Ancient Greek
Section 1
Eusebius Scr. Eccl. et Theol., De solemnitate paschali 1
Not analysed yet
Τάχα οὐκ ἄκαιρον ἂν εἴη καὶ αὖθις περὶ τοῦ Πάσχα διαλαβεῖν, ἄνωθεν Ἑβραίων παισὶν εἰκονικῶς παραδεδομένου. Ὁπηνίκα γοῦν Ἑβραῖοι, σκιὰς μελλόντων ἐπιτελοῦντες, πρῶτοι τὴν τοῦ φασὲκ ἑορτὴν ἐτέλουν, θρέμμα μὲν αὐτοῖς ἐξ ἀγέλης ἐλαμβάνετο· τοῦτο δὲ ἦν ἀμνὸς ἢ πρόβατον· εἶτ' αὐτοὶ τοῦτο δι' ἑαυτῶν ἔθυον· κἄπειτα τῷ μὲν αἵματι πρῶτον ὑπέρθυρα καὶ φλιὰς ἕκαστος τῶν ἰδίων κατέχριον οἴκων· ταύτῃ πη εἰς ἀνατροπὴν ὀλοθρευτοῦ αἱμάσσοντες οὐδοὺς καὶ μέλαθρα. Σαρξὶ δὲ τοῦ προβάτου τροφῇ χρώμενοι, καὶ τὰς ὀσφῦς ζώνῃ περιδεδεμένοι, τροφῆς τε ἀζύμων ἄρτων μετίσχοντες, καὶ πόας πικρίδων προσφερόμενοι, τόπον ἐκ τόπου διέβαινον, τὸν ἀπὸ τῆς Αἰγυπτίων γῆς ἐπὶ τὴν ἔρημον. Ταῦτα γοῦν αὐτοῖς ὁμοῦ τῇ τοῦ προβάτου σφαγῇ τε καὶ τροφῇ πράττειν νενομοθέτητο. Ἔνθεν ἡ ἐξ Αἰγύπτου μετάβασις τὴν τῶν διαβατηρίων αὐτοῖς ἐπωνυμίαν ἐπλήρου. Ἀλλ' ἐκείνοις μὲν τυπικῶς ταῦτα συνέβαινεν, ἐγράφη δὲ δι' ἡμᾶς. Καί γε διερμηνεύει Παῦλος τῶν παλαιῶν συμβόλων διαφαίνων τὴν ἀλήθειαν δι' ὧν φησι· Καὶ γὰρ τὸ Πάσχα ἡμῶν ἐτύθη Χριστός. Τὸ δὲ αἴτιον τοῦ τυθῆναι αὐτὸν ὁ Βαπτιστὴς παρίστησιν εἰπών· Ἴδε ὁ Ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Καὶ γὰρ σφάγιον κακῶν ἁπάντων ἀποτρόπαιον τὸ σῶμα τὸ σωτήριον τῷ θανάτῳ παρεδίδοτο, ὃ δὴ καθαρσίου δίκην τοῦ παντὸς ἀφεῖλε κόσμου τὴν ἁμαρτίαν· κέκραγε γοῦν τηλαυγῶς Ἡσαΐας· Οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται.