Ancient Greek · ~1 min
Chapter 11
Eusebius Scr. Eccl. et Theol., De laudibus Constantini 11.11
Not analysed yet
ταύτῃ τοι καὶ μᾶλλον πρὸ τῶν ὁρωμένων δαιδαλμάτων τοῦ σύμπαντος κόσμου, σωμάτων ὄντων καὶ ἐκ μιᾶς ὕλης πε· ποιημένων, τὸν ἀφανῆ καὶ ἀόρατον λόγον τὸν δὴ τοῦ παντὸς εἰδοποιόν τε καὶ κοσμήτορα ὑπερεκπληκτέον, ὄντα τοῦ θεοῦ μονογενῆ, ὅν ὁ τῶν ὅλων ποιητὴς ὁ πάσης ἐπέκεινα καὶ ἀνωτάτω οὐσίας αὐτὸς ἐξ αὐτοῦ γεννήσας ἡγεμόνα καὶ κυβερνήτην τοῦδε τοῦ παντὸς κατεστήσατο.