Ancient Greek
Section 2
Eusebius Scr. Eccl. et Theol., De solemnitate paschali 2
Not analysed yet
Τούτου δὴ τοῦ σωτηρίου θύματος τοῦ τῷ ἰδίῳ αἵματι τὸ πάντων ἀνθρώπων γένος ἀνασωσαμένου ταῖς λογικαῖς σαρξὶ τρεφόμενοι, μαθήμασι δηλαδὴ καὶ λόγοις βασιλείας οὐρανῶν καταγγελτικοῖς, τὴν κατὰ Θεὸν εἰκότως τρυφῶμεν τρυφήν. Ἀλλὰ καὶ πίστει τοῦ αἵματος αὐτοῦ, ὃ δὴ λύτρον ὑπὲρ τῆς ἡμετέρας ἀντιδέδωκε σωτηρίας, τοὺς ψυχῆς οἴκους τὰ σώματα κατασημαινόμενοι, πᾶν γένος δαιμόνων ἐπιβούλων ἐξ ἑαυτῶν ἀπελαύνομεν· καὶ τὴν τῶν διαβατηρίων ἑορτὴν ἐπιτελοῦντες, διαβαίνειν μελετῶμεν ἐπὶ τὰ θεῖα, ὡς πάλαι τῆς Αἰγύπτου μεταβεβηκότες ἐπὶ τὴν ἔρημον. Ταύτῃ γοῦν καὶ ἡμεῖς ἀτριβῆ τινα καὶ ἔρημον τοῖς πολλοῖς στελλόμεθα πορείαν, παλαιὰν ζύμην ἀθέου πλάνης τῆς αὐτῆς ψυχῆς ἐξόριον ποιούμενοι, καὶ τὰς ἀληθεῖς πικρίδας διὰ τῆς πικρᾶς καὶ ἀλγεινῆς διαίτης προσφερόμενοι. Καὶ ὁ καιρὸς δὲ τῆς ἑορτῆς εὔκαιρος, οὐκ ἐν μέσῃ χειμῶνος ὥρᾳ παρηγμένος· στυγνὸς γὰρ οὗτος· ἀλλ' οὐδ' ἐν μέσῳ θέρει κατάλληλος ἦν, καθ' ὃν ἡ τροπὴ φλεγμαίνουσα, τῶν κατ' ἀγροὺς σχολαζόντων περιαιρεῖται τὸ κάλλος· πλεονεκτεῖ δὲ καὶ τὰ τῶν ὡρῶν, οὐκ ἐπαμφοτερίζοντα τῇ ἰσομοιρίᾳ· μετοπώρου γὰρ τροπῆς οὐκ ἐπιτερπὴς ἡ θέα, χηρευούσης μὲν τῆς χώρας, τῶν δ' οἰκείων καρπῶν ὡς ἂν τέκνων ἀπεστερημένης. Ἔαρ δὴ λείπεται τὸ φαιδρὸν, ὃ δὴ τοῦ παντὸς ἔτους κεφαλή τις οἷα σώματος ἡγεῖται, ἡλίου μὲν δὴ ἄρτι τὸ πρῶτον τμῆμα διιππεύοντος, σελήνης δ' ἐκ παραλλήλου πλησιφαεῖ τῷ φωτὶ τὸν τῆς νυκτὸς δρόμον εἰς λαμπρὰν μεθαρμοζομένης ἡμέραν. Τοῦτο λύει μὲν κτύπων χειμερίων φόβητρα, λύει δὲ μακρὰ διαστήματα, πλημμύρας ὑδάτων μεταβάλλει. Ἤδη δὲ νεαρᾶς ἐπιλαμπούσης αἰθρίας, γαλήνη μὲν τοῖς θαλαττεύουσι καθίστησι τὰ πελάγη, εὔδιον δὲ ἀέρα τοῖς κατὰ γῆν ὁδοιπόροις ἐνδίδωσι. Χῶραι δ' ἐν τούτῳ κατ' ἀγροὺς ἐγκύμονες σπερμάτων, καὶ καρπῶν σπαργῶντα φυτὰ τοῖς ἐκ Θεοῦ δώροις ἀγαλλόμενα, γεωργοῖς πόνων τὰς ἀμοιβὰς ἐν εὐλογίαις παρέχει.