Ancient Greek
Chapter 15
Eusebius Scr. Eccl. et Theol., De laudibus Constantini 15.7
Not analysed yet
ἡ δ’ αἰτία πρόδηλος καὶ σαφής. ἐπειδὴ γὰρ τοῖς αὐτοῦ φοιτηταῖς ὀφθαλμοῖς ἰδεῖν ἀναγκαῖον ἦν ζωῆς τῆς μετὰ θάνατον ἐναργῆ τὴν παλιγγενεσίαν, ἐφ' ἣν τὰς αὐτῶν ἐλπίδας ἀναρτᾶν αὐτοὺς ἐδίδασκεν, κρείττονας εἶναι θανάτου παρασκευάζων ,εἰκότως τοῦτ' αὐτοῖς ὁρᾶν ὀφθαλμοῖς παρεῖχεν· ἐχρῆν γὰρ τοὺς μέλλοντας εὐσεβῆ μετιέναι βίον τοῦτο πρῶτον πάντων ἀναγκαιότατον μάθημα δἱ ἐναργοῦς ὄφεως παραλαβεῖν, καὶ πολὺ μᾶλλον ἐκείνους τοὺς εἰς ἅπασαν τὴν οἰκουμένην μέλλοντας αὐτὸν ὅσον οὕπω κηρύττειν καὶ τὴν τὴν αὐτοῦ πᾶσι τοῖς ἔθενσι προβληθεῖσαν θεογνωσίαν εἰς πάντας καταγγέλλειν ἀνθρώπους.