Ancient Greek
Chapter 11
Eusebius Scr. Eccl. et Theol., De laudibus Constantini 11.12
Not analysed yet
ἐπεὶ γὰρ μὴ οἷον τε ἦν τὴν ῥευστὴν τῶν σωμάτων οὐσίαν τὴν τε τῶν ἄρτι γενομένων λογικῶν φύσιν τῷ πανηγεμόν θεῷ πελάζειν δἰ ὑπερβολὴν τῆς ἀπὸ τοῦ κρείττονος ἐλλείψεως· ὁ μὲν γὰρ ἦν ἀγέννητος, ἀνωτάτω τε καὶ ἐπέκεινα τῶν ὅλων, ἄρρητος ἀνέφικτος ἀπροσπέλαστος φῶς οἰκῶν ἀπρόσιτον, ᾗ φασὶν οἱ Μοι λόγοι· ἡ δ’ ἐξ οὐκ ὄντων προβεβλημένη πορρωτάτω τε διεστῶσα καὶ μακρὰν τῆς ἀγεννήτου φύσεως ἀπεσχοινισμένη· εἰκότως ὁ τανάγαθος καὶ θεὸς τῶν ὅλων μέσην τινὰ προεμβάλλει τὴν τοῦ μονογε- νοῦς αὐτοῦ λόγου θείαν καὶ παναλκῆ δύναμιν, ἀκριβέστατα μὲν ὡς ὅτι μάλιστα καὶ ἐγγύτατα τῷ πατρὶ προσομιλοῦσαν εἴσω τε αὐτοῦ τῶν ἀπορρήτων ἀπολαύουσαν, πραότατα δὲ συγκατιοῦσαν καὶ ἁμωσγέπως συσχηματιζομένην τοῖς τῆς ἄχρας ἀπολιμπανομένοις· ἄλλως γὰρ οὔτ' εὐαγὲς οὔθ' ὅσιον τὸν τῶν ὅλων ἐπέκεινα καὶ ἀνωτάτω ὕλῃ φθαρτῇ καὶ σώματι συμπλέκειν. διὸ δὴ λόγος θεῖος ἀναμὶξ τόδε τὸ πᾶν ὑπελθὼν καὶ τὰς ἡνίας τοῦ παντὸς ἐνδησάμενος ἀσωμάτῳ καὶ θεϊκῇ δυνάμει ἄγει καὶ φέρει, πανσόφως ἡνιοχῶν ᾗ καλῶς ἔχειν αὐτῷ καταφαίνεται.