Ancient Greek · ~5 min
Section 10
Eusebius Scr. Eccl. et Theol., De solemnitate paschali 10
Not analysed yet
Ἀλλ' αὐτὸς μὲν, πρὸ τοῦ παθεῖν, σὺν τοῖς ἑαυτοῦ μαθηταῖς ἔφαγε τὸ Πάσχα, καὶ τὴν ἑορτὴν ἐπετέλεσεν, οὐ μετὰ τῶν Ἰουδαίων· ἑορτάσαντος δὲ αὐτοῦ ἑσπέρας, οἱ ἀρχιερεῖς ἅμα τῷ προδότῃ ἐπιστάντες, ἐπέβαλον ἐπ' αὐτὸν τὰς χεῖρας· οὐ γὰρ ἤσθιον αὐτοὶ κατὰ τὴν ἑσπέραν τὸ Πάσχα· ἦ γὰρ ἂν τὴν σχολὴν περὶ αὐτὸν εἶχον· καὶ δῆτα συλλαβόντες ἀπήγαγον εἰς τὴν οἰκίαν τοῦ Καϊάφα, ἔνθα διανυκτερεύσαντες, ὡς ἡμέρα ἐγένετο, συνήχθησαν, καὶ ἀνακρίνουσιν αὐτὸν πρότερον· εἶτα μετὰ ταῦτα ἀναστάντες ἅμα τῷ πλήθει ἤγαγον αὐτὸν πρὸς Πιλάτον. Καὶ τότε φησὶν ἡ Γραφὴ, ὅτι μὴ εἰσῆλθον εἰς τὸ πραιτώριον, ἵνα δὴ μὴ, ὑπὸ στέγην Ἑλληνικὴν εἰσελθόντες, ὥς γε ᾤοντο, μιανθῶσι, καθαροὶ δὲ μείναντες οἱ παμμίαροι, ἑσπέρας ἐπιστάσης, φάγοιεν τὸ Πάσχα, οἱ τὸν κώνωπα διυλίζοντες, τὴν δὲ κάμηλον καταπίνοντες, οἱ τὰς ψυχὰς αὐτοῖς σώμασι κατὰ τοῦ Σωτῆρος μιαιφονίᾳ μεμιαμμένοι, τὸν ὄροφον ἐδεδίεσαν ὑπεισελθεῖν· ἀλλ' οἱ μὲν κατ' αὐτὴν ἐκείνην τοῦ πάθους τὴν ἡμέραν τὸ λυμαντικὸν τῆς ἑαυτῶν ψυχῆς ἔφαγον Πάσχα, τὸ αἷμα τὸ σωτήριον οὐχ ὑπὲρ ἑαυτῶν, ἀλλὰ καθ' ἑαυτῶν ἐξαιτησάμενοι. Ὁ δ' ἡμέτερος Σωτὴρ οὐ τότε, πρὸ ἡμέρας δὲ ἀνακείμενος μετὰ τῶν μαθητῶν, τὴν ἐπιθυμητικὴν ἑαυτῷ ἑορτὴν ἦγεν.