Ancient Greek · ~4 min
Chapter 6
Eusebius Scr. Eccl. et Theol., De laudibus Constantini 6.7
Not analysed yet
ταύτην δ᾿ ἑστίαν καὶ μητέρα καὶ τιθήνην ζώων ἁπάντων τῶν ἐν αὐτῇ καταδείξαις ὀμβρίοις τε καὶ πηγαίοις νάμασιν ἀρδεύσας, χλοάζειν παντοίοις καὶ φυτοῖς καὶ ὡραίοις ἄνθεσιν εἰς εὔθυμον ζωῆς ἀπόλαυσιν ἐδωρήσατο. ζώων δ᾿ ἐν αὐτῇ τὸ τιμιώτατον καὶ αὐτῷ φίλον κατ᾿ εἰκόνα τὴν αὐτοῦ πλαςάμενος, νοῦ καὶ ἐπιστήμης ἐπήβολον, λόγου τε καὶ σοφίας ἔκγονον, λογικὸν ἄνθρωπον, τῶν λοιπῶν ὅσα κατὰ γῆν ἕρπει καὶ νέμεται ἀρχικῇ δυνάμει κρατεῖν τούτῳ ἔδωκεν. ἄνθρωπος γὰρ ἦν αὐτῷ ζώων τῶν ἐπὶ γῆς τὸ θεοφιλέστατον, ᾧ καὶ τὰ τῶν ἀλόγων γένη δουλεύειν οἷα πατὴρ παραδέδωκε3 ν, ᾧ καὶ θάλατταν πλωτὴν ἀνῆκε καὶ γῆν παντοίοις φυτοῖς ἐστεφάνωσεν, ᾧ καὶ τὰ ἐν βυθοῖς ἕρποντα πτηνῶν τε τὰ μετάρσια ὑποχείρια πεποίηται, ᾧ καὶ δυνάμεις ἐπτστημονικὰς εἰς παντοίων μαθημάτων ὑποδοχὴν ἐδωρήσατο, ᾧ καὶ τὰς οὐρανίους ἐξεκάλυψε θεωρίας, δρόμους ἡλίου καὶ σελήνης τροπὰς περιόδους τε πλανήτων καὶ ἀπλανῶν ἀστέρων ἐκφήνας, ᾧ μόνῳ τῶν ἐπὶ γῆς τὸν πατέρα γινώσκειν τὸν ἐπουράνιον καὶ τὸν μέγαν τοῦ σύμπαντος αἰῶνος βασιλέα γεραίρειν ὕμνοις διετάξατο.