Ancient Greek · ~4 min
Chapter 6
Eusebius Scr. Eccl. et Theol., De laudibus Constantini 6.6
Not analysed yet
ὡς γὰρ καὶ τοῖς ἐπ᾿ ἐλπίδι βραβείων ἐν ἀγῶνι τοὺς δρόμους διεφανύουσι σταδίοις ὥρισται τὰ διαστήματα, τοῖς τε μακρὰς πορείας ὁδοιποροῦσι σταθμοῖς τισι καὶ σημείοις περιγράφεται ἡ λεωφόρος, ὡς ἂν μὴ εἰς ἄπειρόν τις τὴν προσδοκίαν ἐκτείνων ἀποκάμοι τὴν προθυμίαν, τὸν αὐτὸν δὴ τρόπον καὶ τὸν σύμπαντα αἰῶνα σοφίας θεσμοῖς ὁ τῶν ὅλων βασιλεὺς περιβαλὼν ἄει καὶ φέρρει, ποικίλως ἡνιοχῶν ᾗ καλῶς ἔχειν αὐτῷ καταφαίνεται. ὁ δ᾿ αὐτὸς χρώμασιν ὡραίοις καὶ νεαροῖς ἄνθεσι τὸν πρὶν ἀσχημάτιστον ἀμφιεννὺς αἰῶνα, λευκὴν μὲν ἐφαίδρυνεν ἡμέραν ἡλίῳ, νύκτα δ᾿ ὑποστρώσας μελαντέρῳ χρώματι ὥσπερ τινὰ χρυσοϋφῆ ψήγματα στίλβειν ἐν αὐτῇ τὰς τῶν ἀστέρων λαμπηδόνας ἐποίησε, φωσφόρου δ᾿ ἐξάψας λαμπρὰς ἀκτῖνας σελήνης τε ποικίλα φέγγη ἄστρων τε συνόδους πολυαυγεῖς τὸν σύμπαντα οὐρανὸν οἷον μέγαν πέπλον παντοίοις γραφῆς κάλλεσιν ἐστεφάνου. ἀέρα δ᾿ ἐκτείνας εἰς βάθος ἄνωθεν ἐξ ὕφους, πλάτη τε καὶ μήκη τοῦ σύμπαντος κόσμου τῇ τούτου ψυχώσας δυνάμει, πτηνοῖς ἅπασιν ἀνῆκε μορφοῦσθαι, τοῖς δι᾿ ἀέρος φερομένοις ἀφανέσι τε καὶ ὁρωμένοις μέγα πέλαγος ἐξαπλώσας διανήχεσθαι. γῆν δ᾿ ἐν μέσῳ κέντρου δίκην σταθμηςάμενος, ὠκεανῷ ταύτην περιέβαλε ,τῷ τῆς περιβολῆς κυανῷ χρώματι καλλωπιζομένην.