Ancient Greek · ~3 min
Chapter 6
Eusebius Scr. Eccl. et Theol., De laudibus Constantini 6.5
Not analysed yet
μὶαν μὲν γὰρ πρώτιστα πάντων ἐν αὐτῷ τὴν ἄμορφον ὕλην ὥσπερ τινὰ πάνδοχον οὐσίαν ὑφίστη, δεύτερον δ᾿ ἐν ὕλῃ ποιότητα δυνάμει δυάδος εἶδος ἐξ ἀειδοῦς ἀπεργαζόμενος ἐποίει, τριάδος δ᾿ ἀριθμῷ τριχῆ διαστατόν, εἴς τε πλάτος καὶ μῆκος καὶ βάθος, σύνθετον ἐξὕλης καὶ εἴδους σῶμα κατειργάζετο. διττῆς δ᾿ ἐκ δυάδος τὴν τῶν στοιχείων τετρακτὺν ἐπινοήσας, γῆν, ὕδωρ, ἀέρα, πῦρ, πηγὰς ἀενάους εἰς τὴν τοῦδε τοῦ παντὸς προὐβάλετο χορηγίαν. τετρακτὺς δὲ γεννᾷ δεκάδα· ἕν γὰρ δύο τρία τέσσαρα τὸν δέκα συντελοῦσιν ἀριθμόν. τριὰς δὲ συμπλακεῖσα δεκάτῃ μηνὸς ἀνεῦρε φύσιν, μὴν δὲ τροπαῖς δώδεκα ἡλίου περίοδον ἐπλήρου, ἔνθεν ἐνιαυτῶν κύκλοι καιρῶν τε μεταβολαὶ τὸν ἄμορφον καὶ ἀνείδεον αἰῶνα, αἰῶνα, ὥσπερ ἐν ποικιλίᾳ γραφῆς πολυανθοῦς, ἐμόρφουν εἰς ἀνάπαυλαν καὶ θυμηδίαν τῶν ἐν αὐτῷ τὸν τῆς ζωῆς διϊππευόντων δρόμον.