Ancient Greek
Book 2, Chapter 18
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 2.18.6
Not analysed yet
|ταῦτ’ εὐηγγελίζετο Ἰωάννης ὁ μέγας τοῦ Χριστοῦ μαθητὴς καὶ ἀπόστολος, τὰ νέα καὶ καινὰ τοῦ σωτῆρος παιδεύων ἅπαντας ἀνθρώπους μυστήρια. οὐχ ὅτι λογικὸς ἦν ὁ θεός, οὐδ’ ὅτι αὐτὸς πρὸς ἑαυτὸν διενοεῖτο καὶ ἑαυτῷ προσδιελέγετο »ποιήσωμεν ἄνθρωπον« λέγων, οὐδ’ ὅτι λόγοις κέχρηται τοῖς τῶν πρακτέων παραγγελτικοῖς. ταῦτα γὰρ πᾶς ἀρνούμενος τὸν υἱὸν τοῦ θεοῦ εἴποι ἄν.