εἰ γὰρ παρὰ τῶν προτέρων θείων γραφῶν παιδαγωγούμενοι πάλαι πρότερον μεμαθήκατε, φησίν, ὅτι λόγος κυρίου ἐγένετο πρὸς τόνδε τὸν προφήτην καὶ πρὸς ἕτερον πάλιν ὁμοίως ἐγένετο καὶ αὖθις πρὸς ἄλλον, ἀλλὰ νῦν οὐχ ὅπως ἐγένετο ἀλλ’ ὅπως ἦν ἐν ἀρχῇ τοῖς πᾶσιν ἀναγκαῖον εὐαγγελίσασθαι καὶ ὡς »θεὸς ἦν« καὶ ὡς »πάντα δι’ αὐτοῦ ἐγένετο« καὶ ὡς αὐτὸς ἐκεῖνος ὁ θεὸς λόγος, »δι’ οὗ τὰ πάντα«, φιλανθρωπίᾳ τοῦ πατρὸς »σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν«.