Ancient Greek · ~3 min
Chapter 15
Eusebius Scr. Eccl. et Theol., De laudibus Constantini 15.6
Not analysed yet
ὥσπερ δὲ εἴ τις ἄκαυστον ἡμῖν καὶ πυρὸς κρεῖττον οκεῦός τι δεῖξαι ἀθέλησεν, οὐκ ἂν ἄλλως τὸ θαῦμα παρεστήσατο ἢ τῷ πυρὶ παραδοὺς τὸ μετὰ χεῖρας κἄπειτα αὐτὸ σῶον καὶ ἀδιάφθορον τοῦ πυρὸς ἐξελών, κατὰ ταῦτα δὴ καὶ ὁ τῶν ὅλων ζωοποιὸς τοῦ θεοῦ λόγος τὸ θνητὸν ὄργανον, ᾧ πρὸς ἀνθρώπων κέχρητο σωτηρίαν, κρεῖττον θανάτου δεῖξαι βουληθεὶς κοινωνόν τε ἀποφῆναι τῆς οἰκείας ζωῆς τε καὶ ἀθανασίας, εὐ μάλα χρησίμην ὑπῄει τὴν οἰκονομίαν, τὸ σῶμα πρὸς βραχὺ καταλιπὼν καὶ τὸ θνητὸν τῷ θανάτῳ παραδίδους εἰς ἔλεγχον τῆς οἰκείας φύσεως, εἶτ' οὐκ εἰς μακρὸν αὐτὸ τοῦ θανάτου πάλιν ὑφαιρούμενος, εἰς παράστασιν τῆς ἐνθέου δυνάμεως, δί ἡς παντὸς θανάτου κρείττονα τὴν πρὸς αὐτοῦ καταγγελθεῖσαν ζωὴν ἀίδιον ἔφαινεν.