Ancient Greek
Book 2, Chapter 18
Eusebius Scr. Eccl. et Theol., De ecclesiastica theologia 2.18.7
Not analysed yet
ὃ δὴ καὶ Μάρκελλος ποιῶν, ὡς ἐπὶ κρησφύγετον ἐπὶ τὴν παλαιὰν καταφεύγει γραφὴν καὶ τὰ νηπιάζοντι τῷ Ἰουδαίων λαῷ περὶ τοῦ μὴ εἰδωλολατρεῖν ἕνα δὲ μόνον εἰδέναι τε καὶ σέβειν θεὸν παρρηγγελμένα συνάγειν πειρᾶται. ἔνθα καὶ ηὐρόησεν αὐτῷ ἡ περὶ τοῦ ἑνὸς θεοῦ διδασκαλία, χρησίμως τότε καὶ κατὰ καιρὸν εἰδωλολατροῦσιν Ἰουδαίοις παραδεδομένη. καὶ δὴ ἐνταῦθα καταφυγὼν καὶ ὥσπερ ἐν ὀχυρώματι ἑαυτὸν τῇ Ἰουδαϊκῇ περιφράξας σκληροκαρδίᾳ, τὴν ἄρνησιν προὐβάλλετο τοῦ υἱοῦ τοῦ θεοῦ.